1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

56

Πηνελόπης, τὸν νὺξ λύεν, ἦμαρ ὕφαινεν· Ἔνδοθι τὴν Ἑκάβην, ἔκτοθι τὴν Ἑλένην. Εἰ μὲν δὴ μῆχός τι λαθεῖν πόσιν, οὐ μὲν ἀνεκτὸν, Εἶδος ἀποκρύπτειν θειότερον βροτέῳ, Μή σε Θεὸς τοίοισιν ἀμείψηται χαλεπῄνας· Τίς, πόθεν ὁ πλάστης; ἔῤῥε μοι, ἀλλοτρίη. Οὔ σ' ἔγραψα, κύων, ἀλλ' ἔπλασα εἰκόν' ἐμοῖο· Πῶς εἴδωλον ἔχω εἴδεος ἀντὶ φίλου; 888 Ἀλλ' ἔμπης νούσῳ τι παρήσομεν. Εἰ δ', ἀρίδηλον Ἐστὶ πίναξ γραφέων εἶδος ἐπ' εἶδος ἔχων, Στήλην αἴσχεος ἴσθι βροτοῖς περιφαντὸν ἐγείρειν Μορφὴν, ἣν σὺ γράφεις ἔμπνοον ἀλκὶ νόου. Κῆπος Ἀδώνιδος ἥδε τεὴ χάρις ὠλεσίκαρπος, Πουλύποδος χροιὴ, γράμματ' ἐπὶ ψαμάθων. Πῶς δὲ σύγ' εἶδος ἔχουσα κολοίϊον (εἴ γε κολοιὸν Εὔπτερον ἀλλοτρίοις ἄνθεσι μῦθος ἔχων, Αὖθις γυμνὸν ἔθηκε γελοίϊον), οὐκ ἀλεγίζεις Αἴσχεος ὑστατίου, κάλλεος ὀλλυμένου. Ἔλπῃ δ' ἀστυφέλικτον ἔχειν γάνος; οὐ μετὰ δηρὸν Ὄψεαι ἀλλοτρίου κάλλεος ὅσσον ἄχος. 889 Πυνθάνομ' ὥς τι φέριστον ἔχει πλάσις, ἤν ποτε γῆρας Ῥικνώσῃ μορφὴν, τὴν πάρος ἀνθοφόρον· Τῆμος ὅτ' ἄγραφός ἐστι μελῶν πλάσις, ὡς πυρίκαυστον Λείπεσθαι σαρκῶν λείψανον ἐκ κονίης· Ὀψὲ μετακλαίειν δὲ μελῶν δόλον, εὖτε πίθηκον Ῥυτίσιν ἐν πυκιναῖς ὦσε τὸ λειπόμενον. Τοίη ψευδομένων μελέων χάρις. Ἀλλὰ, φερίστη, Νῦν στῆσον μορφῆς ἔκτυπον, ὡς τὸ πάρος. Ἀτρεκὲς οὐ μὲν ἔγωγε ὀΐομαι· ἀλλὰ πολὺ πρὶν Μηδένα μηδ' ἀνδρῶν εὔξεαι ὄμματ' ἔχειν, Οἵ σε πάρος κλήϊζον, ἐπ' ὄμματα δ' εἶχον ἕτοιμα Τῇ καὶ τῇ σοβαροῖς ἴθμασι κινυμένην. Καὶ τὸ, γέλως, ἀνδρῶν λήθειν γένος ἰσχανόωσα, 890 Μύστας σῆς μορφῆς ἄνδρας ἐπεσπάσαο. Ἄνδρες γὰρ τρίψαντο τὰ φάρμακα, οἷς σὺ γέγηθας, Ληϊσταὶ μεγάρων, τέκτονες ἧς μανίης. Ταῦτ' οὐ σωφροσύνης τὰ σοφίσματα, μαχλοσύνης δέ. Πᾶν γὰρ ὃ τεχνάζῃ ἄῤῥεσι, μαχλοσύνη. Φασὶ ταὼ μεγάλαυχον, ἐπὴν περίκυκλον ἐγείρῃ Αὐχένα κυρτώσας χρύσεον, ἀστερόεις, Κλάζειν θηλυτέραις φιλοτήσιος. Εἰ δὲ σὺ μορφὴν Οὐ σφριγόωσι γράφεις ὄμμασι, θαῦμα μ' ἔχει. Εἰ μὲν γὰρ πόσιός σου ἔχεις πόθον, ὡς σὸν ἐκεῖνος, Ἐξέτι τοῦ, ὅτ' ἐρῶν σ' ἤγαγε πρὸς θαλάμους Κουριδίην θαλέθουσαν, ἔχεις χάριν· εἰ δὲ σύ γ' ἄλλων Ὄμμασιν ἀνδανέεις, τοῦτο πόσις στυγέει. Κεύθειν λώϊόν ἐστι βελῶν χάριν οἷσι δόμοισιν, Ἠὲ ψευδομένην οὐχ ὁσίως προφέρειν. 891 Τῇ μὲν γὰρ πόσις ἐστὶν ἐπάρκιος· ἡ δ' ἐπὶ πολλοῖς Ἵσταται, ὥς τε λίνον ἱπταμένων ἀγέλῃ. Τέρπῃ τερπομένῳ, καὶ ἀμείβεαι ὄψιν ὀπωπῇ, Αὐτὰρ ἔπειτα γέλως, καὶ λόγος ἀντίθετος, Κλεπτόμενοι τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἔχοντες. Μηκέτι μοι τὰ πρόσω φθέγγεο, γλῶσσα λάλε. Ἀλλὰ τόδ' ἀτρεκέως μυθήσομαι, οὐδὲν ἄκεντρον Τῶν ὅσα θηλυτέραις παίζεται ἀμφὶ νέοις. Πάντα γὰρ ἀλλήλοισιν ἅμ' ἕσπεται, ὥστε σίδηρος, Ὃν μάγνης ἐρύει, ἄλλον ὑπ' ἄλλον ἄγων. Ὡς ὄφελον ψιμύθοις καὶ φύκεσιν, ἀντὶ γυναικῶν, Στίλβειν, καὶ λιπαρῶς, ἀνέρες ἀφραδέες, Οἳ τόσον αἶσχος ἔχοντες ἐν ὀφθαλμοῖσι σύνοικον, Τέρπονται κακίῃ, ἀχλὺν ἐφεσσάμενοι· 892 Ἄλλας μὲν βάλλουσιν ἐπεσβολίῃσι φαεινὰς, Αὐτοὶ δ' ἐν σφετέροις αἴσχεσίν εἰσι σύες· Ἢ τάχα καὶ συφεοῖσιν ἐνὶ σκοτίοισι πέσοιεν, Εἰρχθέντες Κίρκης χρίσμασι θηροτόκοις, Οἳ μήτ' ἐχθαίρουσι, καὶ ὡς πυρὶ κάγκανον ὕλην Βάλλουσ', ἣν ἐρύειν λώϊον ἠὲ φέρειν. Ἄλλον γάρ τ' ἄλλος τις ἀνὴρ κόσμοισι γυναικῶν Νικῶσ', ἀφραδίῃ πλεῖον ἔχειν ἐθέλων. Πολλάκι καὶ κτεάνων ἐπιδευέες, ὥς κεν ἐγείρειν Ὕβριν ἑῶν ἀλόχων, πλεῖον ἔχουσι πόνον. Ἐχθρῷ δ' οὔ ποτ' ὄρεξας ἑὸν ξίφος, οὐδὲ χαράδρῃ Σοῖσιν ἐπ' ἀστάχυσιν ὤπασας εὐοδίην. Πανδώρην ἐνέπουσι, πυρὸς μαλεροῖο κλαπέντος, Ποινὴν ἡμερίοις ἄντιτον ἐλθέμεναι, 893 Ἀντὶ πυρὸς πῦρ ἄλλο, καλοῦ κακὸν, ὥς κε φλέγῃσι Καὶ πλέον, ἀσκῆσαι κάλλεσι δαιδαλέοις ∆αίμονας, ἄλλο τι δ' ἄλλον ἐπίκλοπον εἰς ἓν ἄγοντας. Συμφερτὴν ἀπάτην ἀνδράσιν ἐμπελάσαι, ∆ειπνολόχην, δολόεσσαν, ἀναιδέα, μειλιχόμυθον, Τερπωλὴν ὀλοὴν, δαλὸν ἀειφλεγέα. Οὐ μὲν δὴ μύθοις ἐπιπείθομαι· εἰ δὲ κελεύεις, Μὴ σύ γε Πανδώρη γίνεο δαιδαλέη. Πανδώρης γένος εἰσὶν ἀναιδέες· ἀλλὰ σὺ Χριστοῦ Εἰκὼν, σωφροσύνῃ λάμπεο καὶ πραπίσιν.