1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

41

Καὶ πλούτου κρατεροῦ κύδεϊ λυομένῳ. 1363 Ἄλλοι δ' αὖτ' ἀγοραῖς τε καὶ ἄλσεσιν, ἠδὲ λοετροῖς Τέρπονται, καὶ πνεῖν ἐν πολίεσσι μέγα, Εὐφήμοις τε λόγοισι καὶ ἑσπομένων ὀρυγμαδῶν Πεμπόμενοι, σοβαροί θ' ὑψόθεν ἐκ σανίδων. Πολλαὶ γὰρ θνητοῖσι πολυσχιδέος βιότοιο Τέρψιες· ἐν δὲ κακοῖς κέκραται εὐφροσύνη. Αὐτὰρ ἐγὼ τέθνηκα βίῳ, βαιὸν δ' ἐπὶ γαίης Ἆσθμα φέρω· φεύγω δ' ἄστεα καὶ μέροπας. Θήρεσι καὶ σκοπέλοισιν ὁμιλῶν, οἶος ἀπ' ἄλλων Ναιετάω λυπρὴν ῥωγάδα καὶ σχέδιον· Οἰοχίτων, ἀπέδιλος, ἀνέστιος, ἐλπίδι μούνῃ Ζώων, καὶ λώβη πᾶσι πέλω χθονίοις. Εὐνή μοι στιβάς ἐστι, τὰ ῥήγεα σάκκος ἐρυμνὸς, Καὶ κόνις ἐν δαπέδῳ δάκρυσι δευομένη. 1364 Πολλοὶ μὲν στενάχουσι σιδηρείοις ὑπὸ δεσμοῖς· Ἄλλους δ' αὖ τέφρην πυνθάνομ' εἶδαρ ἔχειν· Τοὺς δὲ ποτὸν δακρύοισι μεμιγμένον ἀλγινόεσσιν· Ἄλλους χειμερίαις βαλλομένους νιφάσι, Νύκτας τεσσαράκοντα καὶ ἤματα, δένδρεσιν ἶσα Ἑστάμεναι, κραδίῃ γῆς ἀπανισταμένους, Καὶ Θεὸν οἷον ἔχοντας ἐνὶ φρεσίν· ἄλλος ἔδησε Χείλεα, καὶ γλώσσῃ θῆκε χαλινὰ φέρων. Οὐ μὴν πάντα χαλινὰ, ὕμνοις δ' ἀνέηκε μόνοισιν, Ἔμπνοον ὡς κιθάρην πνεύματι κρουομένην. Καὶ Χριστῷ κεφαλήν τις ἑὴν ἀνέθηκε, φυλάσσων, Εὐχῆς εὐαγέος εἵνεκ', ἀκερσεκόμην. Ὄμματα δ' ἄλλος ἔπηξε, καὶ οὔασι θῆκε θύρετρα, Μή τι λάθῃ πέμψας κέντρον ἔσω θανάτου. 1365 Τοῖα μὲν ἐξ ἐμέθεν χοῒ φάρμακα δυσμενέοντι, Ἤδη καὶ πολιὴ ἄλκαρ ἐμῶν παθέων. Πολλαὶ δ' οὐκ ἐθέλοντα καταιγίδες ἀπροτίοπτοι Στρωφῶσιν, χαλεποῖς ἄλγεσι τειρόμενον. Αὐτὰρ ὁ οὔτε λόγοις ἐπιπείθεται, οὔτε μόγοισι ∆άμναται, οὔτε χρόνῳ κάμπτεται ὀκρυόεις· Ἀλλ' αἰεὶ ζωῆς κατεναντίον ὄμμασι τυφλοῖς Σπεύδει, καὶ κρημνοὺς, ὡς λεγεὼν, ποθέει. Εἰ δέ τί που καὶ βαιὸν ὑποείξειε Θεοῖο ∆είμασιν, ἠὲ πόνοις, ἢ Θεόθεν λογίοις, Ὥστε φυτὸν παλάμῃσι μεθελκόμενον κομέοντος, Γυροῦται προτέρην ἔμπαλιν ἐς κακίην. Ὦ μέλεοι, θανάτοιο βροτῶν γένος! Ὥς ῥα κακοῖσι ∆απτόμενοι, μανίῃ τερπόμεθ' ἡμετέρῃ. Οὔτε λόγον τίοντες, ὃν ἔνδοθι γινομένοισι 1366 Θῆκε Θεὸς, ζωῆς σπέρμα χαριζόμενος· Οὔτε νόμον τρομένοντες, ὃν ἔν ποτε λαϊνέῃσι Γράμματι ἀτρεκίην Χριστὸς ὑποσκιάων Πλαξὶν ἄναξ ἐχάραξε, καὶ ὕστατον ἐν κραδίῃσιν Ἡμετέραις, αἴγλῃ Πνεύματος εὐαγέος· Καὶ Χριστοῦ παθέεσσιν ἐναντία μητιόωντες, Οἷσίν μ' ἐκ παθέων εἵλκυσεν ἀργαλέων, Σάρκα λαβὼν, σταυρῷ τε παγεὶς, πήξας τε μέλαιναν Πλάσματος ἀμπλακίην, καὶ Βελίαο κράτος, Ὄφρα παλιγγενέες τε καὶ ἐκ τύμβοιο θορόντες, Χριστῷ σὺν μεγάλῳ κῦδος ἔχωμεν ἄνω. Πολλὰ μὲν δὴ πᾶσιν ἐπιχθονίοισι Θεοῖο ∆ῶρα, τὰ καὶ γλώσσης κρείττονα ἡμετέρης. Καὶ γάρ με πληγῇσιν ἀτασθαλέοντα δαμάζων, Ἕλκει πρὸς ζωὴν, καὶ φίλα μητιόων. 1367 Πάντα γὰρ εὐμενέοντι νόῳ μερόπεσσι κυβερνᾷ, Εἰ καὶ κρυπτὸν ἑῆς βένθος ἔχει σοφίης, Καὶ πολὺς ἡμετέρης γενεῆς ζόφος ἠδὲ Θεοῖο Ἵσταται ἐν μεσάτῳ, ὃν περόωσ' ὀλίγοι Ὄμμασιν ὀξυτάτοισι διαυγέες ἐκ βιότοιο, Καὶ καθαροὶ καθαρῆς ἁπτόμενοι σοφίης. Αὐτὰρ ἐμοὶ Χριστὸς περιώσιον εὖχος ὀπάζων, Πρῶτα μὲν εὐξαμένῃ νειόθεν ἐκ κραδίης Μητέρι δῶρον ἔδωκε, καὶ ἐκ τοκέων ὑπέδεκτο ∆ῶρον, ἐπεὶ τέκνου φέρτερον οὐδὲν ἔχον Ἐν πᾶσι κτεάτεσσιν· ἔπειτα δὲ θεῖον ἔρωτα Φάσμασιν ἐννυχίοις σώφρονος ἧκε βίου. Εἰ δ' ἄγε, νῦν ἀΐοιτε, θεόφρονες· οἱ δὲ βέβηλοι Ψυχὰς, ὑμετέροις οὔασι θέσθε θύρας. Παῖς μὲν ἔην ἁπαλὸς, πάϊς οὐ μάλα, ἡνίκα δὲ φρὴν 1368 Ἐσθλῶν ἠδὲ κακῶν εἰκόνος ἐγγράφεται, Οὔπω μὲν στερεοῖσι νοήμασιν εἶδος ἔχουσα, Ἤθεσι δ' ἀλλοτρίοις πρῶτα χαρασσομένη. Αὐτὰρ ἐμοὶ τοκέες νόον ἔγραφον οὔτι κακοῖσι Χρώμασι, τῆς δ' ἀρετῆς ἐσθλὰ διδασκομένῳ. Καὶ γὰρ δὴ πάντεσσιν ἐπιχθονίοισιν ἀγητοὶ Ἔσκον, ἐπ' εὐσεβίῃ θυμὸν ἔχοντες ἕνα, Ἶσον ὁμοῦ πολιῇ τε καὶ ἤθεσι κυδαλίμοισιν, Ἀνδρομέης ζωῆς, ὄλβιοι, εὐσθενέες, Μέτρα παρατροχάοντες. Ὁ μέν ποτε τηλόθι μάνδρης Ἑστηὼς μεγάλης, ἧς μέγα νῦν κρατέει Οὐκ ὄϊς, εἶτ' ὀΐων προφερέστατος, ἐξ ὀΐων τε Ποιμὴν, νῦν δὲ πατὴρ, καὶ νομέων νομέας. 1369 Οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἐλθὼν, Πουλὺ δ' ἀποκρύψας τοὺς προτέρους καμάτῳ.