1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

22

γειτόνων, Ἄλλους δ' ἐς ἡμῶν, εὐσεβεστέρους ἴσως. Πν. Πόσον τὸ χεῖρας εἰς Θεοῦ μόνον βλέπειν, Τοῦ καὶ διδόντος καὶ πατρικῶς αἰτουμένου, 655 Αἰσχρὸν δὲ μηδὲν τοῦ λαβεῖν δρᾶσαι χάριν, Τὴν αἱμολάπτιν βδέλλαν ἐκμιμούμενον, Τὰ μὲν κρατοῦντα, τοῖς δ' ἐρείδοντα φρένα, Τὰ δὲ βλέποντα οὐ καλοῖς ἐν ὄμμασι, Τὰ δ' ἐκτυποῦντα ταῖς ὀνείρων ἐλπίσιν, Ἀεὶ πλέον πένητα τῷ ποθουμένῳ; Κοσμ. Οἴσει δὲ πῶς τις δυσκόλου καιροῦ φορὰν, Μηδὲν φέρων ἔρεισμα τῆς ἀηδίας; Πν. Ἤρου με πῶς τις φεύξετ' εὔστοχον βέλος; Θρὶξ οὐ διαιρεῖτ' εὐπετῶς, οὐδ' ἐγγύθεν. Γενοῦ στενός μοι· καὶ κακῶν φεύξῃ φοράν. ∆όναξ φέρει τὰ πνεύματ', ἀλλ' οὐχὶ δρύες. Ὁ μὲν γὰρ εἴκει, τὰς δ' ἀνατρέπει βάρος. Κοσμ. Ἐμοὶ τρυφᾷν ἔξεστιν. Πν. Ἀλλ' ἐμοὶ τρυφὴ, Τὸ μὴ τρυφᾷν, κόρῳ τε καὶ τοῖς ἐντέροις 656 Οἰδοῦντα, καὶ νοσοῦντα πλουσίᾳ νόσῳ, Ὄζοντα τερπνῷ βορβόρῳ λαιμοῦ πέρα, Τὸν νοῦν στενοῦντα τῷ πάχει τῆς ἰλύος. Κοσμ. Ἐμοῦ τὰ πέμματ'. Πν. Ἄρτος ἡ καρυκεία, Ἐμοὶ τὰ πόματ', ἐξ ἁλῶν ἅπαν γλυκύ. Οἷς τῶν τρυφώντων ἀλμυρὸν καταπτύω. Κοσμ. Ὀσμὴ μύρων ἔμοιγε τέρψις, ᾄσματα, Χερῶν ποδῶν κροτήματ', εὔρυθμοι κλάσεις, Ὁμοῤῥοθούντων ὀργάνων συμφωνία. Πν. Αἰνεῖς σὺ ταῦτα, ταῦτα δ' ἐστὶν, οἷς κακὸς Ἔμοιγ' ὁ πλοῦτος, ὡς κακῶν διδάσκαλος. Κρείσσων μὲν ἡμῖν ὀργάνων ψαλμῳδία· Ψυχὴν συναρμόζουσα τοῖς νοουμένοις Μύρου δὲ παντὸς Χριστὸς εὐωδέστερος, Ἡμῖν κενωθεὶς, ὡς λύσῃ δυσωδίας, 657 Ἧς νεκρότης μ' ἔπλησε τῆς ἁμαρτίας, Κροτῶ δὲ χεῖρας, ἢν πέσῃ φονεὺς ἐμὸς, Λόγον τιν' ἢ πρᾶξίν τιν' εἰσηγούμενος Κακήν. Ποδῶν ὄρχησις, ἔνθεος στροφή. Κοσμ. Τάχ' ἂν τόδ' εἴποις, ὡς πενία καὶ ταῖς νόσοις Ἀρκεῖ, πλέον φέρουσα σωμάτων ἄκη. Πν. Τόδ' οὐκ ἂν εἴποιμ'. Οὐκ ἀληθὴς γὰρ λόγος· Ὃ δ' ἔστ' ἀληθὲς, τοῦτο καὶ λελέξεται· Πένης ἐχόντων εὐσθενέστερος πολύ. Θεὸς δ' ἔδωκεν, ἀντανιστῶν τὴν χάριν, Ἰσχὺν πένησιν, εὐπόροις δὲ φάρμακα· Μοχθεῖ πένης, ἱδρῶσι τὰς ὕλας κενοῖ, Πεινᾷ, ῥιγοῖ, συγκαίεθ' ἡλίῳ μέσῳ Ὁδοιπορεῖ, φορτίζεθ', ὕεται, στένει· 658 Καιροῦ τροφὴν ἁπλῆν τε καὶ ἀσύνθετον Ἐδέξατ', οὐδὲν οἶδε μαγγανευμάτων, Ὧν ὀψοποιοὶ καὶ τρυφῆς ὑπηρέται Γῆς καὶ θαλάσσης ἐκπορίζουσι μυχῶν, Θῆλυν τράπεζαν ἐκτιθέντες ἀνδράσι Φύσαι, κατάῤῥοι, σπλῆνες, ἐξαρθρήματα, Βοαὶ, φορήσεις, ὠχρότητες, ἐκλύσεις Τῶν εὐπορούντων· τῶν κόρων οὗτοι τόκοι. Οἳ μήτ' ἔχουσιν ὧν ἔχουσιν ἡδονὴν, Ζητοῦσί θ' οἷς λείψωσιν ὄγκον, πολλάκις Ζηλοῦντες εὐεκτοῦντας ἀσθενεστέρους· Πάντων ἔρημοι, δυστυχεῖς εὐδαίμονες. Χρυσὸς, λίθοι, ποικίλματ' ἐσθῆτος, βαφαὶ Ζωογράφου τε πορφύρας ἀντιχρόου, 659 Τοίχων, ὀρόφων καὶ ψηφῖδος πεδοστιβοῦς· 659 Ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς Εἰρχθεὶς, ὅθεν προῆλθεν, ἄξιος τάφων, Ὁ δ' ἐν προσθήκῃ, καὶ προσαστράπτων πότοις· Ἵπποι, τάπητες, ἅρμαθ', ἁρματηλάται, Κύνες, κυνηγοὶ, θηρίων ἰχνεύμονες· Καὶ ταῦτα δὴ τὰ τερπνὰ, δεσποίνης κακῆς, Γαστρὸς, πόρου τε πανδόχου λαιμοῦ χάρις· Στρῶται, θυρωροὶ, κλήτορες, κοιμήτορες, Ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, Γεῦσται, σκιασταὶ, νευμάτων ἐπίσκοποι, Λοῦσται, κερασταὶ δακτύλων ὑψώμασι, Κοῦραι γυναῖκες, ὀμμάτων ἡδύσματα· Τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός. 660 Ὁ δ' ἐνδεὴς ἕστηκεν, ἂν δὲ καὶ πέσῃ Νόσῳ καμὼν, μόγις ποτ' ἢ μακρῷ χρόνῳ, Οὐδὲν παρέξει πρᾶγμα τοῖς αὑτοῦ φίλοις, Τεθνήξεθ' ὡς λέων τις ἐν βρυχήμασι Νεκρὸς, ζαπλούτων πλεῖστον εὐανθέστερος. Τί λοιπόν; ὕβρις, θυμὸς, ἔκστασις, θράσος, Μέθη, γέλωτες ἀκρατεῖς, αἰσχροὶ λόγοι, Θεοῦ περιφρόνησις, αἵματος, φίλων, Ταῦτ' οὐ πενήτων μᾶλλόν ἐστ' ἢ πλουσίων· Πλοῦτος γὰρ ὕβριν, ἡ δ' ἀπώλειαν φέρει. Ὁ δ' ἐκπιέζεθ' ὡς τὰ πόλλ', οὐδ' αἵρεται· Θεοῦ μάλιστ' ἂν συνδραμὼν φόβος τύχῃ. Καλῶν ἁπάντων παιδαγωγὸς εὐσθενής. Ἄθρει δ' ἕκαστον ἀνθ' ἑκάστου συντόμως, 661 Ἀμφοῖν δίκαιος τοῖν βίοιν μένων βραβεὺς, Εἰ μὴ φέρειν σοι καὶ τόδ' ὕβριν φαίνεται. Ὥσπερ πενήτων ἑστάναι καὶ πλησίον, Ἢ πνεῖν τὸν αὐτὸν ἀέρα, ἢ κλῆσιν μίαν Καλεῖσθ', ὁμόστεγός τε καὶ σύμπλους δοκεῖν.