1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

13

ὅμως κατὰ νῆα πέδησεν. Ἀλλ' ὥς τι στεινοῖο πόρου διὰ ῥεῖθρον ὁδεῦον Ῥοιζηδὸν, μολίβου περιηγέος ἐν κενεῶσιν Ὅλκοιο πλήθοντος ὅσον χάδε, καὶ πρὸς ἀνάντες ∆έσμιον ἅλλεται ὦκα, βιαζόμενον κατόπισθεν, Ὣς κέλομαι σέο φίλτρον ἐνὶ πραπίδεσσι τεῇσι Σφιγγόμενον, Χριστοῖο καταντίον ὕψι φέρεσθαι, Ἠὲ καλὴν πίειραν ἐπικλύζειν τίν' ἄρουραν. 597 Εἰ δὲ σύ γ' ἔνθα καὶ ἔνθα χέοις ψαμάθοισι βαθείαις, Ἢ κατὰ πετράων, ἢ λείμακος, ἠὲ χαράδρης, Ὤλετό σοι ῥόος ἐσθλὸς ἀσύνδετος, οὐδὲν ὄνειαρ. Εἰ μέν σοί γε πατὴρ ζώει φίλος, ὅς σε φάωσδε Ἤγαγεν, ἢ μήτηρ γλυκερὴ, καὶ φίλτρον ἀμεμφὲς, Εἰ σὺ κασιγνήτοισιν ἐρείδεαι εὐμενέουσιν, Ἢ τοκέων τοκέεσσιν ἀρηγόσιν, ἢ καὶ ἀρωγῆς ∆ευομένοις, τούτοις μὲν ὁμὸν βίον ἀμφαγαπάζειν Οὐ φθόνος, οὐδὲ πικρὸν καὶ ἀνάρσιον ἐνθάδε Μῶμος Ὄμμα βαλεῖ, τρίζειν καὶ σάνδαλα πολλάκι φάσκων· Ἔστι δὲ καὶ τόδ' ὄνειαρ ἐμοὶ, κακὸς ὄμματα βάλλων. Κεῖνος μὲν βαλέει, τὸ δ' ἐμὸν κέαρ ἔμπεδον ἔσται. Τῶν δ' ἄλλων μοι τόσσον ἀλεύεσθαι φιλότητα, 598 Ἤ τοι μὴ φιλίην γε, συνωροφίην δ' ἀλεγεινὴν, Ἢ θάρσος δολερόν τε καὶ εὐθαλέεσσιν ἄπιστον, Ὁσσάτιον Χριστοῖο περιδράσσεσθαι ἔοικεν Ἔμπεδον ἐμπεφυυῖαν ἀειζώοισι πόθοισι. Μηδὲ σὺ παρθενίης μὲν ἔχειν πόθον ἱμεροέσσης, Τοῖς δ' ἄλλοις παθέεσσι τεὴν φρένα πάμπαν ἀνοίγειν, Σωφροσύνῃ κομόωσα· κακὸν δέ γε τοῦτο χέρειον, Τίκτεσθ' ἐξ ἀγαθοῖο κακὸν φθονεροῖο δόλλοισιν. Οὐ γὰρ τόσσον ἔμοιγε γάμος, οὐδ' ἔργα γάμοιο Φύξιμος, ᾧ γε Θεὸς θνητῶν γένος αἰὲν ἀέξει, Ὅσσον ἐμοῖς παθέεσσιν ἄκος καὶ ἄλκαρ ἀνεῦρον Παρθενίην. Ὧν εἰ μὲν ἐλεύθερον ἦμαρ ἔχοιμι, Ἔστι καὶ ἀζυγίης τις ἐμοὶ χάρις. Εἰ δὲ θύρετρα Θήρεσιν ἀμπετάσαιμι, φίλην φραγμοῖσιν ἁλωὴν 599 Εἷρξας, ἣ φραγμοῖο τὸ μὲν πυκινῶς ἀράροιμι, Τῷ δὲ τρίβους οἴξαιμι παρατροχάουσιν ὁδίταις, Τί πλέον; Ἦ γὰρ ὁμῶς δηλήσατο ἐχθρὸς ἁλωὴν Πάντοθεν εἰσπίπτων. Καὶ γὰρ σέο πάντα δοκεύει, Ἔκτοθεν ὅττι βάλῃσι, καὶ ἔνδοθεν ὅττι λάβῃσιν, Ἀμφαδίην, λοχόων τε. Τίς ἂν κακότηθ' ὑπαλύξαι Ῥηϊδίως, μὴ Χριστὸν ἔχων ἐπιτάῤῥοθον αἰεί; Μὴ μικρὸν ἐν κακίῃ θείης ποτὲ μηδὲ τὸ μικρόν. Τυτθοῖς ἀντιόωσα, χερείοσιν οὔ ποτε κύρσοις. Ὅσσα φέριστ' ἀΐοις, καὶ φθέγγεο· ὅσσα δὲ βάζεις, Λεύσσοις προφρονέως. Ὄψις δ' ἐπὶ ἔργον ἐλαύνοι. 600 Πάντα σὺν ἀλλήλοισι, τέλος, λόγος, ὄψις, ἀκουή. Φεύγειν σπέρμα πονηρὸν, ὅπως στάχυν ἐσθλὸν ἀγείρῃς Μηδὲ σὺ μοιχιδίην κλέπτειν φιλότητα βίοιο· Κλέπτει δ' ὅστις ἔδεκτο κακοῦ καὶ ῥίζαν ἐλαφρήν· Ἐκ γάρ τοι ῥίζης γε πολύσχιστοι κλαδεῶνες Ἔνθα καὶ ἔνθα χέονται ἀπ' ἰκμάδος αἱματοέσσης, Καὶ τυτθὸς συνέδησεν ὀπὸς μέγα χεῦμα γάλακτος, Καὶ ψηφὶς σταθεροῖο καθ' ὕδατος ἀΐσσουσα Ἐξαπίνης συνέχευεν ὅλην περικαλλέα πηγὴν, Πολλοῖσιν κύκλοισιν ἐλαυνομένην, ἀπὸ κέντρου Αἰὲν ἐπιφρίσσουσι, καὶ ἔκτοθι λυομένοισι. Ἰδνώθη δὲ τυπέντος ὅλον δέμας ἀμφ' ὀδύνῃσιν Ἑλκόμενον· γεῦσις δ' ὀλίγη, καὶ νεκρὸς ἔγωγε. 601 Τῇδε γὰρ ὡμάρτησαν ἁμαρτάδες, ὡς ὅτ' ἀρίστῳ Αἰχμητῇ στρατὸς ἄλλος, ἐπὴν διὰ τεῖχος ἕλῃσιν. Ἀσπίδος οὐ μέγα τύμμα, δίδωσι δέ γ' αὐτίκα πότμῳ Ὑπναλέῳ, καὶ τερπνὸς ἀποπνείουσιν ὄλεθρος. Τῷ, μή μοι ῥυπόωσαν ἔχειν φρένα, μηδ' ἐπὶ τυτθοῖς. Γαστὴρ κλεῖθρα φέρουσα, τάχ' ἂν κακότητα φύγῃσι. Τὴν δ' ἄθυρον τρομέω, μή τις χοὸς ὕβρις ἐπέλθῃ Σώματι δαμναμένῳ, συνδάμναται οἶστρος ἀναιδής. Οἶνος παρθενικῇσι χόλου πλέον ἐστὶν ὄνειδος, Θυμὸς δ' αὖ μανίης. Οἶμος δέ τε πάντα μόροιο. Παρθένε, θρύπτεό μοι μηδ' ἐν ῥυπόωσι χιτῶσιν· Ἔστι καὶ εὐτελίης τι κακὸν, ὁρόωντας ἰαίνειν. 602 Μηδὲ παρειάων σκιρτήμασιν ἐχθρὸν ἐγείροις. Αἴσχεϊ καγχάζοιεν, ὅσαις τέγος ἀκλήϊστον Χάρματι παλλομέναις. Σοὶ δ' ἵλαος ἦκα παρειὴ Λυέσθω, τὸ δ' ἔρευθος ὑπαντέλλοιτο, τάχιστα Κλέπτον ἐϋφροσύνην. Αἰδὼς δ' ὁρόωσιν ἔρευθος. Φθέγγεσθαι μὲν ἔοικε Θεοῦ πέρι παῦρα γυναιξὶ, Τόσσον, ὅσον Τριάδος σεπτὴν φύσιν ἴδμεναι οἶον, Τρισσὴν ἐν θεότητι, μίαν χάριν (οὐ γὰρ ἄμεινον Σιγᾷν εὐσεβίης καὶ ῥήματα), εἰσαΐειν δὲ Πλείονα, καὶ τρομεραῖς ἄμφω φρεσὶν εὐαγέως τε, Καὶ καθύπερθε φέρειν αἰδοῦς σκέπας. Οἱ δὲ