1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

51

σὺ τύφον ἔχεις, τοῦτο τί πρὸς τὸ γένος; Ἡμιόνοις τί πατήρ ποθ' ὁ κάνθων ἐστὶν ὄνειδος; Οὐδέν. Τίς δέ τ' ὄνοις δόξα παρ' ἡμιόνων; Οἱ δ' ἀετοὶ τίκτουσι, καὶ οὓς ῥίπτουσι νεοσσούς. Ὥστε τί μοι πατέρας, σαυτὸν ἀφεὶς, σὺ λέγεις; Κρεῖσσον ἄριστον ἐόντα κακὸν γένος, ἠὲ κάκιστον Ἔμμεναι εὐγενέτην· καὶ ῥόδον ἐκ τραχέος 854 Ἐβλάστησε. φυτοῖο, ῥόδον γε μέν. Εἰ δ' ἀπὸ γαίης Ἦλθες ἄκανθ' ἁπαλῆς, τοῦ πυρὸς ἄξιος εἶ. Πῶς σὺ κάκιστος ἐὼν, τόσσον φρονέεις προγόνοισιν, Ὦ κάνθων μυλικὲ, ἵππιον ὕψος ἔχων;

ΚΖʹ. Περὶ τοῦ αὐτοῦ. Εἴ σοι πίθηκον εἰς λέοντα σκευάσας Σπουδῇ προσῆγον,

ἆρ' ἂν ᾐδέσθης ἰδών; Καὶ πῶς; τί δ' εἴ σοι κύκνος ἠγωνίζετο ∆οκεῖν ὁ πάντ' αἴσχιστος ὀρνίθων κόραξ, Χρωσθεὶς τὸ λευκόν; ἢ γελοῖος ἦν πλέον; Ἔμοιγε φαίνετ'. Εἰ δ' ὁ δυσγενὴς τρόπον Φρυάσσετ' εὐγένειαν, αἰδεσθήσομαι; Οὐ δὴ γὰρ εἰκὼ τὴν γεγραμμένην πλέον Τῆς τοῦ πνέοντος ἀνδρὸς, εἰ καὶ λάμπεται. Ἄλλοι γραφέσθων· ὁ τρόπος δ' ἐμοὶ γένος. 855 Τί ταῦτα, καὶ τί πάσχετ', ὦ θνητὸν γένος; Ἵππος μὲν οὐδεὶς, ὅστις οὐχ ἵππος φύσει, Οὐδ' ὄρνις, ὅστις οὐ πτερῷ κουφίζεται. Βοῦν δ' εἰσιδών τις εἶπε, ∆ελφὶς τοῦτό γε; Ὅπερ δ' ἕκαστόν ἐστι, καὶ γνωρίζεται. ∆ύω δὲ ταῦτα τῆς βίου κωμῳδίας. Κατηστέρισται ζῶον ἐν γῇ κείμενον, Καὶ γράμμα ποιεῖ τὸν κάκιστον εὐγενῆ. Ἵππον τιν' ὠνῇ τὸν καλόν τε καὶ ταχὺν Ἢ τὸν κακὸν μὲν, ἐκ γένους δὲ γνωρίμου; Τὸν καλὸν, οἶδα. Τοὺς κύνας δ', οὐ τοὺς ταχεῖς; Οὕτω. Τί δ', οὐχ ἅπαντα τὸν αὐτὸν τρόπον; Τὰ πάνθ' ὁμοίως. Σὺ δέ μοι κάκιστος ὢν, 856 Καλεῖς σεαυτὸν εὐγενῆ; Ληρεῖς μάτην. Ἡ σπάρτος ὀρθὸν δεξάτω, καὶ πείθομαι. Σὺ δυσγενῆ με, κἂν ἐλεύθερον, καλεῖς. Ἐγὼ γελῶ σου τὴν νόσον, εἰ κάκιστος ὢν Οἴει καλύψειν τῷ γένει τὸ δύστροπον. Ὁ πλοῦτος ἔκριν' εὐγενεῖς, οὐχ ὁ τρόπος, Τυχόν γε τοὺς ἀφ' ὧν σύ. Θὲς καὶ τὸν τρόπον· Τί τοῦτο πρὸς σὲ τὸν κάκιστον εὐγενῆ; Τὸν εὐγενῆ μὲν, δυσγενῆ δὲ τῷ τρόπῳ, Νεκρὸν νομίζω τῶν καλῶν ὀδωδότα. Μί' εὐγένεια, τὸν τρόπον χρηστὸν φέρειν.

ΚΗʹ. Κατὰ πλουτούντων Φεῦ, φεῦ, ὅσων γέμουσιν οἱ κακοὶ κακῶν! 857 Ἀλλ' οὐδὲ τοῦτ' ἴσασιν οἱ τρισάθλιοι, Ὡς ἄν τι καὶ λάβοιεν εἰς σωτηρίαν, Λόγον τιν', ἢ σύμβουλον, ἢ μνήμην Θεοῦ· Ἃ πάντα φάρμακ' ἐστὶ τοῖς πεπληγμένοις. Ἀλλ' εὐσθενοῦσιν, ὡς δοκοῦσ'. Οἰκτροῦ πάθους! Ὡς οἱ παραπλῆγές τε καὶ μεμηνότες, Ἰσχὺν νομίζειν τὴν νόσον καὶ τῶν φρενῶν. Ἵπταντ', ἀροῦσιν, ἄπτεροι, βοῶν δίχα. Βοηδρομοῦσιν, ἡ φάλαγξ δ' οὐ πλησίον· Πλέουσιν οὐ πλέοντες, ἀθλοῦσιν μόνοι, Πλουτοῦσι, βασιλεύουσι, νικῶσι δίκας. Ἅπαντα ταῦτα τῆς νόσου. Πείθει δέ τις; Κακόν τι λήψῃ πρόσθεν, ἢ πείσεις λέγων, 858 Ὡς φαρμάκων χρῄζουσι τῆς ἀῤῥωστῖας. Τίς γὰρ, νομίζων μὴ νοσεῖν, ἀλλ' εὐσθενεῖν, Ἢ φαρμακεύετ', ἢ ζητεῖ σωτηρίαν; Τοῦτ' ἔστι τοῦ νοσοῦντος, ἀλλὰ μετρίως. Ὅστις δὲ τὸν δίκαιον οἴεται νοσεῖν, Πότ' ἂν δέξαιτο τοῦ πάθους παρήγορον; Πλουτεῖς· βιάζῃ γειτονεῖν σοι μηδένα. Ζητεῖς ἔχειν ἄρουραν· ἡ δὲ πλησίον Οὐ σή· τὸ πρᾶγμα συμφορά. Χρὴ σοῦ μόνου Τὴν ὄψιν εἶναι. ∆εινὸν, εἰ τὸ σῶμά σοι Κόπτοιτο. Ἧλος ὀμμάτων τὸ τοῦ πέλας. Ὡς εἴθε καὶ γένοιτο. Ἦ γὰρ ἂν τυχὸν Ἔστης ἀεὶ τὸ πλεῖον ἐκκαρπούμενος, 859 Ὡς φλόξ τις, ἢ χείμαῤῥος, ἢ λοιμοῦ νόσος, Μέσου κρατοῦντος οὐδενός. Ὥς μοι δοκεῖς Οὐδ' ἡντινοῦν ὄνησιν οὐδὲ σῶν ἔχειν, Εἰ μή τι προσγένοιτο τῶν ποθουμένων. Εἶθ' ἡ συνεργὸς τῆς χερὸς συκοφαντία. Ὕβρισμ'; ἔχω χρήστην σε, πράκτορ' εὐθέως, Στρέβλαι, τὰ δεσμά· φείδεται τοῦ σώματος Ὁ πένης· δίδωσι πάντα, σωθῆναι θέλων. Εὔψυχός ἐστιν, οὐχ ἑκὼν, ἐν οἷς ἔχει. «Τί δ'; οὐ πολιτείας σὺ καὶ ναυαρχίας Ὑπεύθυνος; σὺ δ' οὐχὶ τοῦ λῃστοῦ φίλος;» Λέγει τὸν οὐκ ὄνθ', ὡς φοβήσας κερδαίνειν. «Ὁ βοῦς δέ σοι πῶς τοῖς ἐμοῖς ἐνύβρισεν; Ἥδ' ὕβρις, εἰπέ; Μεῖζον ἐβρυχήσατο, Πένητος ὢν, καὶ ταῦτα ὡς μάχης ἐρῶν, 860 Ἢ καὶ νενίκηχ'. Ἡ δὲ τῶν