1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

47

τεὸν, ἠδὲ βέρεθρον. Ἀλλ' ἀποχάζεο τῆλε, τεὰς δ' ἐπὶ χεῖρας ἰάλλοις 1399 Ἔθνεσιν ἢ πτολίεσσιν, ὅσαι Θεὸν οὐκ ἐνόησαν. Αὐτὰρ ἐγὼ Χριστοῖο λάχος, νηός τε τέτυγμαι, Καὶ θύος· αὐτὰρ ἔπειτα θεὸς, θεότητι μιγείσης Ψυχῆς. Ἀλλ' ὑπόεικε Θεῷ, καὶ πλάσματι θείῳ, Ἁζόμενος μῆνίν τε Θεοῦ, ψυχῶν τε χορείην Εὐσεβέων, ἦχόν τε διηνεκέεσσιν ἐν ὕμνοις.

ΝΕʹ. Ἀποτροπὴ τοῦ πονηροῦ, καὶ τοῦ Χριστοῦ ἐπίκλησις. Φεῦγ' ἀπ' ἐμῆς

κραδίης, δολομήχανε, φεῦγε τάχιστα· Φεῦγ' ἀπ' ἐμῶν μελέων, φεῦγ' ἀπ' ἐμοῦ βιότου. Κλὼψ, ὄφι, πῦρ, Βελίη, κακίη, μόρε, χάσμα, δράκων, θὴρ, Νὺξ, λοχέ, λύσσα, χάος, βάσκανε, ἀνδροφόνε· Ὃς καὶ πρωτογόνοισιν ἐμοῖς ἐπὶ λοιγὸν ἕηκας, 1400 Γεύσας τῆς κακίης, οὔλιε, καὶ θανάτου. Χριστὸς ἄναξ κέλεταί σε φυγεῖν ἐς λαῖτμα θαλάσσης, Ἠὲ κατὰ σκοπέλων, ἠὲ συῶν ἀγέλην, Ὡς λεγεῶνα πάροιθεν ἀτάσθαλον. Ἀλλ' ὑπόεικε, Μή σε βάλω σταυρῷ, τῷ πᾶν ὑποτρομέει. Σταυρὸν ἐμοῖς μελέεσσι φέρω, σταυρὸν δὲ πορείῃ, Σταυρὸν δὲ κραδίῃ· σταυρὸς ἐμοὶ τὸ κλέος. Οὐ λήξεις λοχόων με, κακόσχολε; οὐκ ἐπὶ κρημνοὺς, Οὐ Σόδομα βλέψεις, οὐκ ἀθέων ἀγέλας, Οἳ μεγάλην θεότητα διατμήξαντες ἔλυσαν, Ἀλλ' ἐπ' ἐμὴν πολιὴν, ἀλλ' ἐπ' ἐμὴν κραδίην; Αἰεί με δνοφεροῖσι νοήμασιν, ἐχθρὲ, μελαίνεις, Οὔτε Θεὸν τρομέων, οὔτε θυηπολίας. Οὗτος καὶ Τριάδος νόος ἔπλετο ἠχέτα κήρυξ· Καὶ νῦν τέρμα βλέπει. Βόρβορε, μή με θόλου, 1401 Ὡς καθαρὸς καθαροῖσι συναντήσω φαέεσσιν Οὐρανίοις. Αἶγλαι, δεῦτ' ἐπ' ἐμὴν βιοτήν· Τὰς δὲ χέρας τανύω, δέξασθέ με. Χαῖρε σὺ, κόσμε· Χαῖρε, μογηροφόρε· φείδεο τῶν μετ' ἐμέ.

Νςʹ. Κατὰ τοῦ αὐτοῦ. Θεὸν βοῶ. Τί τοῦτο; φεῦγέ μοι τάχος, Φεῦγ', ὦ κάκιστον

θηρίον, βροτοκτόνον, Τί μοι διοχλεῖς οὐδὲν ἠδικημένος; Τῶν σῶν συῶν πλήρωσον εἰσελθὼν βάθη. ∆έξονθ' ἑτοίμως εἰς βυθοὺς πεσούμενον. Ἐμοῦ δ' ἀπόσχου, μή σε τῷ σταυρῷ βάλω, Ὃν πάντα φρίσσει καὶ τρέμει φόβῳ κράτους. 1402

ΝΖʹ. Κατὰ τοῦ πονηροῦ. Φεῦγ' ἄπο τὰς γραμμὰς, ὦ βάρβαρε, μή με διόχλει.

Φεῦγε, πονηρὸς ἅπας· Χριστὸς ἐμοὶ γράφεται, Μή με φύγῃ τὸ νόημα συνηγμένον· ἔῤῥετε πάντες, Οὓς μὴ Χριστὸς ἄγει τῆλ' ἀπὸ τῶν χθονίων.

ΝΗʹ. Κατὰ τοῦ αὐτοῦ. Καὶ τοῦτο τῆς σῆς, ὦ κάκιστε, προσβολῆς. Τὸν νοῦν

ἐφέρπεις εὐστρόφοις ἑλίγμασι, Πείθων τὸ λεῖον ἁρπάσαι τῆς ἡδονῆς. Ἀλλ' οὔτι πείσεις· τοῦτ' Ἀδὰμ πέπεικέ με. Εἰς γῆν ἀποστράφηθι, καὶ κάραν πατοῦ. Εἰ δ' ἰσχύς ἐστι μικρὸν ἐγχρίψαι ποδὶ, Κρεμῶ σε χαλκοῦν, ὡς βλάβην ὁρῶν φύγω. 1403

ΝΘʹ. Κατὰ τοῦ αὐτοῦ. Ἄπελθ', ἄπελθε, δυσμενὲς, βροτοκτόνε· Ἄπελθε,

δεινῶν ὄμμα, λυσσῶδες κακόν· Ἄπελθε. Χριστὸς ἔνδον, ᾧ φέρων ἐμὴν Ψυχὴν δέδωκα. Φεῦγ' ἀπειπὼν ὡς τάχος. Ὠὴ βοηθεῖτ', ἄγγελοι παραστάται! Ὠὴ τυραννὶς, καὶ κλοπὴ προσέρχεται. Ὧν μ' ἐξέλεσθε, ναὶ, φίλοι, λιθάζομαι.

Ξʹ. Κατὰ τοῦ αὐτοῦ. Ἦλθες μὲν, ἦλθες, ὦ κάκιστ', ἀλλ' ἐσχέθης. Ὡς καπνὸν εἶδον, ᾐσθόμην καὶ τοῦ πυρός. Ὀσμὴ δριμεῖα, τοῦ δράκοντος ἔμφασις. Σταυρὸν δ' ἐφίστημ', ὃς φύλαξ ζωῆς ἐμῆς, Ὃς πάντα κόσμον συνδέων, Θεῷ φέρει. 1404 Τοῦτον φοβηθεὶς, εἶκε, μὴ πάλιν φανῇς. Καλεῖ μ' ἄχραντον ἡ χάρις παραστάτην. Πόσον πιέζεις δή με τοῖς κακοῖς; πόσον; Ἐμοὶ Θεὸς τέθνηκε, κ' αὖθις ἔγρετο. Αἰδοῦ τὸ λοῦτρον· εἶξον, ὦ βροτοκτόνε. Ὡς ἡδονῇ με πρῶτον ἔκλεψας πικρᾷ, Οὕτω κακῶς με σήμερον κτεῖναι θέλεις. Ἄπελθ', ἄπελθε· τῆς πάλης γὰρ ᾐσθόμην. Κἂν σῶμ' ἔχῃς