1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

34

τρόπου τῷ δόγματι. Οὐδ' ὁ Πολέμων ἔμοι γε σιγηθήσεται· Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. Ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσι, Καὶ λίαν αἰσχρὸς ἡδονῶν ὑπηρέτης· Ἐπεὶ δ' ἔρωτι τοῦ καλοῦ κατεσχέθη, Σύμβουλον εὑρὼν, οὐκ ἔχω δ' εἰπεῖν τίνα, Εἴτ' οὖν σοφόν τιν', εἴθ' ἑαυτὸν, ἀθρόως Τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, Ὥσθ' ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων. Ἑταῖραν εἰσεκάλει τις ἀκρατὴς νέος· 738 Ἡ δ' ὡς πυλῶνος ἦλθε, φασὶ, πλησίον, Τῆς δ' ἦν προκύπτων Πολέμων ἐν εἰκόνι, Ταύτην ἰδοῦσα, καὶ γὰρ ἦν σεβασμία. Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, Ὡς ζῶντ' ἐπαισχυνθεῖσα τὸν γεγραμμένον. Καὶ τοῦτο πολλοῖς οἶδα τῶν λαλουμένων· ∆ίων ἀνέπνει, φασὶν, οὐ μάλ' ἡδύ τι (Τοῦτον λέγω ∆ίωνα, οὗ πολὺς λόγος), Καὶ τοῦτ' ἐκερτόμησε τῶν τις ἀστικῶν· Τόνδ', ὡς εἶδε γυναῖκα τὴν αὑτοῦ, φράσαι· «Τί τοῦτο; οὐ γὰρ ἔφρασάς μοι τὴν νόσον.» Καὶ τὴν σὺν ὅρκῳ· «Τοῦτο πάντων ἀῤῥένων, Εἰπεῖν, τὸ σύμπτωμ' ᾠόμην, οὐ σοῦ μόνου.» Τοσοῦτον ἀνδρῶν καὶ φίλων ἀποστατεῖν· Ὁ γὰρ λόγος, δήλωμα τοῦ σεμνοῦ τρόπου. 739 Τίς δ' οὐκ ἐπαινεῖ τῶν Ἀλεξάνδρου τόδε; Ὃς τὰς ∆αρείου παῖδας ὡς ἡττημένου Εἰς χεῖρας εἷλεν· εὐπρεπεῖς δ' εἶναι μαθὼν, Εἰς ὄψιν οὐκ ἐδέξατ'· εἶναι γὰρ κακοῦ, Τ' ἀνδρῶν κρατήσανθ' ἥσσον' εἶναι παρθένων. Ταῦτ' ἐστι τῶν ἐμῶν μὲν οὐδὲν πλησίον· Ὅμως δ' ἐπαινῶ· καὶ πόθεν; λευκὴν ἰδεῖν Μορφὴν ἐν Αἰθίοψιν, ἡλίκη χάρις. Ἢ καὶ θαλάσσης ἐν μέσῳ νάμα γλυκύ! Ὣς δ' ἐν πονηροῖς καὶ κακοῖς διδάγμασιν, Ἔχειν τι σῶφρον, ἦ μεγίστου θαύματος. Ὧν γὰρ σεβάσματ' ἐστὶν ἐμπαθέστατα, Τούτοις τὸ πάσχειν δηλαδὴ καὶ τίμιον. Καὶ γὰρ θεῶν τιν', οὗ τὸ πάθος, προΐσταται, 740 Κακῶν βοηθῷ τοῦ κακοῦ κεχρημένος. Τίνων ἔρωτες, εἰπέ μοι, καὶ ἀῤῥένων, ∆εῖ γὰρ πλέον τι τοὺς θεοὺς ὑμῶν ἔχειν. Τίνων Φρυγίσκοι μείρακες καὶ συμπόται, Ἥδιστον νέκταρ οἰνοχοῦντες ἐκλύτως; Αἰσχύνομαι γὰρ τοῖς ∆ιὸς μυστηρίοις. Τίνων, γάμων κλοπαί τε καὶ δεσμῶν ὕβρεις; Θέατρον αἰσχρὸν καὶ γέλως κεκλημένοις. Πῶς πάντα ποιοῦσ' αἱ γυναῖκες τὸν ∆ία, Ταῦρον, κεραυνὸν, κύκνον, ἄνδρα, θηρίον, Χρυσὸν, δράκοντα, τὰς ἔρωτος ἐκστάσεις, Τὸν ὕπατόν τε καὶ κακίστων μήστορα; Τίς ἡδονῶν δέσποιναν ἡγεῖται θεὸν, Βωμούς τ' ἐγείρει καὶ ναοὺς παθήμασι; 741 Τίνων δὲ νύκτες, νυκτὸς ὄντως ἄξιαι, Σεμνῶς ἀτίμων συμβόλοις τιμώμεναι; Ἰθύφαλλοί τε καὶ Φαλλοὶ, γέλως μέσος, Θεὸν νέον μιγνύντες ἐν τοῖς πλάσμασιν· Ἃ καὶ λεγόντων ἐγκαλύπτεσθ' ἦν πρέπον, Ἑρμαφρόδιτοι, Πᾶνες, ἀσχήμων γόνος· Θεοὶ τραγοσκελεῖς τε καὶ τράγοι τρόπον, Παρ' οἷς γάμων χορεύτριαι καὶ παρθένοι· (∆εῖ γὰρ γάμου τι πάσχειν, εἰ καὶ μὴ γάμου). Παρ' οἷς γαμίζουσ' αἱ καλαὶ τὰς οὐ καλὰς, 742 Συνεισφέρουσαι προῖκα, πορνείας πόρον. Ἡ αἰσχρότης δὲ δαιμόνων τιμή τινος, Ὡς μηδὲ τὸ φιλάνθρωπον εὔσχημον μένειν. Ἐντεῦθεν ἔσχεν αἰσχρὰ τὴν παῤῥησίαν, Πόρνης τέγη μισθώμαθ', ὕβρις ἔννομος. Ταῖς σφῶν δ' ἑταίραις τὴν Ἀφροδίτην οἱ σοφοὶ Μορφοῦσιν, ὡς θεοῖντο τῷ σοφίσματι· Καὶ Φειδία τὰ παιδικὰ ἐν τῷ δακτύλῳ Τῆς παρθένου γραφέντα· «Παντάρχης καλός.» Ἐντεῦθεν ὡς ἀνδρίαι καὶ στρατηγίαι Λαμπραὶ γραφαῖς τε καὶ κρότοις καὶ συγγραφαῖς, 743 Ὡς καὶ τὸ κοινὸν κάλλος. Ἄθρει μοι τόσας Πόρνας ναοῖς τε καὶ θεοῖς τιμωμένας, Εὐφρὼ, Φρύνην, Λέαιναν ἐν τῷ θηρίῳ, (Σεμνὸν γὰρ ἦν καὶ τοὔνομ' ἐν ναοῖς μέσοις), Τὴν Ἑλλάδος δέσποιναν, ἧς πολὺς λόγος, Ἐξ Ὑκκάρων φθαρεῖσαν αἰσχρὰν Λαΐδα, Ἄλλας τε πολλὰς, οὐ γὰρ ἀξιῶ λόγου. Τούτων μὲν οὖν, βέλτιστε, ὥσπερ εὐφυὴς Ἀργυρογνώμων, εἴ τι μὲν καλὸν, δέχου· Ἀπεκλέγου δ' ἃ μή σε ποιεῖ βελτίω· Τοῖς σοῖς δὲ πᾶσι προστρέχειν διδάγμασι, Τύποις τε ἀνδρῶν καὶ γυναικῶν σωφρόνων· Ὧν ἐλπίς ἐστι καὶ Θεὸς διδάσκαλος, Κρείσσους νόμους γράφοντες ὧν ἡ χεὶρ γράφει. 744 Ἡμεῖς γάρ ἐσμεν οἱ, τὸ μοιχεύειν κακὸν Ἄλλων τιθέντων καὶ κολαζόντων νόμῳ, Αὐτοὶ τὸ τούτου μεῖζον εἰσηγούμενοι, Μὴ δ' ἐμβλέπειν αἰσχρῶς τε καὶ παθητικῶς, Εἰς ἓν τιθέντες τῷ τέλει τὴν αἰτίαν, Ὡς τῷ φονεύειν τὸν χόλον, παρ' οὗ φόνος. Ὅρκου θ' ἑτοιμότητα τῇ