1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

53

ἀθέσμων; Αἰχμὴν θέλεις τινάσσειν, Πνέων ἀρήϊόν τι, Καὶ στέμμα τ' ἐξ ἀγώνων, Θηροκτόνον τε κάρτος; Ποθεῖς κρότους ἐν ἄστει, Καὶ χάλκεος τυποῦσθαι; Σκιὰν θέλεις ὀνείρων, Μεταῤῥέουσαν αὖραν, Ῥοῖζον βέλους ἀνίχνου, Ψόφον χερὸς κροτούσης; Τί γὰρ μέγ' εὖ φρονοῦσι Τῶν σήμερον μὲν ὄντων, Ἐς αὔριον δ' ἀπόντων· Ὧν καὶ κακοῖς μέτεστιν, Ὧν οὐ συνέρχεταί τι Ἐντεῦθεν ἐξιοῦσι; Τί οὖν; ἐπεὶ τάδ' οὐχὶ, Τί σοι θέλεις γενέσθαι; Θέλεις θεὸς γενέσθαι, Θεὸς, Θεοῦ μεγίστου Παραστάτης φαεινὸς, 1438 Σὺν ἀγγέλοις χορεύων; Ἴθι, πρόβαινε, ταρσοὺς Ὀξυπτέρου μενοινῆς Κυκλουμένη πρὸς ὕψος. Ἐγὼ πτερὸν καθαίρω Ἐγὼ λόγοις ἐπαίρω, Ὡς εὔπτερόν τιν' ὄρνιν Ἐς αἰθέρα προπέμψω. Σὺ δ', εἰπέ μοι, κάκιστον Ὧ σαρκίον δυσῶδες, Ἐπεὶ συνεζύγην σοι, Ἡ δεσπότις μαγείρῳ, Τί σοι θέλεις γενέσθαι, Πρὸς τὸ πνοὴν κρατεῖσθαι; Οὐ γὰρ πλέον χρεωστῶ, Κἂν πόλλ' ἔχειν βιάζῃ Θέλεις τράπεζαν εὔπνουν Μύρων τε, καὶ μαγείρων Σοφίσμασιν περισσοῖς; Καὶ βαρβίτων χερῶν τε Κροτήματ' οὐκ ἄνοιστρα; Ἁβρῶν κλάσεις τε παίδων Κινουμένων ἀνάνδρως, Καὶ παρθένων ἑλιγμοὺς Γυμνουμένων ἀθέσμως; 1439 Ἃ τοῖς πότοις τυποῦσιν Ὅσοι φιλοῦσιν ὕβριν, Τὸν μαινόλην ἑτοίμως Ὑποφλέγοντες οἶνον. Ταῦτ' εἰ θέλεις παρ' ἡμῶν, Ἔχεις μὲν, ἀγχόνην δέ. Τοιαῦτα τοῖς ἀπλήστοις Ἐγὼ φίλοις πορίζω. Οἶκός σε πέτρινός τις Αὐτώροφος καλύπτῃ, Ἢ μικρὸν ἔργον ὥρας, Εἰ δεῖ τι καὶ πονῆσαι. Τὸ δ' ἔσθος ᾖ καμήλων Τρίχες, νόμῳ δικαίων, Ἢ καὶ δέρος, παλαιᾶς Γυμνώσεως κάλυμμα. Στιβὰς μὲν ἡ τυχοῦσα, Ποαὶ, κλάδοι τε θάμνων Ἅπλωμα πορφυροῦν τι, Καὶ συμπόταις ἀταρβές. Τράπεζα δ' αὐτόθεν σοι Γλυκὺ πνέουσ' ἀνείσθω, Ἃ γῆ φίλη δίδωσιν Ἄτεχνα δῶρα πᾶσιν. Ἐπεὶ δ' ἐθήκαμέν σε, Καὶ θρέψομεν προθύμως. 1440 Θέλεις φαγεῖν; ἔχ' ἄρτον. Ἔχ' ἄλφιτ', εἰ παρείη· Ἅλες δέ σοι τὸ πέμμα, Θύμος θ' ὃν οὐ μετροῦμεν, Ἀπραγμάτευτον ὄψον· Ἔνδεια δ' ἄλλο μεῖζον. Θέλεις πιεῖν; βρύει σοι Ὕδωρ, κρατὴρ ἀείῤῥους, Ποτὸν μέθης ἄποιον, Ἀκλήματον γάνυσμα. Ζητεῖς δὲ καὶ τρυφᾷν τι; Μηδ' ὀξίνης φθονείσθω. Ἀλλ' οὐ τάδ' ἀρκέσει σοι; Τετρημένῳ ποθεῖς δὲ Πίθῳ κακῶς ἐπαντλεῖν Τὰς ἡδονὰς ἀπλήστως; Ἄλλον πόθει ποριστήν. Ἐμοὶ γὰρ οὐ σχολή σε Θάλπειν σύνοικον ἐχθρὸν, Ἵν' ὡς ὄφις κρυμωθεὶς, Θέρμῃ δ' ἔπειτα λυθεὶς, Ἐγκόλπιός με τρώσῃς, Θέλεις δόμους ἀμέτρους Χρυσωρόφους, γραφῆς τε 1441 Καὶ ψηφίδος σοφισμοὺς, Κινουμένους σχεδόν τι· Πλακός τε λάμψιν ἁβρᾶς Ἀντίχροον, πολύχρουν; Θέλεις περιῤῥέουσαν Ἐσθῆτα τῶν ἀθίκτων, Ἐν δακτύλοις τε πλοῦτον, Γελώμενόν τε κάλλος Τοῖς σωφρονεῖν μαθοῦσιν, Ἐμοὶ δὲ καὶ μάλιστα Ὧ κάλλος ἐστὶν εἴσω; Τοῖς μὲν κάτω δὴ ταῦτα Ὑμῖν βροτοῖσι φάσκω, Οἳ ζῆτε τὸ πρὸς ὥραν, Μηδὲν πλέον βλέποντες. Τοῖς δ' εὐγενῶς βιοῦσιν, Ἐπαξίως τε μοίρας Τῆς ἐκ Θεοῦ κραθείσης Τῷ πηλινῷ πάχει μου (Σκόπει πένητος ὄγκον), Οἵαν τροφὴν χορηγῶ; ∆ίελθέ μοι φλογώδη Ῥομφαίαν, ὦ θεόφρον. Θείων γενοῦ γεωργὸς Φυτῶν Λόγῳ θαλλόντων, Ὧν μ' ἐστέρησεν ἐχθρὸς 1442 ∆ι' ἡδονῆς συλήσας. Ξύλῳ πάλιν πρόσελθε Ζωῆς ἀεὶ μενούσης. Ἡ δ' ἔστιν, ὡς ἀνεῦρον, Γνῶσις Θεοῦ μεγίστου, Φάους ἑνὸς τριλαμποῦς, Πρὸς ὃν τὰ πάντα τείνει. Οὕτω μὲν αὐτὸς αὑτῷ Πᾶς τις σοφῶν λαλήσει. Ὃς δ' οὐ θέλει λαλῆσαι, Μάτην βίον παρῆλθεν, Εἴ περ μάτην παρῆλθεν, Μὴ σὺν κακῷ μεγίστῳ. ΠΘʹ. Εἰς τὴν νόσον. Ἦν, ἦν, ὅτ' ἤνθουν· ἀλλὰ νῦν εἰμ' ἄχλοος· Οὔτε πρὶν ἤρθην, οὔτε νῦν κατεστάλην. Ἀνθεῖν, ἀπανθεῖν, ἄλλο· οὐκ ἄλλος δ' ἐγώ. 1443 Ἐξ ἰατρῶν πάρειμι τοῦτο κερδάνας, Τὸ μή τι, Χριστὲ, σοῦ φέρειν ἀνώτερον, Παρ' οὗ τὰ πάντα, καὶ τὸ φαρμάκων σθένος. Ἰδοὺ τὰ θερμά. Τὴν κολυμβήθραν ἔχω. Ποῦ δ' ἄγγελός μοι; δεῦρο, φαρμάσσοις ὕδωρ. Εἰ δ' οὒ, σὺ, Σῶτερ, εἰπὲ, καὶ παγήσομαι. Πέπληγμ'· ἔχω τι κέντρον εἰς Θεοῦ φόβον. Οἶδ' εὖ πεπονθώς. Ἀλλ' ἐπίσχες τὴν νόσον. Εἰ δ' οὐ φίλον σοι, δός γε καρτερῶς φέρειν. Ἐξηπόρημαι, Χριστέ μου· καὶ τί δράσω; Κριτὴς μὲν εἶ δίκαιος, ἀλλὰ καὶ πρᾶος. Ποῦ σου τὸ χρηστόν; ἢ μόνοι λελήσμεθα; Ἔῤῥιψεν, ἔῤῥιψέν με συγκόψας Σατάν. Σὺ δ' ἐκδέδωκας τῷ κακῷ· τίς