1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

9

Νυκτὶ μιῇ τάδε πάντα, καὶ ἤματι πολλάκι μούνῳ. Ἑλκομένη πλοκάμους, κόσμον τ' ἀπὸ τῆλε βαλοῦσα Νυμφίδιον, δρύπτουσα παρήϊα χερσὶν ἀραιαῖς, Αἰδὼ παρθενίης πικροῖς παθέεσσι λιποῦσα, Αἰνόμορον καλέουσα πόσιν, καὶ οἶκον ἔρημον Μυρομένη, χῆρόν τε λέχος, καὶ πένθος ἄωρον. Σιγήσω τοκετοῖο βέλη καὶ ἄχθεα νεκρὰ Μήτρης ἐν λαγόνεσσι, πικρὸν καὶ ἀμήτορα καρπὸν, Οὐ τεκέων, τεκέων δὲ τάφους πάρος, εἶτα τεκούσας, Πρεσβυτέρους τοκετοῖο μόρους, ἄλοχόν τε λοχείην. Σιγῶ δ' ἠλιτόμηνα, καὶ ἔκφρονα, καὶ παράσημα, 572 Λώβην ἀνδρομέης γενεῆς, καὶ παίγνια σαρκός. Ταῦτα ταλαντεύοι τις, ὅπη πλάστιγγος ἐρωὴ ∆ερκόμενος, καὶ πολλὸν ἐμὸς βίος ὕψος ἀνέλκοι Πρὸς Θεὸν ὑψιμέδοντα, πᾶσι περίφαντος ἀρίστοις. Αἴσχεα δ' ἀλλήλων σιγήσομεν· ὣς γὰρ ἔοικε Παρθενίης στόμα σεμνὸν ἐπεσβολίας ἀλεείνειν. Εἰ δὲ σὺ παρθενίῃ προφέρεις θεοειδέϊ μώμους, Εἴ πού τις καὶ βαιὸν ἐμὴν ᾔσχυνε πορείην, Καὶ Χριστοῖο χιτῶνα τὸν ἄσπιλον αἴσχεϊ μίξε, Σῶν ἀγαθῶν τὸ πρῶτον ἐν ἀμπλακίῃσιν ὑποστὰς, Ὀψίγαμος, ἁγνοῦ τε φυγὰς μεγάλου βιότοιο· Μνήσω δὴ καὶ ἐγὼ κλοπέης πανταίσχεος εὐνῆς, Ἣν ἀλιτροὶ κλέπτουσι, Θεοῦ πατέοντες ἀπειλός. Τοῦτο γὰρ ἐν θνητοῖσι κακῶν ὀλοώτατόν ἐστι 573 Πάντων, καὶ μαλεροῖο πυρὸς πλέον ἔγκατα δάπτον, Εὖτέ τις ἀλλοτρίῃ πελάων κακομήχανος εὐνῇ, Καὶ γόνον ἀμφήριστον ἔχει, καὶ δεσμὸν ἔρωτος. Ἀλλὰ σὲ μὲν μοιχοὶ καὶ ἀλάστορες οὔτι γάμοιο Εἴργουσιν· γαμέει δὲ καὶ ὃς ἐνὶ φάσγανον ἧκε ∆υσμενέος πλευρὴν μοιχοκτόνον, εἰσέτι λύθρου Στάζων ἀνδρομέοιο, καὶ ὃς ὑπάλυξεν ἀκωκήν. Τῶν δέ με τίς Χριστοῖο πόθον ἀποτηλόθι θήσει Ἀφραδέων, ψηφὶς δὲ μικρὴ ῥόον εὐρὺν ἐφέξει; Οὐ θέμις, οὐδ' ἐπέοικεν, ἐπεὶ πολὺ λώϊόν ἐστιν, Αἰρομένων πλεόνων, πίπτειν τινὰς (εἰ θέμις εἰπεῖν Τόνδε λόγον γλώσσῃσιν ἐναντίον), ἠὲ χαμάζε Μίμνειν δειδιότας, μή που πτερὸν ἐς χθόνα ῥεύσῃ. Οἱ μὲν γὰρ ἐσθλοὶ, Χριστοῦ κλέος, οἱ δὲ κάκιστοι, 574 Ὥς τε λίθον πέμποντες ἐς οὐρανὸν ἀφραδίῃσι, ∆έχνυνται κακίην τε καὶ αἴσχεα οἷσι καρήνοις Ἄγγελος ἦν τοπάροιθεν Ἑωσφόρος. Ἀλλὰ πεσόντος, Οὐρανίοις παρέμιμνεν ἑὸν κλέος, ὡς δὲ μαθηταῖς Οὐδὲν Ἰούδας ὄνειδος, ἐπεὶ πέσεν, ἀλλ' ὁ μὲν ὦκα Ἐξ ἀριθμοῦ λογάδων, οἱ δ' ἕνδεκα μίμνον ἄριστοι. Καὶ πόντος τιν' ὄλεσσεν, ὁ δ' ἱστία λευκὰ πετάσσας, Πλώει ναυηγοῦ λεύσσων τάφον, ἢ ἀπὸ τύμβου Πείσματα λυσάμενος, πρυμνήσια δ' ἔνθεν ἀνῆψε. Μῆτερ ἐμὴ, κέλεαί με λιπεῖν βίον ὧδ' ἀνιόντα, Ἠὲ λόγον στήσωμεν, ἐπεὶ κράτος ἐστὶ θυγατρὸς, Κάρτος ἐμὸν, τοκέων δὲ καὶ ὡς κράτος; Εἰ δ' ὅτι μήτηρ Παρθενίης σὺ γέγηθας, ὅσον κλέος ἐστὶν ἐμοῖο; 575 Οὐκ ἀΐεις ὅτι πάντες, ὅσους κατέλεξας ἀρίστους, Ἐκ τοκέων, τοκέων δὲ δικαιότεροι καὶ ἀρείους; Καὶ Χριστὸς Μαρίης μὲν, ἀτὰρ πολὺ φέρτερός ἐστιν, Οὐκ οἶον Μαρίης τε, καὶ οὓς περὶ σάρκες ἔχουσιν, Ἀλλὰ καὶ οὐρανὸς εὐρὺς ὅσους νόας ἀμφικαλύπτει. Καὶ στάχυς ἐξ ὀλίγου μὲν, ἀτὰρ στάχυς ἐβλάστησε Σπέρματος, ἐκ ψαμάθου δὲ μέγ' ἔξοχος ἔπλετο χρυσός. Ἡ δὲ λόγοιο κορωνίς· ἐπ' ἀμφοτέροισι βίοισιν, Ἀζυγίῃ τε γάμῳ τε, τίν' εἰκόνα μῦθος ἐφεύροι· Ὧδέ κεν ἀθρήσειας ἐμοῦ μύθοιο τελευτήν. Χειμέριαι νιφάδες, τὰ δέ γ' ἄνθεα εἴαρος ὥρῃ, Καὶ πολιὴ ῥικνοῖο, τὸ δὲ σθένος ἡβώοντος. Ἤδη δ' ἄνθεα μέν γ' ἐνὶ χείματι, χειμέριαι δὲ 576 Ὤφθησαν νιφάδες ποτ' ἐν ἤμασιν εἰαρινοῖσι. Καὶ πολιὴν ἀνέτειλε νέος, καὶ γῆρας ἐλαφρὸν Ἔδρακον ἀρτιχνόοιο πολὺ σθεναρώτερον ἀνδρός. Ὡς ἄρα συζυγίη μὲν ἔφυ χθονὸς, ἀζυγίη δὲ Χριστοῦ παμβασιλῆος ὁμόζυγος. Ἀλλὰ καὶ ἔμπης Παυράκι παρθενίη μὲν ἐπὶ χθόνα νεῦσε βαρεῖα, Συζυγίη δ' ἤϊξε πρὸς οὐρανὸν, ἔνθεν ἀέλπτως Ἄμφω ψευδόμεναι, ἡ μὲν γάμον, ἡ δὲ κορείην. Ἀλλὰ, φίλοι τοκέες τε καὶ ἄζυγες εἰσέτι κοῦροι, Μέχρι τίνος χθαμαλοῖσιν ἐοικότες ἠὲ χελώναις, Ἢ καὶ λοξοβάμοισι καὶ ὀκταπόδεσσι παγούροις, Ἢ δολιχῶν ὀφίων σκολιοῖς μηρύμασι γαστρὸς Ζώοιτε στυγερῷ βεβαρηότες ἄχθεϊ σαρκός; ∆εῦρ' ἄγε καὶ Χριστοῖο παραιφασίην ἀΐοντες, 577 Κάλλος τ', εὐκλείην, πλοῦτον, γένος, ὄλβον, ἅπαντα. Ῥίψαντες, κακότητος ἀπηνέος ἔκγονα τερπνὰ, Ἔνθεν ἀνεγρόμενοι, ζωῆς ἐπιβῶμεν