1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

38

πτόλιες, σκόπελοί τε, ἐμὸν σκέπας, ὧν διὰ πάντων Ἤλυθον, ἰσχανόων Χριστοῦ θεότητι πελάσσαι, Πῶς μοῦνος τρηχεῖαν ἔβην ὁδὸν ἔνθα καὶ ἔνθα, Στρωφῶν ἀργαλέοιο βίου τύπον, οὐδ' ἐδυνάσθην Οὐδ' ὅσον ἕν ποτ' ἐλαφρὸν ἐπὶ χθονὸς ἴχνος ἐρεῖσαι, Ἀλλ' αἰεί με μόγοισι μόγοι πέμπουσι κακοῖσιν; 1345 Ὦ σοφίη, σὺ δίδαξον ὅθεν τόσον ἄχθος ἔμοιγε. Πῶς μόγος εὐσεβέεσσι, καὶ οὐ μόγος ὀλλυμένοισιν; Ἦ ῥά τις ἀμπλακίης ποινὴ τάδε, ἦ ῥα βίοιο Ἄνθρακες, ὡς χρυσοῖο καθαιρομένου χοάνοισιν; Ἦ ῥά μ' ὁ λυσσώδης καὶ βάσκανος, οἷά τιν' Ἰὼβ, Ἐς δῆριν καλέει; Σὺ δ' ἀλείφατι σόν με παλαιστὴν Τρίψας, εὖ τε πάροιθε μέγαν γυμνοῖς πρὸς ἀγῶνα, Ὥς κεν ἀεθλεύσαντι γέρας καὶ κῦδος ὀπάσσῃς; Ταῦτα μὲν αὐτὸς, ἄναξ, οἶδας, Λόγε. Καὶ γὰρ ἅπαντα Κόσμον ἄγεις, μεγάλοισι λόγοις κρυπτοῖσιν ἑλίσσων, Ὧν ὀλίγη τις πάμπαν ἐς ἡμέας ἔρχεται αὐγὴ, Πηλὸν ἔτ' εἰλυμένους, καὶ ὄμματα νωθρὰ φέροντας. Αὐτὰρ ἐγὼ κέκμηκα βίῳ, τυτθὸν δ' ἐπὶ γαίης1346 Ἆσθμα φέρω, πολλῇσιν ἐλαυνόμενος κακότησι, ∆υσμενέων, φιλίων τε, τὸ καὶ περιώσιον ἄλγος. Τοὔνεκεν αἰάζω, πίπτω δ' ὑπὸ γούνασι σεῖο. ∆ὸς λῦσιν βιότοιο νεκρῷ σέο. ∆ὸς καμάτοιο Ἄμπνευσιν, ζωῆς δέ μ' ἐλαφροτέρης ἐπίβησον, Ἧς χάριν ἀσχαλόω, καὶ κήδεα μυρί' ἀνέτλην. Ἀγγελικοῖς δὲ χοροῖσι φέρων πελάσειας ὁδίτην Οὐρανίου πυλεῶνος, ὅθι κλέος ἀστράπτοντος Τρισσοῖς ἐν φαέεσσιν ἑνὸς μεγάλοιο Θεοῖο.

ΜΓʹ. Πρὸς ἑαυτὸν κατὰ πεῦσιν καὶ ἀπόκρισιν. Ποῦ δὲ λόγοι πτερόεντες; ἐς

ἠέρα. Ποῦ νεότητος Ἄνθος ἐμῆς; διόλωλε. Τὸ δὲ κλέος; ᾤχετ' ἄϊστον. 1347 Ποῦ σθένος εὐπαγέων μελέων; κατὰ νοῦσος ἔκαμψε. Ποῦ κτῆσις καὶ πλοῦτος; ἔχει Θεός. Ἄλλα δ' ἀλιτρῶν Ἁρπαλέαις παλάμῃσι πόρε φθόνος. Οἱ δὲ τοκῆες, Ἠδὲ κασιγνήτων ἱερὴ δυάς; ἐς τάφον ἦλθον. Μούνη μοι πάτρη περιλείπετο· ἀλλ' ἄρα καὶ τῆς, Ὄρσας οἶδμα κελαινὸν, ὁ βάσκανος ἤλασε δαίμων. Καὶ νῦν ξεῖνος, ἔρημος ἐπ' ἀλλοτρίης ἀλάλημαι, Ἕλκων ζωήν τε λυπρὴν, καὶ γῆρας ἀφαυρὸν, Ἄθρονος, ἀπτολίεθρος, ἄπαις, τεκέεσσι μεμηλὼς, Ζώων ἦμαρ ἐπ' ἦμαρ ἀειπλανέεσσι πόδεσσι. Ποῖ ῥίψω τόδε σῶμα; τί μοι τέλος ἀντιβολήσει; Τίς γῆ, τίς δὲ τάφος με φιλόξενος ἀμφικαλύψει; Τίς δ' ὄσσοις μινύθουσιν ἐμοῖς ἐπὶ δάκτυλα θήσει, 1348 Ἦ ῥά τις εὐσεβέων, Χριστοῦ φίλος, ἦ ῥα κάκιστος; Ταῦτα μὲν αὔρα φέροι. Τυτθῆς φρενὸς ἥδε μεληδὼν, Εἴ τε τάφῳ δώσει τις ἐμὸν δέμας, ἄπνοον ἄχθος, Εἴ τε καὶ ἀκτερέϊστον ἕλωρ θήρεσσι γένοιτο, Θήρεσιν, ἠὲ κύνεσσιν ἑλώριον, ἢ πετεηνοῖς, Εἰ δ' ἐθέλεις, πυρίκαυστον ἐς ἠέρα χείρεσι πάσσοις, Ἠὲ κατὰ σκοπέλων μεγάλων ῥίψειας ἄτυμβον, Ἢ ποταμοῖσι πύθοιτο, καὶ ὑετίῃσι ῥοῇσιν Οὐ γὰρ ἄϊστος ἐγὼ μόνος ἔσσομαι, οὐδ' ἀσύνακτος. Ὡς ὄφελον! πολλοῖς τόδε λώϊον. Ἀλλ' ἄμα πάντας Ὕστατον ἦμαρ ἄγει περάτων ἄπο, νεύμασι θείοις, Εἴ που καὶ σποδιή τις, ὀλωλότα θ' ἅψεα νούσῳ. Ἓν δὲ τόδ' αἰάζω, καὶ δείδια βῆμα Θεοῖο, 1349 Καὶ ποταμοὺς πυρόεντας, ἀφεγγέα τ' αἰνὰ βέρεθρα Χριστὲ ἄναξ, σὺ δέ μοι πάτρη, σθένος, ὄλβος, ἅπαντα. Σοὶ δ' ἄρ' ἀναψύξαιμι, βίον καὶ κήδε' ἀμείψας.

Μ∆ʹ. Εἰς τοὺς διαβάλλοντας τοὺς μοναχοὺς, καὶ εἰς ἐπιπλάστως μονάζοντας.

Πρώην τις μὲ τρυφᾷν διετείνετο τῶν ἀνοήτων Καὶ διαθρυπτομένων, πλούσιος, ὑψιτένων· Ἄλλα τε πολλὰ λέγων, καὶ πλουτεῖν κῆπον ἔχοντα, Καὶ ἀπραγμοσύνην, καὶ μετρίαν λιβάδα. ∆άκρυα δ' αὖ σιγᾷς, εἶπον, τάλαν, ἠδὲ χαλινὰ 1350 Γαστρὸς, καὶ γονάτων τραύματα, κἀγρυπνίην. Οἷς μοναχοὶ νεκροῦσι τὰ σώματα, οἵ γε ἀληθῶς· Τοὺς γὰρ ἀπαιδεύτους ῥίψομεν ἐς κόρακας. Πράγματα δ' οἷα δοκεῖς ψυχὴν πάσχειν πολεμοῦσαν Σώματι, καὶ κόσμῳ ἀντικαθεζομένην; Οἱ μοναχοὶ τί λέγουσιν, ἀκούσατε, ὦ φιλόκοσμοι, Οἱ τῆς προσκαίρου, τῆς μεγάλης ὀφρύος· Κέκτησθε, πλουτεῖτε γάμος, τέκνα, πάντα τὰ τερπνὰ Ὑμέτερ', εἴτε τι γῆ, εἴτε θάλασσα τρέφει.