1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

41

πτωχὸν παθέων μέγα Πνεῦμ' ἀνέδειξεν· Ὅστις ἔχει ζωὴν ἐνθάδε πενθαλέην· Ὅστις ἐπουρανίης αἰὲν ἀκόρεστος ἐδωδῆς, Ὅστις ἐνηείῃ κληρονόμος μεγάλων· Ὃς σπλάγχνοισιν ἑοῖσι Θεοῦ μέγαν οἶκτον ἐφέλκει, Εἰρήνης τε φίλος, καὶ καθαρὸς κραδίην· 784 Ὃς πολλὰ Χριστοῖο μεγακλέος εἵνεκ' ἀνέτλη Ἄλγεα, καὶ μεγάλου κύδεος ἀντιάσει. Τούτων, ἣν ἐθέλεις, τάμνε τρίβον. Εἰ μὲν ἁπάσας, Λώϊον· εἰ δ' ὀλίγας, δεύτερον· εἰ δὲ μόνην Ἔξοχα, καὶ τὸ φίλον. Σταθμά γε μὲν ἄξια πᾶσι, Τοῖσι τελειοτέροις, τοῖσί τε μειοτέροις. Καὶ Ῥαὰβ οὐκ εὔκοσμον ἔχεν βίον, ἀλλ' ἄρα καὶ τὴν Κλεινὴν ἀκροτάτη θῆκε φιλοξενίη. Ἐκ δὲ μόνης πλέον ἔσχε Φαρισσαίοιο τελώνης Τῆς χθαμαλοφροσύνης, τοῦ μέγ' ἀειρομένου. Βέλτερον ἀζυγίη, ναὶ βέλτερον· ἀλλ' ἐπίμικτος Κόσμῳ, καὶ χθονίη, χειροτέρη δυάδος Σώφρονος. Ἀκτεάνων αἰπὺς βίος οὐρεσιφοίτων· Ἀλλὰ τύφος καὶ τοὺς πολλάκι θῆκε κάτω. 785 Οὐ γὰρ ἑὴν ἀρετὴν ἄλλοις μετρέοντες ἀρίστοις, Ἄκριτον ἐν κραδίῃ ὕψος ἔχουσιν ὁτέ. Πολλάκι καὶ ζείοντι νόῳ, πώλοισιν ὁμοῖα Θερμοτέροις, νύσσης τῆλε φέρουσι πόδα. Τοὔνεκεν ἢ πτερύγεσσιν ἀείρεο πάμπαν ἐλαφραῖς, Ἠὲ κάτω μίμνων, ἀσφαλέως τροχάειν, Μή που βριθοσύνῃ σεῖο πτερὸν ἐς χθόνα νεύσῃ, Μὴ δὲ πέσῃς ἀρθεὶς πτῶμ' ἐλεεινότατον. Νηῦς ὀλίγη γόμφοισιν ἀρηραμένη πυκινοῖσι, Φόρτον ἄγει μεγάλης πλείονα τῆς ἀδέτου. Στεινὴ μὲν πυλεῶνος ὁδὸς θείοιο τέτυκται, Πολλαὶ δ' ἀτραπιτοὶ ἐς μίαν ἐρχόμεναι. Οἱ μὲν τὴν προΐῳεν, ὅσοις φύσις ἐνθάδε νεύει, Οἱ δ' ἑτέρην, στεινῆς μοῦνον ἀφαπτόμενοι. 786 Οὔτε μίη πάντεσσιν ὁμῶς φίλον ἔπλετ' ἐδωδὴ, Οὔτε Χριστιανοῖς εἷς βίος ἁρμόδιος. ∆άκρυα πᾶσιν ἄριστον, ἀϋπνίη τε, πόνοι τε, Καὶ λύσσαν παθέων ἀργαλέων κατέχειν, Αἰχμάζειν τε κόρον, Χριστοῦ θ' ὑπὸ χεῖρα κραταιὴν Κεῖσθαι, καὶ τρομέειν ἦμαρ ἐπερχόμενον. Εἰ δ' ἄκρην τελέως ἴοις τρίβον, οὐκέτι θνητὸς, Ἀλλά τις οὐρανίων. Γρηγορίοιο νόμοι.

ΙΗʹ. Περὶ ζωῆς ἀνθρωπίνης. Ὁ χοῦς, ὁ πηλὸς, ἡ παλίστροφος κόνις. Τῇ γῇ γὰρ

ἡ γῆ συμβιβάζεται πάλιν, Καὶ σπαργανοῦται τῷ γεώδει σπαργάνῳ, Καὶ χοῦς πάλιν πρόεισιν ὥσπερ ἡ κόνις, 787 Ἣν ἡ βιαία συστροφὴ τῶν πνευμάτων Πρὸς ὕψος ἐξαίρουσα συστέλλει κάτω. Οὕτω γὰρ ἡμῶν τὸν πολύστροφον βίον Αἱ τῶν πονηρῶν πνευμάτων καταιγίδες Πρὸς ὕψος ἐξαίρουσι καὶ δόξαν νόθον· Αὖθις δὲ χοῦς κάτεισι καὶ μένει κάτω, Ἕως ὁ τοῦ κτίσαντος ἁρμόσῃ λόγος Τῶν συνδεθέντων τὴν ἀναγκαίαν λύσιν. Νῦν δὲ προκύψας, ὥσπερ ἔκ τινος βάθους, Ὁ χοῦς ὁ θείᾳ πνευματωθεὶς εἰκόνι, Καὶ τὰς γεώδεις ἐκβοᾷ τραγῳδίας, Καὶ τὸν γελᾷν δοκοῦντα δακρύει βίον.

ΙΘʹ. Περὶ τῆς αὐτῆς. Τροχός τίς ἐστιν ἀστάτως πεπηγμένος, 788 Ὁ μικρὸς

οὗτος καὶ πολύτροπος βίος. Ἄνω κινεῖται, καὶ περισπᾶται κάτω· Οὐχ ἵσταται γὰρ, κἂν δοκῇ πεπηγέναι. Φεύγων κρατεῖται, καὶ μένων ἀποτρέχει. Σκιρτᾷ δὲ πολλὰ, καὶ τὸ φεύγειν οὐκ ἔχει. Ἕλκει, καθέλκει τῇ κινήσει τὴν στάσιν. Ὡς οὐδὲν εἶναι τὸν βίον διαγράφων, Ἢ καπνὸν, ἢ ὄνειρον, ἢ ἄνθος χλόης.

Κʹ. Περὶ πόθου. ∆εινὸν πόθος πᾶς. Ἂν δὲ καὶ φιλουμένου, ∆ιπλοῦν τὸ δεινόν.

Εἰ δὲ καὶ κόρας νέας, Τριπλοῦν τὸ κέντρον. Εἰ δὲ καὶ κάλλους γέμων, Πλεῖον τὸ κακόν. Εἰ δὲ πρὸς γάμον φέρει, Πῦρ ἔνδον αὐτὴν βόσκεται τὴν καρδίαν. 789

ΚΑʹ. Περὶ θανάτου φιλουμένων. Πικρὸν τάφος πᾶς· ἂν δὲ καὶ τέκνου τάφος,

∆ιπλοῦν τὸ κακόν. Εἰ δ' ἀρισταίου πάλιν, Ἡ συμφορὰ πῦρ. Εἰ δὲ νυμφίου νέου, Ἡ καρδία ῥάγηθι τῶν γεννητόρων.