1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

37

μὲν παρέθρεξεν ἐμεῖο· Ἄλλο δὲ νῦν τελέθω, ἄλλ' ἔσομ', εἴ γ' ἔσομαι. Ἔμπεδον οὐδέν· ἔγωγε ῥόος θολεροῦ ποταμοῖο Αἰὲν ἐπερχόμενος, ἑσταὸς οὐδὲν ἔχων. Τίπτε με τῶνδ' ἐρέεις; τί δέ σοι πλέον εἰμὶ, δίδαξον. 758 Καὶ νῦν τῇδε μένων, δέρκεο μή σε φύγω. Οὔτε δὶς ὃν τοπάροιθε, ῥόον ποταμοῖο περήσεις Ἔμπαλιν, οὔτε βροτὸν ὄψεαι, ὃν τοπάρος. Ἦν πάρος ἐν χροῒ πατρὸς, ἔπειτά μ' ἐδέξατο μήτηρ, Ξυνὸν δ' ἀμφοτέρων. Ἔνθεν ἔπειτα κρέας Ἄκριτον, ἄβροτον, αἶσχος ἀνείδεον, οὔτε λόγοιο, Οὔτε νόου μετέχον, μητέρα τύμβον ἔχον. ∆ὶς ταφέες, ζώοντες ἐπὶ φθορᾷ. Ἣν γὰρ ὁδεύω Ζωὴν, τήνδ' ὁρόω τῶν ἐτέων δαπάνην, Ἥ μοι γῆρας ἔχευεν ὀλοίϊον. Εἰ δέ με κεῖθι Αἰὼν οὐ φθινύθων δέξεται, οἷα φάτις, Φράζεο μὴ ζωὴ μὲν ἔχῃ μόρον, ἡ δὲ τελευτὴ Ζωή σοί γε πέλῃ, ἔμπαλιν ἣ δοκέεις. 759 Οὐδὲν ἔφυν. Τί κακοῖσι δαμάζομαι, ὥς τι πεπηγός; Τοῦτο γὰρ ἡμερίων ἄτροπόν ἐστι μόνον, Συμφυὲς, ἀστυφέλικτον, ἀγήραον. Ἐξότε κόλπων Μητρὸς ὀλισθήσας πρῶτον ἀφῆκα δάκρυ, Ὁσσατίοις, οἵοις τε συναντήσασθαι ἔμελλον Πήμασι, δακρυχέων πρὶν βιότοιο θίγω! Χώρην μέν τιν' ἄθηρον ἀκούομεν, ὥς ποτε Κρήτην, Καί τινα καὶ κρυερῶν ἀλλοτρίην νιφάδων· Θνητῶν δ' οὔ ποτέ τις τόδ' ἐπεύξατο, ὡς ἀδάμαστος Τοῦδε βίου στυγερῶν ἔνθεν ἀπῆλθε μόγων. Ἀδρανίη, πενίη τε, τόκος, μόρος, ἔχθος, ἀλιτροὶ, Θῆρες ἁλὸς, γαίης, ἄλγεα, πάντα βίος. Πήματα μὲν καὶ πάμπαν ἀτερπέα πόλλ' ἐνόησα, 760 Τῶν δ' ἀγαθῶν οὐδὲν πάμπαν ἄμοιρον ἄχους, Ἐξέτι τοῦ, ὅτε μοι πικρὴν ἐπομόρξατο ποινὴν Γεῦσίς τ' οὐλομένη, καὶ φθόνος ἀντιπάλου. Σοὶ μὲν δὴ, σὰρξ, τοῖα δυσαλθέϊ, εὐμενέοντι Ἐχθρῷ, καὶ πολέμῳ οὔποτε λυομένῳ, Θηρὶ πικρὸν σαίνοντι, πυρὶ ψύχοντι, τὸ θαῦμα! Θαῦμα μέγ', εἴ ποτ' ἐμοί γ' ὕστατον εὐμενέοις. Ψυχὴ, σοὶ δ' ἄρ' ἔπειτα λελέξεται ὅσσ' ἐπέοικε. Τίς, πόθεν, ἢ τί πέλεις; τίς δέ σε νεκροφόρον Θήκατο, καὶ στυγερῇσι πέδαις ἐνέδησε βίοιο, Ἐς χθόνα βριθομένην πάντοθε; Πῶς ἐμίγης Πνεῦμα πάχει, σαρξὶν δὲ νόος, καὶ ἄχθεϊ κούφη; Ταῦτα γὰρ ἀλλήλοις μάρναται ἀντιθέτως. 761 Εἰ μὲν δὴ σάρκεσσιν ὁμόσπορος ἐς βίον ἦλθες, Ὤ μοι συζυγίης τηλόθεν οὐλομένης! Εἰκών εἰμι Θεοῖο, καὶ αἴσχεος υἱὸς ἐτύχθην· Αἰδέομαι τιμῆς μητέρα μαργοσύνην. Ῥεῦσις γάρ μ' ἐφύτευσεν, ὁ δ' ἔφθιτο· νῦν βροτός· αὖθις Οὐ βροτὸς, ἀλλὰ κόνις· ἐλπίδες ὑστάτιαι. Εἰ δὲ σύ γ' οὐρανίη, τίς, ὅθεν; ποθέοντα δίδαξον. Εἰ μὲν ἄημα Θεοῦ καὶ λάχος, ὡς φρονέεις, Ῥίψον ἀτασθαλίην, καὶ πείθομαι. Οὐ γὰρ ἔοικε Τοῦ καθαροῦ ῥυπαρὴν ἔμμεναι, οὐδ' ὀλίγον. Οὐδὲ γὰρ ἠελίοιο λάχος σκότος, οὐδὲ πονηροῦ Πνεύματος αἰγλῆεν ἔκγονον ἐξεφάνη. Πῶς δ' ὀλοοῦ Βελίαο τινάγμασι τόσσον ἐλαύνῃ, 762 Καί περ ἐπουρανίῳ Πνεύματι κιρναμένη; Εἰ γὰρ τοῖον ἔχουσα βοηθόον ἐς χθόνα νεύεις, Αἲ αἳ τῆς ἀκράτου σῆς ὀλοῆς κακίης! Εἰ δ' οὔ μοι θεόθεν σὺ, τίς ἡ φύσις; ἦ μέγα τάρβος, Μή ποτε μαψιδίῳ κύδεϊ φυσιόω. Πλάσμα Θεοῦ, παράδεισος, Ἔδεμ, κλέος, ἐλπὶς, ἐφετμὴ, Ὄμβρος ὁ κοσμολέτης, ὄμβρος ὁ πυρσοπόλος, Αὐτὰρ ἔπειτα νόμος, γραπτὸν ἄκος· αὐτὰρ ἔπειτα Χριστὸς ἑὴν μορφὴν ἡμετέρῃ κεράσας, Ὥς κεν ἐμοῖς παθέεσσι παθὼν Θεὸς, ἄλκαρ ὀπάζοι, Καί με θεὸν τελέσῃ εἴδεϊ τῷ βροτέῳ. Ἀλλ' ἔμπης ἀδάμαστον ἔχω μένος, ἐς δὲ σίδηρον Αὐτοφόνῳ μανίῃ σπεύδομεν, ὥστε σύες 763 Τίπτ' ἀγαθὸν βιότοιο; Θεοῦ φάος; Ἀλλ' ἄρα καὶ τοῦ Εἴργει με φθονερὴ καὶ στυγερὴ σκοτίη. Οὐδὲν πλεῖον ἔμοιγε. Τί δ' οὐ πλέον ἐστὶ κακοῖσιν; Αἴθε γὰρ ἶσον ἔχον, καὶ μάλα περ μογέων! Κεῖμ' ὀλιγοδρανέων· τάρβος δέ με θεῖον ἔκαμψε· Τέτρυμ' ἠματίαις φροντίσι καὶ νυχίαις. Οὗτος ὁ βρισαύχην με καὶ ὕπτιον ὦσεν ὀπίσσω, Λὰξ ἐπέβη. Σὺ δέ μοι δείματα πάντα λέγε, Τάρταρον ἠερόεντα, πυριφλεγέθοντας, ἱμάσθλας, ∆αίμονας, οἳ ψυχῶν πράκτορες ἡμετέρων. Μῦθος ἅπαντα κακοῖσι, τὸ δ' ἐν ποσὶ μοῦνον ἄριστον· 764 Οὐδὲν ἐπιστρέφεται τῆς βασάνου κακίη. Λώϊον ἦν ἀλιτροῖσιν ἐς ὕστερον ἔμμεν' ἄτιτα, Ἢ ἐμὲ νῦν κακίης πήμασιν ἀσχαλαᾷν. Ἀλλὰ τί μοι, βροτέων τί δέ μοι τόσον ἄλγε' ἀείδειν; Ἡμετέρης γενεῆς πᾶσιν ἔπεστιν ἄχος. Οὔ μοι χθὼν ἀτίνακτος, ἅλα κλονέουσιν ἀῆται. Ὧραι δ'