1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

26

ὀμίχλην, ἣ τὸν ἐνταυθοῖ βίον Ἡμῶν καλύπτει πάντα κείμενον χαμαὶ, Ταύτην διασχὼν καὶ ὑπερκύψας βραχὺ, Ἰλύν θ' ὑπερβὰς καὶ πέδας τοῦ συνθέτου, Ῥίψας τυράννους τῆς θεϊκῆς εἰκόνος, ∆οῦναι σεαυτὸν τῷ Θεῷ σπουδὴν ἔχοις, Ἥνπερ μόνην παίδευσιν οἴεσθαί σε χρὴ, Πρῶτον δὲ καὶ μέγιστον ἀνθρώποις καλόν. Τί γὰρ τοσοῦτο τῶν κάτω πλανωμένων, Ἄλλων τε ἄλλους ὀφρυώντων παιγνίων, Καιροῦ τύχης τε, ὥς φασι, δωρημένων; 683 Κἂν εἰς ἒν ἔλθῃ πάντα καὶ πάντων καλὰ, Ὡς ἔστιν, ἢ νομίζετ' ἐν λυπρῷ βίῳ, Κέρδος τοσοῦτον, κἂν τρέχειν ὅρους δοκῇς; Κἄν σοι τὰ Γύγου τοῦ πολυχρύσου παρῇ, Στρέφῃς τε πάντα τῇ στροφῇ τῆς σφενδόνης, Σιγῶν δυνάστης· κἂν φρονῇς τὰ Λυδίου, Χρυσῷ ῥέοντι καὶ ὁ Πέρσης σοι Κῦρος Κάτω καθέζηθ', ὁ θρόνων αὐχῶν κράτος· Κἂν Τροίαν αἱρῇς τοῖς ἀοιδίμοις στόλοις, Χαλκοῦν δὲ δῆμοι καὶ πόλεις ἔχωσί σε· Ἄγῃς δὲ τοῖς σοῖς νεύμασι τὰς ἐκκλησίας, Πανηγυρίζῃς δὲ στεφάνων ἐπαξίως, Πνέῃς δὲ θυμὸν ἐν δίκαις ∆ημοσθένους, Εἴκῃ δέ σοι Λυκοῦργος ἢ Σόλων νόμοις· 684 Κἂν τὴν Ὁμήρου μοῦσαν ἐν στέρνοις ἔχῃς, Κἂν τὴν Πλάτωνος γλῶσσαν, ἣ μελισταγὴς Ἔστι τε καὶ νομίζετ' ἀνθρώπων γένει· Κἂν ταῖς ἀφύκτοις καὶ κακαῖς ποδοστράβαις Πάντας πιέζῃς τοῖς ἐριστικοῖς λόγοις· Κἂν πάντ' ἄνω τε καὶ κάτω μεταστρέφῃς, Πλέκων λαβυρίνθους δυσδιεξόδοις λόγοις Ἀριστοτέλους ἤ τινων Πυῤῥωννίων· Κἂν πτηνὸν αἴρῃ Πήγασος, ἢ τοῦ Σκύθου Ἀβάριδος ὀϊστὸς, ὅστις ἦν, οἱ μυθικοί· Τούτων τί κέρδος τηλικοῦτον, ὧν λέγω, Γάμου τε λαμπροῦ καὶ τραπέζης Συβαρικῆς Ἄλλων τε πάντων οἷς ἐπαίρονται φρένες, Ὅσον τὸ ταῦτα πάντα ποιῆσαι κάτω, 685 Ψυχῆς δὲ ἐπιδεῖν ἀξίωμα, καὶ πόθεν Ἐλήλυθε, πρὸς ὅν τε καὶ ποῖ τρεπτέα, Ἥτις τε ταύτης ἡ κατ' εὔλογον φορά; Ἐπεὶ γάρ ἐστιν, ὡς ἐγὼ τεκμαίρομαι, Σοφῶν τε ἀκούω, θεία τις μεταῤῥοὴ, Ἄνωθεν ἡμῖν ἐρχομένη, εἴτ' οὖν ὅλη, Εἴθ' ὁ πρύτανις ταύτης κυβερνήτης τε νοῦς, Ἓν ἔργον αὐτῇ φυσικόν τε καὶ μόνον, Ἄνω φέρεσθαι καὶ συνάπτεσθαι Θεῷ, Ἀεί τε πάντη πρὸς τὸ συγγενὲς βλέπειν, Ἥκιστα πάθει σώματος δουλουμένη, Ῥέοντος εἰς γῆν καὶ καθέλκοντος κάτω, Τήν τε γλυκεῖαν τῶν ὁρωμένων πλάνην Πέμποντος εἴσω, καὶ τὸ τῶν αἰσθήσεων Σκοτῶδες, ὑφ' οὗ μὴ Λόγῳ κρατουμένη Ψυχὴ ῥέουσα κατ' ὀλίγον πίπτει κάτω· 686 Ἢν δ' αὖ κρατῆται, κἀνακρούηται πυκνὰ, Ὥσπερ χαλινῷ, τῷ Λόγῳ, τάχ' ἄν ποτε Ὑψοῦντος αὐτὴν τοῦ Λόγου, κατὰ βραχὺ Εἰς ἱερὰν φθάσειε τὴν ἄνω πόλιν, Ἕως λάβηται τῶν πάλαι ποθουμένων, Τὸ δ' ἔστι, πᾶν κάλυμμα καὶ τὰς νῦν σκιὰς Παραδραμοῦσα, καὶ τὰ τῇδ' αἰνίγματα, Ὅσον δ' ἐσόπτροις τοῦ κάλλους φαντάζεται, Βλέψῃ πρὸς αὐτό τ' ἀγαθὸν γυμνούμενον, Γυμνῷ τε τῷ νῷ, καὶ πλάνης σταίη ποτὲ, Φωτὸς κορεσθεῖσ', οὗπερ ἠξίου τυχεῖν, Ἔχουσ' ἐκεῖθεν τῶν καλῶν τὸ ἔσχατον. Ὁ γὰρ σοφῷ τὰ πάντα ποιήσας λόγῳ, Καὶ τὴν ἄφραστον τῶν ὅλων ἁρμονίαν Ἁρμοσάμενος τῇ τῶν ἐναντίων κράσει, Κόσμον τε τάξας τοῦτον ἐξ ἀκοσμίας 687 Μεῖζον τὸ θαῦμ' ἔδειξεν ἐν ζώου φύσει. Μικρὸν δ' ἄνω φιλοσοφήσω σοι λόγον. Θεὸς μέν ἐστιν εἴτε νοῦς, εἴτ' οὐσία Κρείσσων τις ἄλλη, νοῦ μόνου ληπτὴ βολαῖς, Εἰ μὲν τελείως τοῖς ἄνω, οἶδε Θεὸς, Ἡμῖν δ' ἀμυδρῶς, οἷς ἐπιπροσθεῖ νέφος Σαρκὸς παχείας, δυσμενοῦς προβλήματος· Τέως μὲν οὕτω, τὸ πλέον δ' ἐς ὕστερον. Ἐπεὶ δ' ἀπαρχὰς τῶν λόγων ἔχει Θεὸς, Σκοπῶμεν ἤδη τἀκ Θεοῦ. Ἔχει δὲ πῶς; ∆ύ' ἐστὸν ἄκρω καὶ φύσεις ἐναντίαι. Ἡ μὲν Θεοῦ τε πλησίον καὶ τιμία· Καλοῦσι γὰρ λογικήν τε καὶ πλήρη νοὸς, Καλοῦσι δ' αὐτὴν ἐκ λόγου παρωνύμως, 688 Οἵαν τιν' οἶδα τὴν Θεοῦ παραστάτιν Ἄκρων τε δευτέρων τε τάξιν ἀγγέλων, Ἀνωτέραν αἰσθήσεων καὶ σωμάτων, Πρώτην τε λαμπρὰν Τριάδος τῆς ἀρχικῆς. Ἡ δ' ἐκ Θεοῦ τε καὶ λόγου ποῤῥωτάτω· Καλοῦσι δ' αὐτὴν ἄλογόν γ', ὡς τοῦ λόγου Ξένην, ὅσος τ' ἐν ἤχῳ, καὶ ὅσος λαλούμενος. Οὕτως δὲ ταῦτα χωρίσας Θεὸς Λόγος Ὡς καλλιτέχνης καὶ πλέκων σοφῶς κτίσιν, Καὶ σύνθετόν τι ζῶον ἐξ ἀμφοῖν ἐμὲ Πλάττει, λόγου τε κοὐ λόγου συναρμόσας, Ψυχῆς ἀειδοῦς, ᾗ φέρω τὴν εἰκόνα Θεοῦ μεγίστου, κἀνοήτου