1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

20

φθόνον δ' ἐγὼ λίαν ∆έδοικα, μή σε κεντρίσας δυσφημίᾳ, Λύσῃ τὸν ἁγνὸν ζῆλον οὗ στέργεις βίου. Ὄλοιό μοι πᾶς ὅστις ἁγνείαν σέβων, Τὴν τῶν ἀσάρκων ἀγγέλων παραστάτιν Σύνοικον αἱρῇ παρθένον. Τί δεῖ πυρός; Κρείσσων πυρὸς σύ; πῶς δὲ τὸν καπνὸν φύγοις, Σαυτὸν μελαίνων τῇ κενῇ γλωσσαλγίᾳ; Ἐντεῦθεν ἤρθης, παρθένε, καὶ ζῇς ἄνω. Μάζα στενή σοι, καὶ σκέπη τὸ φορτίον; Ὧν μή ποτ' αἰσχρὸν εἵνεκεν μηδὲν πάθῃς. Μηδ' ἀντὶ τοῦ σοῦ προστάτου δέξῃ τινὰ 642 Κοινωνὸν αἴσχους, καὶ βίου, κἂν ἁγνὸς ἦ, Μή πού σε Χριστὸς ὡς διπλῆν ἔξω βάλῃ.

Εʹ. Πρὸς τοὺς ἐν κοινοβίῳ μοναχούς. Εἰ μὲν δὴ πλεόνεσσιν ὁμὸν βίον

αἰνήσαιεν Ἀνέρες ἠδὲ γυναῖκες, ὁμοφροσύνης ὑπὸ δεσμοῖς, Ἵλαον ἀμφὶ ἄνακτα χοροστασίης μεδέοντα, Σύμπνοον, ἰσοκέλευθον, ὁμώροφον εὖχος ἔχουσαι, Λώϊον. Οὐκ ἐθέλει γὰρ ἅπαν καλὸν οἶον ὁρᾶσθαι. Οὐδὲ γάρ ἐστιν ἄριστον, ὃ μὴ καλοῖο προέσχε. Καὶ στεινὴ φιλίη, βαιὴ χάρις, ὡς πολύμικτος Βορβορέη. Κέλομαι δὲ καὶ ἐνθάδε χάσμα μέγιστον 643 Ἐστάμεν, ὥς κεν ἔωσι διασταδὸν εὐσεβέοντες, Ἀνέρες ἠδὲ γυναῖκες, ὁμὸν κλέος οἶον ἔχοιεν. Οὐδὲ γὰρ οἰοβίοισι μόνον φθόνος, ἀλλ' ἔτι μᾶλλον Πλειοτέροις, πλείων τε κακοῦ μόθος. Εἰ δὲ καὶ οἶος Ναιετάειν ἐθέλοις Χριστῷ ξυνούμενος οἴῳ Καὶ τὸ φίλον· πάντεσσι δ' ὅμως δέος, ὥσπερ ἔμοι γε, ∆υσμενέος τε πάλης, καὶ πτώματος οὐλομένοιο.

ʹ. Εἰς σωφροσύνην. Καλὸν γάμῳ δεδέσθαι, σωφρόνως μόνον, Πλεῖον

νέμοντα τῷ Θεῷ συσσαρκίας. Κρεῖσσον τὸ δεσμῶν τυγχάνειν ἐλεύθερον, Τὸ πᾶν νέμοντα τῷ Θεῷ καὶ τοῖς ἄνω. 644 Θεὸς μὲν ἄζυξ, ἀγγέλων τ' ἀσαρκία· Ὕλη δὲ συζυγής τε καὶ πλήρης φθορᾶς. Γάμος μέριμνα συζύγου καὶ φιλτάτων· Τῇ παρθενίᾳ Χριστός. Εἰ γυνὴ Θεῷ Ἴσον φέρει τι, καὶ γάμος λυτῷ βίῳ· Εἰ δ' οὐδὲν ἴσον, οὐδὲ τοῖς βίοις ἴσον. Μὴ τοίνυν, ὦ τεκόντες, ὑβρίζοιτέ με, Γάμῳ περισκιρτῶντες, ἁγνείᾳ δὲ μή. Γάμῳ δίδωμι, τὴν ἁγνείαν λαμβάνω. Ἀλλ' εἰσὶν οἳ πεπτώκασ'· ἀλλ' ὄλοιό μοι, Μὴ τοὺς ἀρίστους ἐκλέγων. τοὺς δ' ἀσθενεῖς. Οἱ μὲν γὰρ αὐτοῖς αἶσχος, οἱ δ' ἡμῖν κλέος. Γῆ δ' οὐκ ἀροῦται τῆς χαλάζης εἵνεκα, 645 Οὐ δ' ἀμπελὼν φυτεύεθ'; ἡ θάλασσα δὲ Ὅρμοις δίδωσι πάντας οὕσπερ λαμβάνει; Τί μοι τὰ πόῤῥω; κειμένῳ δ' Ἑωσφόρῳ Μὴ συγκατενέχθησαν ἀγγέλων χοροί; Τί δ', οὐκ Ἰούδας ἦν φονεὺς τοῦ ∆εσπότου, Ἀλλ' οἱ μαθηταὶ δόξα; Τοῦτο δ' οὐ σκοπεῖς, Τοῦ σοῦ γάμου τὰ δεινὰ, καὶ μοιχῶν κλοπὰς, Ἐξ ὧν τὸ φίλτρον, καὶ γένος νοθεύεται. Ὑψοῦ βάδιζε, τὸν φθόνον δ' ἔα κάτω. Ἅγνευε πᾶσι, παρθένε. Χριστῷ μόνῳ Νύμφη, κράτει τὸ κάλλος ἐσφραγισμένον. Χρηστὸς μέν ἐστιν, ἀλλὰ καὶ ζήλου πλέως. Οὐδὲν δυσειδὲς, οὐδ' ἄκοσμον ἐκφέρει. Ἐσθῆτι κόσμου κόσμος ἡ ἀκοσμία, Θρύψιν δὲ φεῦγε, καὶ ταπείνου τὰς κλάσεις. 646 Μὴ τὸ βλέπεσθαι τῷ βλέπειν θήρευέ μοι. Σώφρων βάδιζε, κἂν ἀναστρέφῃ μόνη· Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως· Πλεῖστον παρειαὶ, καὶ γέλωτος ἔμφασις. Θυμὸς, μέθη, δαίμων τε παρθένοις ἴσον· Πάντων δὲ χεῖρον πλησμονὴ γαστρὸς χάριν. Εὐχαῖς τὸ κάλλος εἰκέτω κἀγρυπνίαις. Σύνοικον αἱροῦ μηδ' ἀδελφὸν ῥᾳδίως. Ἐμπεπύρευμα (sic) τῆς νόσου τί δεῖ βλέπειν Οὐδὲν τόδ' αἰσχρὸν, πλὴν μόνη μνήμη χοός. Πατὴρ μόνος σοι, καὶ Θεὸς πιστὸς, νέα· Ἄλλοι δὲ φευγέτωσαν, ὡς θῆρές ποτε Τὸ Σινὰ, πλαξὶν ἐντυπουμένου νόμου. Ἄψαυστος ἔστω προσφορὰ καὶ παρθένος, Ἡ μὲν βεβήλοις, ἡ δ' ἁπάντων ὄψεσιν. 647 Ἡ χρεία δουλούτω σε σαρκὸς μηδ' ὅλως. Ἂν προσδέῃ του, καψάκης σοι πηγάσει, Ὑδρεία δώσει πυθμένος γεωργίαν. Ἄρτοις τρέφονται πέντε μύριος λεώς· Πόσον σὺ μᾶλλον, ἡ Θεοῦ παραστάτις; Μὴ τοίνυν ἁγνὸν τόνδ' ἔχουσα νυμφίον Κάλλους ἀσάρκου, συζυγῇς τῷ δευτέρῳ. Μοιχὸς γὰρ οὗτος, οὐκ ἀνὴρ καθίσταται, Ζῶντος τὸ φίλτρον ἀνδρὸς ἐγκαρπούμενος. Ἡ καὶ κανοῦν προσθεῖσα τῷ Θεῷ σύ γε Ἀποστερήσεις; καὶ Σοδόμων φυγοῦσα πῦρ,