1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

57

Ἄλλος δ' οὐκέτι μῦθος, ἐμῶν δ' ἐπέων ἐπάκουσον, Οὕς σοι θειοτάτων φθέγξομαι ἐκ λογίων. Οὐκ ἀΐεις καὶ πρόσθε τεὸν πατέρ' ὡς ἀπάτησεν Ἀνδροφόνοιο φυτοῦ εὔχροος ἀγλαΐη 894 Ἤπαφεν, εὐθαλέος τε ἄφαρ βάλεν ἐκ παραδείσου, ∆υσμενέος τε δόλος, παρφασίη τ' ἀλόχου. Οὗτός σοι νόμος ἐστὶ πατρώϊος ἐξέτι κείνου, Μή ποτ' ἐπ' εὐχροίῃ θάρσος ἔχειν, θύγατερ. Πᾶν μὲν κάλλος ἐμοὶ, βαιὴ χάρις, εἶαρ ἔνεικε, Καὶ χειμὼν κρυερὸς ὤλεσεν ἐξαπίνης. Ἡ νοῦσός μιν ἔκαμψεν ἀώριον, ἢ χρόνος αἰνὸς Ὤλεσε, τηκεδανῶν κύκλα φέρων ἐτέων. Τοῦτο δὲ καὶ πλέον ἐστὶ γελοίϊον· οἶδεν ἄκοσμον Εἶδος ἔχουσα γυνὴ, καὶ πατέει ∆ανάην, Αἴσχεϊ κυδιόωσα. Τὸ δ' αἴσχιον (ὡς ἐνέπουσιν Ἴδριες, οὐ γὰρ ἐγὼ, τῆσδε κακοῤῥαφίης), Ξυνὴν νοῦσον ἔχουσι, καὶ ἀλλήλας ἐθέλουσι Κεύθειν. Τίπτε νόσου τῆσδε χερειότερον; 895 Τέκτων τέκτονος ἔργον ἐπίσταται, ἴδρις ἀοιδὸς Ἴδριν ἀοιδοσύνης, φῶρα δὲ φὼρ ἐδάη. Ἀλλ' αἵ γ' οὐκ ἐθέλουσι τά περ νοέουσι, νοεῖσθαι. Ἦ ῥ' ἐτεὸν, κακίη ὄμματα πηρὰ φέρει. Ὣς δ' ἄνδρες τίουσι τά περ γελόωσι πρόσωπα, Τερπόμενοι χροιαῖς κινυμένων πινάκων. Οὔτι τόσον πινάκεσσιν ὀΐομαι, ὅσσον ἐπ' ἀνδρῶν Θυμῷ, τοῦ τελέθει χρώματα μαρτυρίη. Πυνθάνομ' ὡς κενεὴν, καὶ ἀνείδεον, ὑστερόφωνον Ἠχώ τις ποθέων, πλάζεθ' ὑπὲρ σκοπέλων· Καὶ μορφῆς τις ἑῆς ποτ' ἐράσσατο, καὶ κατ' πηγῆς Ἤλατ' ἐπ' εἰδώλῳ κάλλεος οὐλομένου. 896 Ἄλλη δ' αὖ ποταμοῖο καλοῖς ἐπεμῄνατο ῥείθροις, Μαίνετο, οὐδ' ὄχθας ἥγ' ἀπέλειπε φίλας· Λάπτεν ὕδωρ, χείρεσσιν ἀφύσσετο, ἀφρὸν ἔμαρπτεν· Ἀλλ' οὐδ' ὣς πυρόεις ὕδασι λῆγε πόθος. Οὕτω τυφλὸν ἔρως καὶ ἀνάρσιον. Οὐ μέγα θαῦμα, Εἴ τινα καὶ σὺ νέων τῆλε νόοιο βάλοις, Εὔχροος, ἁβροχίτων, ῥοδοδάκτυλος, ὑψικάρηνος, Οὐχ ἕνα, ἀλλὰ τόσους, ὁσσατίοισι γράφῃ. Πείθομαι, ὥς ποτε ταῦρον ἀνὴρ σοφὸς ἤπαφε τέχνῃ, Χρώμασι μορφώσας δουρατέην δάμαλιν (Ξεινὸς ἔρως! ἀπνόοισιν ἐπ' εἴδεσιν ἔμπνοα βαίνει) Ὁππότε καὶ σὺ νέοις μήσαο τοῖον ἄγος. Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ' ἀνέρας, οἷσιν ὁμοῖος Θήρεσίν ἐστι νόος, θηλυμανής τε βίος. 897 Εἴ τοι μὴ σάρκεσσι χαρίζεαι, ἀντὶ δὲ σαρκῶν Ὄμμασι, καὶ τὸ, νόσος ἠερίη φιλότης. Ἀλλ' ἅτρωτος ὅλη· ναὶ πείθομαι, οὐδὲ τόδ' ἐσθλὸν Ἐστὶν ἐμοὶ κενεῆς δόξαν ἔχειν κακίης. Ὣς δ' ἂν καὶ πολλῇσι νόμον γράψειας ἄκοσμον, Καὶ πινυτή περ ἐοῦσ'. Εὔδρομον ἡ κακίη. Ἄλλων μὲν ῥυπόωντα βίον τεχνάσμασι κεύθειν, Σοὶ δὲ σαοφροσύνην καί τι μέλαν φορέειν. Εἰ γὰρ σώφρονές εἰσιν ἐπανθέες, οὔ ποτ' ἂν ἄλλας Πείσαις θηλυτέρας σώφρονα θυμὸν ἔχειν. Μῦθος δ' ἡμετέροιο νόμου, μηδ' ὄμματα βάλλειν Εὖνιν ἐπ' ἀλλοτρίην, μοιχιδίοισι πόθοις. Ἀρχὴ γὰρ φιλότητος ἀναιδέος ὄψις ἀναιδὴς, Τήν κεν ἀνὴρ φεύγων, καὶ κακότητα φύγοι. 898 Πῶς δὲ σὺ τόσσον ἔρωτος ἐπ' ἀνδράσι κεστὸν ἄγουσα, Λυσιγάμοιο, γύναι, τῆλε μένεις κακίης, Εἰ δ' ἄγε, σοὶ καὶ μῦθον ἐοικότα μυθολογήσω Αἴσχεσιν ὑμετέροις. Ἡ πολιὴ δὲ λάλον. Ἄκριτον ἦν τοπάροιθε βροτῶν γένος, ὅς τε φέριστος, Ὅς τε χερειότερος, ὡς φάτις ὠγυγίη. Πολλοὶ μὲν δοκέεσκον ἀνάρσιοι, ὄντες ἄριστοι, Πολλοὶ δ' αὖτ' ἀγαθοὶ, ἔμπαλιν ἀφραδέες. Κῦδος ἀτιμοτάτοισιν, ἀτιμίη δέ τ' ἀρίστοις Ἕσπετο, οὔτι δίκῃ τῶν δ' ἐπαμειβομένων. Ἀλλ' οὐ λῆθεν ἄνακτα Θεὸν κακίη μεδέουσα Ὀψὲ δ' ἀλαστήσας τοῖον ἔειπεν ἔπος· Οὐ θέμις ἔστ' ἀγαθοῖσιν ὁμὸν κλέος ἠδὲ κακοῖσιν Ἔμμεναι, ὧδ' ἂν ἔοι πλειοτέρη κακίη. 899 Τοὔνεκα τοῖσιν ἐγὼ σημήϊον ἐσθλὸν ὀπάσσω, Ὄφρ' εὖ γινώσκῃς, ὃς κακὸς, ὅς τ' ἀγαθός. Ὣς εἰπὼν ἐρύθηνε παρήϊα τοῖς ἀγαθοῖσιν, Αἷμ' ὑπὸ δέρμα χέας, αἴσχεος ὀρνυμένου· Θηλυτέραις δὲ μάλιστα, ἐπεὶ καὶ εἶδος ἀραιαὶ Καὶ κραδίην ἁπαλαὶ, πλεῖον ὑπεσκέδασε· Τοῖς δὲ κακοῖσιν ἔπηξε, καὶ ἄτροπον ἔνδον ἔθηκε Τοὔνεκεν οὐδ' ὀλίγον αἴσχεσι συμφέρεται. Τῶν σύ μοι ἴη ἐοῦσα, πολύχροε· οὐ γὰρ ἔρευθος Αἰδέομ', εἰ καί μοι τόσσον ὕπερθε φέρεις. Τοῦτο γάρ ἐστιν ἔρευθος ἀναιδείης ἀνερεύθου Ἔκγονον, ὃ κλύζει ὄμβρος ὁ πρὶν Σοδόμων. Μὴ γράψῃς τὸ πρόσωπον, ἀτάσθαλε, μηδὲ δολώσῃς Σὸν χρόα. Κάλλος ἐμοὶ μοῦνον, ὃ δῶκε φύσις. 900 Καὶ γὰρ πλοῦτος ἐμοὶ πατρώϊός ἐστιν ἀρείων Τοῦ δ' ὃν ἐμὴ παλάμη οὐχ ὁσίως