1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

30

παρθένον, Φαίαξί τ' αὐτοῖς ἄξιος πλείστου φανεὶς, Εἶναι προδήλως τῆς ἀρετῆς ἐγκώμιον; Τὸν μῦθον αἰνῶ τὸν Φρύγιον, ὃς εὖ ἔχει· Μίδᾳ γὰρ αἰτήσαντι πάντα χρυσίου Πλήρη γενέσθαι, τῆς ἀμετρίας δίκην 710 Θεὸς δίδωσιν ὦνπερ ἠξίου τυχεῖν· Ὁ χρυσὸς ἦν ἄβρωτος· ὃς δ' εἶχεν, νέκυς. Τί μοι ξένων μύθων τε καὶ διδαγμάτων; Αὐτοὺς σκόπει μοι τοὺς ἐμοὺς ἤδη νόμους. Ἐμοὶ γένος μέν ἐστι τὸ πρῶτον καλὸν, Οὗπερ προῆλθον, καὶ πρὸς ὃ πτερῶ βίον, ∆εσμῶν ἐμαυτὸν ἐκλύειν πειρώμενος. Ἡ δ' ἐκ μελῶν τε καὶ φθορᾶς ὁρμωμένη, Νεκρῶν τε λαμπρῶν καὶ πάλαι σεσηπότων, Ἣν δὴ καλοῦσιν εὐγένειαν οἱ κάτω, Κόπρου ῥεούσης οὐδὲν εὐγενεστέρα. Πατρὶς δὲ σωμάτων μὲν οὐκ ἐλευθέρα, Φόρων τε δούλη, καὶ κακῶς τετμημένη Κόλποις θαλάσσης καὶ νάπαις περίγραφος, 711 Πολλοὺς ἀμείβουσ' ἀθλίους οἰκήτορας, Αὐτή γε μήτηρ καὶ τάφος γεννημάτων, Κόπτουσα τοὺς κόπτοντας. Ὦ δίκη, δίκη Τοῦ πρωτοπλάστου γεύσεώς τε καὶ πλάνης! Ἡ δ' ἀντὶ ταύτης τοῖς σοφοῖς ζητουμένη Πρὸς ἣν βλέποντες ἐνθάδ' οὐ ῥοιζούμεθα, Ὥσπερ πόα τι ἐφ' ὑδάτων ὀχουμένη, Πλατεῖ ἀτέρμων εὐγενῶν σκηνωμάτων, Κρατουμένη τε τοῖς κατοίκοις εἰς ἀεὶ, Ζώντων τε μήτηρ, καὶ μόγων ἀλλοτρία, Χορός τ' ἄπαυστα Χριστὸν ὑμνούντων μέγαν, Πανήγυρίς τε πρωτοτόκων γεγραμμένων Ἐν οὐρανοῖς βίβλοις τε ταῖς αἰωνίοις. 712 ∆όξαν τ' ἐπαινῶ τὴν ἄνω μοι κειμένην, Σταθμὴν δικαίαν, καλὸν ἀψευδέστατον. Ἡ δ' ἐνθάδ', αὖρα καὶ κενῶν κενὴ χάρις· Ἡ μὲν δικαία προστίθησιν οὐδὲ ἕν· Ἡ δ' οὐκ ἀληθὴς εἰς βλάβην καθίσταται. Τὸ γὰρ δοκεῖν, ὑφεῖλε τοῦ εἶναι πολύ. Πλοῦτος δ' ὁ μὲν ῥέων τε καὶ μέθης πλέως, Ὄψιν τε πηρὸς καὶ περιπλανώμενος, Φυσῶν τε πολλοὺς καὶ κενῶς ἀντλῶν τύχην, Γαστρός τις ὄγκος ὑδέρου πεπλησμένος. Ἄλλοις προσέρποι φάρμακον νόσου γέμον Καιροῦ φθόνου τε παίγνιον τιμώμενον. Ἐμοὶ δὲ πλοῦτος ἄφθονός τε καὶ μένων, 713 Ἑστὼς, ἄσυλος, κτημάτων ἀνώτατος, Μηδὲν πεπάσθαι πλὴν Θεοῦ καὶ τῶν ἄνω. Ἅπαντα μὲν γὰρ οὐκ ἂν, εἰ βούλοιτό τις, Κτήσαιτο, οὔτ' ἐκτήσατ' οὔκουν ἄχρι νῦν· Πάντων δ' ἔνεστιν ἀθρόως καταφρονεῖν, Κρείττω τε πάντων τοῦτον εἶναι τὸν τρόπον. Ἄλλοι φάλαγγας τασσέτωσαν ὁπλιτῶν, Πλεῖόν τε πασχέτωσαν, ὧν δρᾶσιν κακῶν, Βάλλοντες, οἰμώζοντες, ἀστάτοις ῥοπαῖς Ἀγχωμαλοῦντες, αἱμάτων ὠνούμενοι Πλούτου τίν' ὄγκον, ἢ τυραννίδος κράτος. Ἄλλοι δὲ γῆς τε καὶ θαλάττης ἀγρίας Κόλπους μετρούντων, ἔμποροι δυσδαίμονες. Ἄλλοι δίκας τε καὶ νόμους ἀντιστρόφους Σπουδῇ πλεκόντων, λημμάτων μικρῶν χάριν· 714 Ἐμοὶ δὲ πάντων Χριστός ἐστιν ὤνιος, Σταυρόν τε τὸν πένητα πλουσίως φέρω, Ῥίψας τὰ σητῶν καὶ στροφὴν πεττευμάτων. Τούτου νόμος μὲν πρῶτος, ἡ πρώτη τρυφὴ, Ἐδὲμ δὲ καὶ παράδεισος εὐθαλὴς φυτοῖς, Πηγή τ' ἐς ἀρχὰς τέτταρας τετμημένη. Οὐ χρυσὸς, οὐκ ἤλεκτρον, οὐδὲ ἄργυρος, Οὐκ εὐχρόων τε καὶ φανῶν λίθων χάρις, Ἃ γῆ δίδωσι τοῖς κάτω νενευκόσι· Μόνοις δὲ καρποῖς ἀφθόνως διέτρεφε Τὸν ἐργάτην Θεοῦ τε καὶ θείας τρυφῆς. Κἀνταῦθ' ὅρος τις ἡδονῇ μετρούμενος· Ξύλου γὰρ εἶργε γνώσεως ἐναντίων. Ὃς οὐ φυλαχθεὶς, παντὸς ἐστέρησέ με, Καὶ γῆς πόνοις ἔδωκε μητρὸς τῆς ἐμῆς. 715 Ὧν εἷς, τὸ πλεῖον τῶν ἀναγκαίων ἔχειν Μηδέν τε μέτρον εἰδέναι τῆς κτήσεως, Κακοῦ τὸ χεῖρον φάρμακον ποιουμένους, ∆ιψῶντας αὐτῷ τῷ ποτῷ καυσουμένους. Ἐξ οὗ, τί γίνεθ', ὡς παράδοξον, σκόπει, Ἀεὶ πένεσθαι τῷ λιπόντι κτωμένους, Τέρψιν δὲ τοῦ κτηθέντος οὐ δύνασθ' ἔχειν, Τῷ μὴ παρόντι· καὶ γὰρ ἐκτήκει φρένας. Πρῶτος μὲν οὗτος εὐτελοῦς ζωῆς νόμος, Ἔστιν δ' ἐκεῖνος δεύτερος. Τὸν Ἀβραὰμ Τὸν πατριάρχην, τὸν θεόπτην τὸν μέγαν, Οἴκου, γένους τε, πατρίδος ἐξελκύσας, Ὁ τῶν μεγίστων οἰκονόμος μυστηρίων, Εἰς γῆν μετήγαγ' εὐκόλως ἀλλοτρίαν, 716 Ξένον, πάροικον, ἄστεγον, πλανώμενον. Πίστις γὰρ εἷλκεν ἐλπίδων τῶν μειζόνων· Ἄρτον δ' Ἰακὼβ καὶ σκέπην ᾔτει μόνον, Ὁρμῶν ποταμῶν ποτ' εἰς μέσην, ὥσπερ λόγος, Εἰ καὶ πολυθρέμμων ἐπάνεισιν ὕστερον, Μισθὸν δίκαιον εὑρόμενος οὗτον πόνων. Καὶ