1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

34

καμάτοις. 1319 Γαστρὶ μὲν ὕβριν ἔπαυσα κόρου, καὶ γείτονα λύσσαν, Ὄμμα δ' ἐνὶ βλεφάροις πῆξα σαοφροσύνῃ. Βρύξα χόλῳ, καὶ δῆσα μέλη, καὶ κλαῦσα γέλωτα. Πάνθ' ὑπόειξε Λόγῳ· πάντ' ἔθανεν τὰ πάρος. Γαίη, κοῖτος ἐμοί· πλευρῶν ἄκος, εἵματα λυπρά· Φάρμακον ἀγρυπνίης, χῶρος ἐμῶν δακρύων. Ἤμασι νῶτον ἔκαμψα, καὶ ὕμνοις παννυχίοισι Στηλώθην, βροτέης ἔκνοος εὐπαθίης. Ταῦτα πάρος· σάρκες γὰρ ἐπέζεον, αἷσι μέμηλεν Οὐρανίης ἀνόδου φῶτα μέγαν κατέχειν. Καὶ κτεάνων βαρὺν ὄγκον ἀπέπτυσα, ὥς κεν ἀερθῶ Κοῦφος, ἀποσκεδάσας πρὸς Θεὸν ἄχθος ἅπαν. Νῦν δ' ὅτε νοῦσος ἔχει με πικρὴ, καὶ γῆρας ἔκαμψεν, Ἦλθον ἐπ' ἀλλοίην τήνδε δυηπαθίην, 1320 Γλῶσσαν ἔχων ἀδάμαστον, ἐΰλαλον, ἥ με τύσοισι Πήμασι, τοῦ φθονεροῦ δῶκεν ἀεὶ παλάμαις. Οὔτε τινὸς θώκοισιν ἐπέδραμον· οὔτ' ἀπὸ γαίης Ἤλασα πατρῴης, οὐ δόλον ἐφρασάμην. Οὐ γλῶσσαν ἐφέηκα ἐπεσβόλον, οὔτε τι ῥέξα Ἡμετέρων θυέων ἔκνομον· οἶδε Λόγος. Οὐ σκοπὸν, οὐδὲ μὲν ἄλλον, ἐπεὶ καὶ πᾶσι νεμεσῶ, Λαῶν ἡγεμόσιν τοῖα κλεϊζομένοις· Ὧν νῦν πᾶσα θάλασσα, καὶ εὐρέα πείρατα γαίης Πέπληθε, δνοφερὸν πένθος ἐμῆς κραδίης. Ἀλλὰ λόγος μ' ἐχάλεψεν ἀτάσθαλος· οὐ μὲν ἔγωγε Πρόσθε τόδ' ὠϊόμην, ἀλλ' ἐχάλεψεν ὅμως Πᾶσί μ' ἔθηκε φίλοισιν ἐπίφθονον. Ὦ φθόνε, καὶ σὺ Ἐξ ἐμέθεν τι λάβῃς. Ἴσχεο, γλῶσσα φίλη· 1321 Βαιὸν δ' ἴσχεο, γλῶσσα· τόδ' ἐς τέλος οὔ τε πεδήσω. Οὐ τόσον ἐξ ἐμέθεν λήψεθ' ὁ μισολόγος. Πυνθάνομ' ὡς Σαμίων τις ἄναξ φθόνον ὡς ἀρέσαιτο, ∆είσας εὐδρομίην, μήσατο τοῖον ἄχος. Πόρκην, ὃν φιλέεσκε, πατρῴϊον ἔμβαλε πόντῳ· Τὸν δ' ὑποδεξάμενον ἰχθὺν, ἔδησε λίνον· Ἰχθυβόλος μὲν ἄνακτι, ὁ δ' ὤπασεν ᾧ θεράποντι Τὴν ἁλίην· πόρκης δ' ἰχθύος ἐν λαγόσιν. Ἰχθὺν μὲν γαστὴρ ὑπεδέξατο, χεὶρ δέ τε πόρκην· Θαῦμα μέγ'· οὐδ' ἐθέλων εὕρατο κεῖνος ἄχος. Ὣς καὶ ἐγώ· μύθῳ γὰρ ἐμῷ φθόνος ἄγριον αἰεὶ Ὄμμα φέρει· σιγῆς βένθος ἐπεσπασάμην. Τόσσον ἐμοὶ Σαμίοιο· τόδ' αὔριον οὐ σάφα οἶδα, Εἰ κακὸν ἠὲ καλὸν ἀντιάσειε τέλος. 1322 Ἀλλά γε δὴ φθόνον ἴσχε, βροτῶν ἄκος, ἐκ δέ με πικρῶν Γλωσσῶν ἐξερύσας, σὴν ἐπὶ λάμψιν ἄγοις· Ἔνθα σε σὺν φαέεσσιν ἀειζώοισι γεραίρων, Μέλψομ' ἀπὸ στομάτων ἦχον ἐναρμόνιον. ∆έχνυσο καὶ τάδε χειρὸς ἐναυδέα, ὡς μὲν ἔχοιτε Ἡμετέρης σιγῆς μνημόσυνον λαλέον.

ΛΕʹ. Ἄλλο. Τείχη, πυλῶνες, κλεῖθρα, συγκλείοιτέ με· Μή τις παρελθὼν ἢ

λόγος φὼρ, ἢ βίος Κλέψῃ λαθών τι τῶν ἐμῶν κειμηλίων, Ἢ καὶ τύραννος ἁρπάσῃ βίᾳ χερός. Θεὸς τὸ θησαύρισμα, καὶ Θεοῦ φόβος, 1323 Ἐλπίς τε κουφίζουσα τὰς ἀκηδίας· Αἳ πολλὰ πολλαὶ δή με καὶ παρ' ἀξίαν ∆εδήχασίν τε καὶ σπαράξουσι πλέον, Ἢν μὴ σὺ τοῖς κέρκωψιν ἠρεμεῖν φράσης Καίπερ δὲ πάσχων δεινὰ, καὶ δεινῶν πέρα, Τοῦθ' ἓν δέδοικα, μή τι τοῖς πολλοῖς κακοῖς Χείρων γενοίμην· καὶ τὸ γὰρ βλάπτει φρένας.

Λςʹ. Ἄλλο. Φθέγγοισθ' ἅπαντες· εὐδρομεῖτε τοῖς λόγοις Στροφὰς πλέκοιτε·

ἰσχύοιτ' ἀραχνίοις ∆εσμεῖν τὰ κοῦφα καὶ περιπλανώμενα. Βροντᾶτε βύρσαις· ἀστραπὰς ἐλλυχνίους Πέμποιτ'· ἐγὼ ἔδησα καὶ πάντη λόγον. 1324 Κόρον λάβοιτε, ὦ σκοποὶ, καὶ σὺ, φθόνε. Ἔνδον λαλήσω, νοῦν Θεοῦ μυστηρίοις Γράφων, σπίλων τε καὶ πλάνων αἰσθήσεων Σμήξας, ἔσοπτρον τῷ Λόγῳ παραστήσομαι, Ἕως τελείας ἐμφάσεις εἴσω λάβῃ Καὶ ταῦτα σιγῆς γράμματ'. Εἰ δὲ μὴ θέλεις Πολλοῖς λαλεῖν με, Νοῦς μέγας, τί χρὴ δρᾶσαι;

ΛΖʹ. Ἄλλο. Οὐ μ' οὔθ' ἁμαρτὰς εἷλεν, οὔτε τις νόμος Τέκνων πόνων τε τῶν

ἐμῶν διέσπασε. Τριὰς τόδ' οἶδεν, ἣν ἐκήρυξα πόλει, Σπινθῆρ' ἀνάψας τὸν πρὶν ἐγκεκρυμμένον. Φθόνος δὲ, καὶ γλώσσην ἔδησαν οἱ σοφοί. 1325 Τί γὰρ, μάταιε,