1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

3

Εἷς Θεὸς ἀμφοτέρωθεν· ἐπεὶ θεότητι κερασθεὶς, Καὶ βροτὸς ἐκ θεότητος ἄναξ καὶ Χριστὸς ὑπέστη. Καινὴ δ' ἔπλετο μίξις, ἐπεὶ προτέρην ἀθέριξα. Πρῶτον ἐγὼ πνοιῆς θείης λάχον, ὑστάτιον δὲ Χριστὸς ἐμὴν ψυχήν τε καὶ ἅψεα πάνθ' ὑπέδεκτο, Κεῖνον Ἀδὰμ τὸν πρόσθεν ἐλεύθερον, ὃς γυμνὸς ἦεν Ἀμπλακίης, πρὶν ὄφιν τε ἰδεῖν, καρποῦ τε πάσασθαι Καὶ θανάτου, θυμὸν δὲ νοήμασιν ἔτρεφεν ἁπλοῖς 535 Οὐρανίοις, μύστης τε Θεοῦ θείων τε φαεινός. 535 Τὸν μὲν ἀναπλάσσων, βροτέην Θεὸς ἐς φύσιν ἦλθεν, Ὥς κεν ἀεθλεύσας τε καὶ ἐκ θανάτοιο φονῆα Νικήσας, γεῦσίν τε χολῇ, καὶ χεῖρας ἀθέσμους Ἥλοισι, σταυρῷ τε φυτὸν, καὶ ὕψεϊ γαῖαν, Πρὸς ζωὴν παλίνορσον Ἀδὰμ καὶ κῦδος ἀνάξῃ. Πείρασι δ' ἁπλώσας ἱερὸν δέμας, ὃν βροτὸν αὐτὸς Ἐκ περάτων συνάγειρε, καὶ εἰς ἕνα δήσατο φῶτα, Καὶ μεγάλης θεότητος ἐν ἀγκοίνῃσιν ἔθηκεν, Αἵματι μὲν Ἀμνοῖο μολύσματα πάντα καθῄρας, Οἴμου δ' οὐρανίης θνητοῖς ἀγὸς ἔνθεν ἀερθείς. Ὦ Ἄνα, τίς δέ κε σεῖο νόον καὶ βένθος ἀνεύροι, Ὃς σταγόνων ὑετοῖο, καὶ ὃς ἁλίης ψαμάθοιο Οἶδας ἀριθμὸν ἅπαντα, καὶ ὃς ἀνέμοιο κελεύθους; 536 Τίς δέ κεν αὖ γνώσοιτο τεῆς, Μάκαρ, ἴχνια βουλῆς, Ὑψιμέδων ὡς πάντ' ἐφορᾷς καὶ πάντα κυβερνᾷς, Αἰὼν ὅσσα κέκευθεν ἀπείριτος; Ἐς δὲ σὲ τείνων Νοῦς μερόπων τυτθὸν λεύσσει σέλας, οἷα τάχιστα Ἀστεροπὴν φεύγουσαν ἀπ' ἠέρος. Ἀλλὰ τόδ' ἔμπης Ἀτρεκὲς, ὡς παθέεσσι τεοῖς βροτὸν ἔνθεν ἀείρας, Ἐς βίον ἄλλον ἔθηκας ἐλεύθερον ἀντὶ κακοῖο. Πρόσθε μὲν ὠδίνεσκε βίος καὶ κόσμος ἔραζε, Καὶ χθονίων βασιλῆα πολὺς ἀμφίστατο λαὸς, Οὓς μεγάλου Βασιλῆος ἀφήρπασε κερδοσύνῃσι. Νῦν δ' αἰνῆς κακίης Χριστὸς ἀπὸ χειρὸς ἐρύσσας, Ἂψ ἀνάγει πρὸς Ἄνακτα μέγαν καὶ κόσμον ἀρείω. 537 Κεῖνο γάμος μερόπεσσι, τὸ δ' ἀζυγίη θεοειδής. Κόσμος ὁ μὲν γαίης, ἡ δ' οὐρανίοιο χορείης. Ἄπνοα δ' ὡς πινάκεσσιν ἀνὴρ εἴδωλα χαράσσων, Βαιοῖς μὲν πρώτιστον, ἀμυδροτέροις τε τύποισιν Εἶδος ὑποσκιάει πειρώμενος· αὐτὰρ ἔπειτα Χρώμασι παντοδαποῖσιν ὅλην ἐστήσατο μορφήν· Ὣς ἄρα παρθενίη Χριστοῦ λάχος αἰὲν ἐόντος, Πρόσθε μὲν ἐν παύροισι φαείνετο, καὶ σκιόεσσα, Μέσφ' ὅτε καὶ βασίλευε νόμος, χρώμασσιν ἀφαυροῖς Φαινομένοις, κρυπτόν τ' ὀλίγοις ὑπελάμπετο φέγγος. Αὐτὰρ ἐπεὶ καὶ Χριστὸς ἁγνῆς διὰ μητρὸς ὁδεύσας Παρθενικῆς, ἀδέτοιο, θεουδέος, ἀχράντοιο (Νόσφι γάμου καὶ πατρὸς ἐπεὶ χρέος ἦε γενέσθαι), Ἥγνισε θηλυτέρας, Εὔαν δ' ἀπεσείσατο πικρὴν, 538 Καὶ σαρκὸς δ' ἀπέπεμψε νόμους, μεγάλοις τε λόγοισι Πνεύματι γράμμ' ὑπόειξε, καὶ ἡ χάρις ἐς μέσον ἦλθεν· ∆ὴ τότε παρθενίη στράψεν μερόπεσσι φαεινὴ, Λυομένη κόσμοιο, λύουσά τε κόσμον ἀφαυρὸν, Τοσσάτιον προφέρουσα γάμου βιότοιό τε δεσμῶν, Ὁσσάτιον ψυχὴ προφερεστέρη ἔπλετο σαρκὸς, Καὶ χθονὸς οὐρανὸς εὐρὺς ὅσον βιότοιο ῥέοντος Ἑστηὼς μακάρεσσιν, ὅσον Θεὸς ἀνδρὸς ἀρείων. Καὶ χορὸς ἀμφὶ Ἄνακτα φαεσφόρον ἵστατ' ἀμεμφὴς, Οὐράνιος, γαίηθεν ἐπειγόμενος Θεὸς εἶναι, Χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, Τεθνηὼς χθονίοισιν, ἐπουρανίοισι μεμηλὼς, Λαμπτῆρες κόσμοιο, διαυγέα φωτὸς ἔσοπτρα, Οἳ Θεὸν εἰσορόωσι, καὶ ὧν Θεὸς, οἵ τε Θεοῖο. ∆εῦρ' ἄγ', ὅσαι πλευρῇσιν ὁμόφρονες, ἠδὲ γάμοιο 539 Μυστίδες, ὑψικάρηναι καὶ ὄμματα γοργὰ φέρουσαι, Καὶ χρυσὸν λιθάκεσσι μεμιγμένον εὐγενέεσσι, Καὶ μαλακοὺς ἁπαλοῖσι περιῤῥεθέεσσι χιτῶνας, Λέξαθ' ὅσα θνητοῖσι γάμος καὶ δεσμὸς ὀπάζει Κέρδεα, καὶ μετέπειτα καλέσσομεν ἄζυγα μοίρην. Αἱ μέν τοι ἐρέουσιν ἐπίτροχα φυσιόωσαι· Κέκλυτε δ', ὦ φίλα τέκνα γάμου, χθονίων βασιλῆος, Ἡμεῖς, ᾗσι μέμηλε γάμος καὶ δεσμὰ βίοιο, Ἀνδρομέης γενεῆς, καὶ αἵματος ἡμετέροιο, Ὃν Πάϊς ἀθανάτοιο Πατρὸς ἐστήσατο θεσμὸν Ἐξέτι τοῦ, ὅτε πρῶτον Ἀδὰμ πλευρῇ συνέδησε, Καρπὸν ἀπ' ἀνθρώποιο πέλειν βροτὸν, ἐκ δὲ γόνοιο, Καίπερ θνητὸν ἐόντα, μένειν σταχύοντα τέκεσσιν, 540 Τόνδε νόμον τίουσαι, ὁμοζυγέην τ' ἐρατεινὴν, Ἀλλήλαις συνέβημεν, ἐπεὶ χοὸς ἐκγενόμεσθα, Χοῦ νόμον ἠδὲ Θεοῖο παλαίτατον ἀμφιέπουσαι. Καὶ γὰρ δὴ φύσιες μὲν ὅσαι λάχον οὐρανὸν εὐρὺν, Ἀζυγέες, παθέων τε καὶ ἀργαλέων μελεδώνων