1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

45

χόλων ἐμοὶ μόνος, Εἰ δεῖ τε καὶ πάσχειν γε τῶν εἰωθότων. Ἐπεὶ γὰρ ὅρκον τῷ λόγῳ κατείχομεν, Σιγῆς φέροντες καρπὸν ἄξιον λόγου· Πάμπαν τιν' ὅρκου ῥίζαν εἰδότες χόλον, Πολλαῖς σὺν ἄλλαις, αἷς τὸ δεινὸν φύεται, 814 Τὴν ἀγριωτάτην τε καὶ μελαντάτην· Καὶ τὴν, Θεοῦ διδόντος, ἐξαιρήσομεν, Τέμνοντες, ὡς οἷόν τε, τῇ λόγου τομῇ. Αἰτῶ καὶ πρῶτον, μὴ χολοῦσθαι τῷ λόγῳ. Οὕτω γάρ ἐστιν ἡ νόσος τῶν ἀσχέτων, Ὥστ' ἀγριοῦσθαι πολλάκις καὶ ταῖς σκιαῖς, Αὐτοῖς τε τοῖς σφῶν γνησίοις παραινέταις. ∆εῖ δ', ὡς ἔοικε, μή τι μαλθακὸν λέγειν, Κακοῦ τοσούτου τῷ λόγῳ προκειμένου· Ἀλλ' ὡς πυρὸς βρέμοντος ἀγρίαν φλόγα, Πηδῶντος, αἰθύσσοντος ἐντινάγμασι Πολλοῖς, ἄνω ῥέοντος ἐμψύχῳ φορᾷ, 815 Λάορως ἀεὶ τὰ πρόσθεν οἰκειουμένου, Ὕδωρ, κόνιν πέμποντας εὐνάσαι βίᾳ· Ἢ θῆρα λόχμης ἐκφανέντα συσκίου, Φρίσσοντα, πῦρ βλέποντα, ἐξαφρούμενον, Μάχης ἐρῶντα, καὶ φόνων καὶ πτωμάτων, Λόγχαις, κυνηγοῖς, σφενδόναις καταιχμάσαι Ἴσως ἂν οὕτω τοῦ πάθους γενοίμεθα Κρείσσους, Θεοῦ διδόντος, ἤ τι μετρίως Σχοίημεν. Οὐδὲ τοῦτο τῶν μικρῶν ἐμοὶ, Κακοῦ μεγίστου καί τις ἔνδοσις μικρὰ, Ὡς τοῖς βαρείας ἐκ νόσου στενουμένοις. Μικροῦ δ' ἄνωθεν τὴν νόσον σκεψώμεθα, Ἥτις, πόθεν τε καὶ ὅπως φυλακτέα, Ἀνδρῶν παλαιῶν συλλογὰς σκοπούμενοι, 816 Ὅσοι διεσκέψαντο πραγμάτων φύσεις. Εἰσὶν μὲν οἳ λέγουσιν αἵματος ζέσιν, Τοῦ γειτονοῦντος καρδίᾳ, τὴν ἔκστασιν· Ὅσοι νέμουσι τὴν νόσον τῷ σώματι, Ὥσπερ τὰ πολλὰ τῶν παθῶν ἄλλοις τισίν. Ἄλλοι δ' ὄρεξιν εἶπον ἀντιπλήξεως (Ψυχῇ διδόντες τὴν βλάβην, οὐ σώματι), Ὀργὴν δὲ τὴν ὁρμῶσαν· εἰ δ' ἔνδον μένει Λοχῶσα, τοῦτο μνησικακίαν τυγχάνειν Ὅσοις δ' ἔδοξεν ἡ νόσος τοῦ συνθέτου, Ζέσιν μὲν εἶπον αἵματος, τὴν δ' αἰτίαν, Ὄρεξιν εἶναι, συντιθέντες καὶ λόγον. Ταῦθ' ὡς ἔχει μὲν, οὐχὶ νῦν σκοπητέον. Ἐκεῖνο μέν τοι καὶ λίαν τῶν γνωρίμων, 817 Ὡς νοῦς ἁπάντων ἡγεμών· ὃν σύμμαχον ∆έδωκεν ἡμῖν κατὰ παθῶν ὁ ∆εσπότης. Ὡς οὖν χαλάζης οἱ δόμοι σκεπάσματα, Θάμνοι δὲ κρημνῶν, καὶ βυθῶν ἐρείσματα, Τείχη δὲ τοῖς φεύγουσιν ἐκ μάχης τινός· Οὕτω λογισμὸς πρὸς χόλου παρουσίαν. Ὅταν καπνίζῃ τὸ φλέγον τὴν σὴν φρένα, Πρὶν πῦρ ἀνάψαι, καὶ ῥιπισθῆναι φλόγα, Ὅταν ποτ' αἴσθῃ πνεύματος κινουμένου, Εὐθὺς Θεῷ πλάκηθι, καὶ τόνδ' ἐννοῶν Ὡς σοῦ προεστῶθ', ὧν τε κινῇ, μάρτυρα, Αἰδοῖ φόβῳ τε τὴν φορὰν τοῦ πράγματος Ἐπίσχες, ἄχρις ἡ νόσος παρήγορος. Εὐθὺς βόησον τῶν μαθητῶν ῥήματα· «Ἐπιστάτα, κλύδων με δεινὸς ἀμφέπει.» 818 Τίναξον ὕπνον, καὶ σὸν ἐξώσεις χόλον, Ἕως λογισμοῦ καὶ φρενῶν ἐπικρατεῖς, Ὧν πρῶτόν ἐστιν ἡ νόσος κατάκλυσις Ἕως χαλινὸν, ἵππος ὡς δυσήνιος, Οὔπω δακὼν ὀδοῦσιν ἔρχετ' εὔδρομος, Πνέων δρόμον τε καὶ φάραγγας, καὶ βάθη, Θυμῷ σκοτώσας ὀμμάτων ὁδηγίαν. Ῥᾷον γάρ ἐστιν ἀρχόμενον ἄγξαι λόγῳ, Ἢ πρῶτον ἁρπάσαντα κατασχεῖν βίᾳ. Αὐτὸς γὰρ αὑτὸν ἐκκᾴων οὐχ ἵσταται, Ἕως λογισμὸν κρημνίσῃ τὸν ἱππότην. Ἔπειτά μοι, τὸ αἶσχος ἡλίκον, σκόπει, Οἷον τίθησι τὸν κακῶς πεπληγότα. Τῶν μὲν γὰρ ἄλλων αἱ νόσοι καὶ λάθριοι, Ἔρως, φθόνος, λύπη τε καὶ μῖσος κακόν· 819 Τινῶν δὲ φαίνοντ' οὐδ' ὅλως, ἤ τι βραχὺ, Ἀλλ' ἔνδον εἰσὶν αἱ νόσοι κατάσχετοι. Τυχὸν γὰρ ἐκτάκειεν ἐν βάθει φρενὸς, Πρὶν καὶ γενέσθαι τοῖς ὁρῶσιν ἐκφανεῖς. Κέρδος δὲ λανθάνουσα καὶ δυσπραγία. Θυμὸς δ' ὅλον γυμνόν τε καὶ δῆλον κακὸν, Εἰκὼν προκύπτουσ' οὐχ ἑκόντος σώματος. Εἴ σοί τις ὦπται τῶν ἁλόντων τῷ πάθει, Οἶδας σαφῶς ὅ φημι, καὶ γράψει λόγος. Ἔσοπτρον ἐχρῆν ἑστάναι χολουμένοις, Ὡς ἂν βλέποντες, ἀλλὰ τὴν αὐτῶν ὕβριν Μικρὸν χαλῷεν, τοῦ πάθους ἐξ ὄψεως, Κατηγόρῳ σιγῶντι κάμπτοντες φρένα. Ἦ καὶ τόδ' ἔστη, καὐτὸς ὑβριστὴς ὁ σὸς, 820 Ἐν ᾧ κατόψει σαυτὸν, εἰ σχολὴν ἄγοις. Πάθος γὰρ οἷς ἓν, κοινὰ καὶ συμπτώματα. Ὕφαιμον ὄμμα, καὶ θέσεις διάστροφοι, Τρίχες συώδεις, καὶ γένυς διάβροχος, Ὠχρὰ παρειὰ, νεκρότητος ἔμφασις· Ἄλλων ἐρυθρὰ, καὶ μολιβδώδης τινῶν· Ὅπως ἂν, οἶμαι, καί τινα χρώσας τύχοι Ὁ μανιώδης καὶ κάκιστος ζωγράφος· Αὐχὴν διοιδῶν, ἐγκυλούμεναι φλέβες, Πνοὴ