1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

39

Ἡμεῖς δ' ἂν πηγὴν, ἢ κηπίον, ἢ μικρὰν αὔραν, Ἢ σκιὰν ἐκ δένδρων, κτήματ' ἐλαφρότατα, Σχῶμεν, ἔπειτα τρυφὴν τόδε φάσκετε. Ἦ καὶ ἀναπνεῖν Οὐ δεῖ Χριστιανούς, τοῦτ' ἀδικεῖσθε μόνον; 1351 Εἷς νόμος, εἷς δὲ Θεὸς, κλῆσις μία· πάντας ὁμοίως Σωθῆναι Χριστὸς σάρκ' ἀποδυσαμένους Βούλεται. Ἀλλ' ἡμᾶς συνελαύνετε εἰς τὸ τέλειον, Ὡς χρέος ἀνθρώποις οὐδὲν ὑποσχομένους. Εἰ δὲ Θεῷ, τοῦτ' αὐτὸς ἐπίσταται, οὐχὶ σὺ κρίνειν Ἄξιος ὄντα κακὸν, χείρονα τραύματ' ἔχων. ὡς στυγνὸς, ὦ νεανίσκε, καὶ ὠχρὸς, κἀνυπόδητος, Αὐχμηρός τε κόμην, φθεγγόμενός τε μόγις! Καὶ ζώνης διαρεῖ τὸ χιτώνιον, ἥ τε μέλαινα ∆ιπλοῒς εὐτάκτως ἕλκετ' ἐς ἀστραγάλους. Ταῦτ' εἰ μὲν διὰ πίστιν, ὁ πᾶς βίος ἐστὶν ἔλεγχος· Εἰ δὲ ζωγραφίαν, ἄλλος ἐπαινεσάτω. 1352 Μηκέτι μήτ' ἀρότρου μελέτω τινὶ, μηδὲ δικέλλης, Μηδὲ φόρους διδότω, μὴ γονέας τρεφέτω. Ἔστω σοι πώγων τε βαθὺς, καὶ σάκκινος ἔσθος, Καὐχέν' ἐπιθρύπτων, δόγματα καινὰ τίθει. Ἂν δὲ σολοικίζῃς, καὶ πάντας ὁμοῦ καταλεύῃς, Ἄγγελος· οὐδὲ τρίχες ἰσχὺν ἔχουσ' ὀλίγην. Εἴ τις νῦν ἀκάθαρτον ἔχει βίον, ἢ πλεονέκτην, Ἢ χεῖρας φονίους, ἢ λεγεῶνα μέγαν, Μηδὲ μελῶν τήξει, μὴ δάκρυσι, μήτε πόνοισιν Αὑτὸν ἀποσμήχοι, μῦθος ἅπαντα τάδε· Ἀλλὰ βίβλους στρεφέτω, καὶ ῥήματα πάντ' ἀναλέξας, Αἱρεσιαρχείτω· τοῦτο λύσις κακίης. 1353 Κόπτειν σάρκα παχεῖαν ἐν εἴδεσι πᾶσιν, ἄριστον Εὐχαῖς, νηστείαις, φροντίσιν, ἀγρυπνίαις. τὸν μὲν γὰρ καθαρὸν, καθαρώτερον εἰκὸς ὑπάρξαι· Τὸν δὲ κακὸν, τῆξαι τῆς κακίης τι μέρος. Εἰ δέ τίς ἐστ' ἐπίπλαστος, ἐμοὶ καὶ τοῦτον ἀρέσκει Κόπτεσθ', ὥστε δίκας τῆς ἀπάτης διδόναι Τὰς παχέας σάρκας, καὶ γαστέρα ὄγκον ἔχουσαν Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται.

ΜΕʹ. Θρῆνος περὶ τῶν τῆς αὐτοῦ ψυχῆς παθῶν. ∆ύσμορος οἷα πάθον; τίς μοι

γόος ἄξιος ἔσται; Τίς πηγὴ δακρύων ἄρκιος; οἷα μέλη; Οὔτε μόρον παίδων τις ἑῶν ἐκλαύσατο τόσσον, 1354 Ἢ κεδνῶν τοκέων, ἠὲ φίλης ἀλόχου, Οὐ πάτρην γλυκερὴν μαλερῷ πυρὶ τεφρωθεῖσαν, Οὐ νούσῳ στυγερῇ ἅψεα τειρόμενα, Ὅσσον ἐγὼ ψυχὴν ὀλοφύρομαι αἰνὰ παθοῦσαν, (Φεῦ τάλας!) ὀλλυμένης εἰκόνος οὐρανίης. Ναὶ γὰρ δὴ μεγάλοιο Θεοῦ καὶ πλάσμα, καὶ εἰκὼν, Ἄνθρωπος, Θεόθεν εἰς Θεὸν ἐρχόμενος· Ὅστις ἄνω νεύσας, καὶ πνεύματι σάρκα πεδήσας, Χριστὸν ἔχει ζωῆς ἵλαον ἡγεμόνα· Κτῆσιν ἑὴν, γλῶσσάν τε καὶ οὔατα καὶ νόον αὐτὸν, Καὶ σθένος, ἐρχομένῳ πάντα διδοὺς βιότῳ, Ἁρπάζων κόσμου πολυχανδέος, ὅσσα κατεῖχεν Ἅρπαξ ἀλλοτρίων, ἀντίθεος Βελίας, 1355 Ἐς δὲ ταμεῖα φέρων πολὺ φέρτερα τῶν ἐπὶ γαίης, Τῶν διακλεπτομένων, ἢ καταλυομένων, Αὐτὸν ἀθρῆσαι ἄνακτα Θεὸν, καὶ πνεῦμα γενέσθαι, Σάρκ' ἀποδυσάμενος καὶ πάχος ἀντίτυπον, Ἀγγελικοῦ τε χοροῖο λαχεῖν στάσιν αἰγλήεντος Μεῖζον τῶν μεγάλων ἆθλον ἔχων καμάτων· Μηκέθ' ὁρῶν σκηνῆς ἐλαφρὸν τύπον, ὡς τοπάροιθεν, Μηδὲ νόμου γραπτὴν εἰκόνα λυομένην, Αὐτὴν δ' ἀτρεκίην καθαροῦ νοὸς ὄμματι λεύσσων, Μέλπων τ' ἐκ στομάτων ἦχον ἑορτάσιον. Τοῦτο τέλος βροτέης ζωῆς πέλει. Ἐς τόδ' ἀνέλκει Τῶν Χριστοῦ παθέων ὕβρις ἐπιχθονίους, Ὃς δούλου μορφὴν ἀνεδέξατο, καὶ θανάτοιο Γεύσατο, καὶ ζωῆς δεύτερον ἠντίασεν, Ὢν Θεὸς, ὢν ζωῆς ταμίης, αἰῶνος ὕπερθεν, 1356 Εἰκὼν ἀθανάτου πάντοτε Πατρὸς ὅλη, Ὄφρα με δουλοσύνης τε λύσῃ, θανάτοιό τε δεσμῶν, Κρείσσονα πρὸς ζωὴν ἔμπαλιν ἐρχόμενον. Ἀλλ' ἐγὼ οὐκ ἐφύλαξα Θεοῦ μυστήρια κεδνὰ, Μύστιν ἔχων ψυχὴν οὐρανίης ἀνόδου, Ἀλλὰ κάτω βρίθει με χοὸς πάχος, οὐδ' ἐδυνάσθην Ἰλύος ἐξαναδὺς, ἐς φάος ὄμμα βαλεῖν. Ναὶ βάλον· ἀλλὰ μέσον νέφος ἵστατο ὄσσε καλύπτον Σὰρξ ἐπανισταμένη πνεύματι σὺν χθονίῳ. Πολλὰ μὲν ἐν κραδίῃ μελεδήματα ἔνθα καὶ ἔνθα Στρωφᾶται, κενεὰ πλαζομένοιο νόου, Χριστὸν ἑκὰς βάλλοντα, Θεὸν Λόγον (οὐ δέχεται γὰρ Μίγνυσθαι ψυχῇ νυμφίος ἀλλοτρίῃ)· Πολλὰ δ' ἐπὶ γλώσσῃ κέαται κακὰ φάρμακ' ὀλέθρου. Γλῶσσα γὰρ ἀνθρώποις ἥμισυ