1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

52

καὶ κῦδος ἔχουσαν, Ἄλλοις κῦδος ἄμοχθον, Ἄναξ, πόρες. Αὐτὰρ ἔμοιγε Καὶ τὸ φίλον παθέεσσι καὶ ἄλγεσι σεῖο λαβέσθαι.

ΠΕʹ. Ἐπιστρεπτικὴ πρὸς Θεὸν νουθεσία. Πῆ σε φέρων Χριστοῖο τόσον ἀπενόσφισε δαίμων Κλεπτόμενον γλώσσῃ τε, καὶ οὔασι, καὶ φαέεσσι, Θυμὲ τάλαν; ποῦ φωτὸς ἐνηέος ἐκτὸς ἐλαύνεις, Βρασσόμενός τε πόθοισι καὶ ἀργαλέαις μελεδῶσι, Καὶ σκιόεντα φόβον τρομέων, ἀπάταις τε λιτουργῶν Τηκόμενος, φθινύθων τε χόλου ζείοντος ἐρωαῖς; 1432 Μηκέτι πλάζεο, θυμὲ, νόου στροφάλιγξιν ἀλήτου, Μηδὲ τεῆς ζωῆς ἐπιλήθεο, σαρκὶ πελάζων Σαρκός τε σκοτίοισι καὶ ἀμφαδίοισι κακοῖσιν. Πάντα κάτω δονέοιτο κακαῖς βιότοιο θυέλλαις. Πάντα χρόνος πεσσοῖσιν ὁμοίϊα τῇδε κυλίνδοι, Κάλλος, ἐϋκλείην, πλοῦτον, κράτος, ὄλβον ἄπιστον· Αὐτὰρ ἐγὼ, Χριστοῖο δεδραγμένος, οὔποτε λήξω Ἐλπίδος, ἔστ' ἂν ἴδω Τριάδος σέλας εἰς ἓν ἰούσης, Εὖτε λάχος μεγάλοιο Θεοῦ, σάρκεσσι κερασθὲν, Εἰκὼν ἡ προτέρη, μιχθήσεται οὐρανίοισιν.

Πςʹ. Παραίνεσις πρὸς ἑαυτόν. Κόσμον πόριζε τῷ παρόντι τὸν μέγαν, ∆ιαπτύων ἅπαντα τῶν τῇδ' εὐκόλως. 1433 Σκηνὴν θεάτρου μείζονος. Πείθου Λόγῳ Τῷ συμπαγέντι σὴν χάριν. Λέγει δὲ τί; Ἴωμεν ἔνθεν· καὶ γὰρ ἦλθον ἐνθάδε, Ἄνω σε θήσων τὸν πεσόνθ' ἁμαρτίᾳ. Θεὸς καλεῖ. Σπεύδωμεν ἐπτερωμένοι.

ΠΖʹ. Περὶ τοῦ πρὸς Θεὸν πόθου. Μῆτερ ἐμὴ, τί μ' ἔτικτες, ἐπεὶ πολύμοχθον ἔτικτες; Τίπτε με τῷδε βίῳ δῶκας ἀκανθοφόρῳ; Εἰ μὲν σύ γ' ἐπέρησας ἀκηδέα, ὥς τις ἄσαρκος, Θαῦμα μέγ'· εἰ δ' ἐδάμης, οὐ φιλέουσα τέκες. Ἄλλην μέν τ' ἄλλος τις ἀνὴρ βιότοιο κέλευθον Τέμνει γειομόρος, αὐτὰρ ὁ ποντοπόρος· Θηρολέτης ἄλλος τις, δ' ὁ ἔγχεϊ χεῖρα κορύσσων· Καί τις ἀοιδοσύνης ἴδρις, ὁ δ' ἀθλοφόρος. 1434 Αὐτὰρ ἐμοὶ Θεός ἐστι λάχος, καὶ ἄλγεα πολλὰ, Καὶ νούσῳ στυγερῇ τῇδ' ὀλιγοδρανέειν. ∆άπτε με, δάπτε μ', ἀλιτρέ. Πόσον χρόνον; αὐτίκα γάρ σε Λείψω σὺν χαλεποῖς πήμασι γηθόσυνος. Μῆτερ ἐμὴ, τί μ' ἔτικτες, ἐπεὶ Θεὸν οὔτε νοῆσαι, Οὔτε φράσαι δύναμαι τόσσον, ὅσον ποθέω; Βαιὴ μέν τις ἔμοιγε νόου περίλαμψεν ὀπωπὰς Ἰσοφάους Τριάδος λάμψις ἐπουρανίης Τὸ πλεῖον δ' ὑπάλυξεν (ἔχω δ' ἄχος), ὡς στεροπή τις, Πρίν με φάους κορέσαι, ὦκα παριπταμένη. Εἰ δέ σε κεῖθεν ἕλοιμι, φίλη Τριὰς, οὐκέτι μητρὸς Μέμψομ' ἐμῆς λαγόσιν. Εἰς ἀγαθὸν γενόμην. Ἀλλὰ σάω με, σάω με, Θεοῦ Λόγε, ἐκ δέ με πικρῆς Ἰλύος ἐξερύσας, ἐς βίον ἄλλον ἄγοις, 1435 Ἔνθα νόος καθαρός σε φαάντατον ἀμφιχορεύει, Μηκέθ' ὑπὸ σκιερῆς κρυπτόμενος νεφέλης.

ΠΗʹ. Εἰς τὴν ἑαυτοῦ ψυχὴν στίχοι ἡμίαμβοι. Τί σοι θέλεις γενέσθαι; Ψυχὴν

ἐμὴν ἐρωτῶ. Τί σοι μέγ', ἢ τί μικρὸν Τῶν τιμίων βροτοῖσι; Ζήτει μόνον τι λαμπρὸν, Καὶ δώσομεν προθύμως. Θέλεις τὰ Γύγεώ σοι Τοῦ Λυδίου γενέσθαι, Καὶ δακτύλῳ τυραννεῖν, Τὴν σφενδόνην ἑλίσσων, Κρύπτουσαν, εἰ κρύπτοιτο, Φαίνουσαν, εἰ φαίνοιτο; Θέλεις τὰ Μίδεώ σοι Τοῦ πλουσίως θανόντος, Ὧ χρυσὸς ἦν τὰ πάντα, 1436 Χρυσοῦν φέροντα λιμὸν, Εὐχῆς δίκην ἀμέτρου; Θέλεις λίθους διαυγεῖς, Πλάτη τε γῆς λιπώσης, Καὶ ποιμνίων ἀριθμοὺς, Βοῶν τε καὶ καμήλων; Οὐ ταῦτα δώσομέν σοι· Λαβεῖν γὰρ οὐδὲ λῷον, Ἀλλ' οὔτ' ἔμοιγ' ἀνυστόν. Ἔῤῥιψα γὰρ μερίμνας, Ἀφ' οὗ Θεῷ προσῆλθον. Θέλεις θρόνους τε κ' ἀρχὰς, Καιροῦ φρύαγμα πίπτον, Ἵν' αὔριον καθεσθῇς Κάτω βλέπων ταπεινὸν, Ἄλλου τραχηλιῶντος, Ὃς ἦν παραστάτης σοι, Τυχὸν δὲ καὶ κακῶν τις; Θέλεις γάμῳ δεθῆναι, Βλακεύμασιν ἀνάγνοις, Καιροῖς δὲ συστραφῆναι· Θέλεις νόσον γλυκεῖαν, Εὐτεκνίας μέριμναν; Εὐτεκνίαν δ' ἂν εἴπω ∆υστεκνίαν, τί φήσεις; 1437 Θέλεις λόγοις βοᾶσθαι, Καὶ συλλέγειν θέατρα; Ποθεῖς νόμους πιπράσκειν Οὐκ ἐνδίκοις παλαισμοῖς, Φέρειν τε καὶ φέρεσθαι Πρὸ βημάτων