1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

59

χορείην Λαὸς πασσυδίῃ, τίμιον αἷμα σέβων, Εἶδος ἄγεις πολλῶν θελκτήριον, ὡς ἀγορή τιςΠληθὺν ἐφελκομένη ἐν μεσάτῳ πτολίων, Ἢ θηρῶν δείκτῃσιν ὁμοίϊα, τοὶ προφέρουσιν Ἑρπυστὰς σκοτίων δειμαλέοι λαγόνων; Ἀλλὰ, γύναι, μύθοις ἐπιπείθεο ἡμετέροισι, Μή σε νόος τρώσῃ χεῖρας ἐπ' εἶδος ἄγων. 907 Μὴ σύ γε, μὴ κείνῃσιν ὁμόπλοος, ὦ τέκος, εἴης, Μὴ σύ γε συμφράδμων, μηδὲ συνωροφίη· Ἄλλῃσιν τὰ περισσά· σὺ δ' ἅζεο χείλεσιν ἀνδρῶν Καὶ κληϊζομένη. Τοῦτο γυναιξὶ κλέος. Εἰ μέν σοί γε βίος πανελεύθερος ἔπλετο δεσμῶν, Χριστῷ ζῶε μόνῳ, πάντ' ἀποσεισαμένη, Παρθένος αἰγλήεσσα, περίφρων, ἀγλαόμητις, Νυμφίον ἧς κραδίης ἀγνὸν ἔχουσα Λόγον. Εἰ δέ σέ γε πλευρῆς εἷλεν πόθος, ἧς ἐκεάσθης, Μούνην γε πλευρὴν ἀμφιέπειν φιλίην, Ἐσθλὸν φίλτρον ἔχουσα, ἐλεύθερον ἀντὶ κακοῖο· Τοῖς δ' ἄλλοις πάθεσιν, μηδ' ὄναρ ἀντιάᾳν. Καὶ σὺ Θεοῦ μεγάλοιο παραστάτι, οὐδὲ σὺ λήθεις, Ἤν ποτε τῷ χθαμαλῷ θῆλύ τι συγκεράσῃς. Ἔστι καὶ ἐν ῥυπόωσί ποθ' εἵμασι θρύψις ἄσεμνος, 908 Καὶ σεμνότης μαλακοῖς. Ἵστορες οὐκ ὀλίγοι. Ῥυτίς σοι πλέον ἐστὶν, ἐπίστασο, ἢ τὰ μέγιστα Τραύματα κοσμοβίων. Ἅζεο μαρτυρίην. Οὐδὲ γὰρ ἐν ῥυπόωσι ῥανὶς τόσον, ὁσσάτιόν περ Φαίνεται ἐν καθαροῖς εἵμασιν ἰσοχρόοις. Ταῦτ' εἰ μὲν πεπίθοιμεν, ὀνήσομεν· εἰ δὲ πρόσωπον Στήσειας, λάμποις δὶς τόσον, εἰ ποθέεις, Χρυσῷ τ' ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ' ἐλέφαντι· Τοῖα χαρίζομ' ἐγὼ ταῖς νεοκαλλιγράφοις. Ἡ στήλη μὲν ἕτοιμος, ἐγὼ δ' ἐπίγραμμα χαράξω· ∆εῦρ' ἴθ' ὅσοισι φίλον, κάλλεϊ τερψόμενοι.

Λʹ. Στίχων ἡ ἀκροστιχὶς τῶν πάντων στοιχείων, ἑκάστου ἰάμβου τέλος παραινέσεως ἔχοντος. Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν. 909 Βίου τὸ κέρδος, ἐκβιοῦν καθ' ἡμέραν. Γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα. ∆εινὸν πένεσθαι, χεῖρον δ' εὐπορεῖν κακῶς. Εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν. Ζήτει Θεοῦ σοι χρηστότητα χρηστὸς ὤν. Ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς. Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. Ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι. Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως. Λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος. Μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑποῤῥέοι. Νόει τὰ πάντα, πρᾶσσε δ' ἃ πράσσειν θέμις. Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους. 910 Ὅτ' εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης. Πάντ' εὐχαρίστως δεῖ δέχεσθαι τἀκ Θεοῦ. Ῥάβδος δικαίου πλεῖον, ἢ τιμὴ κακοῦ. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή. Τὸ μικρὸν οὐ μικρὸν, ὅταν ἐκφέρῃ μέγα. Ὕβριν χαλίνου, καὶ μέγας ἔσῃ σοφός. Φύλασσε σαυτὸν, πτῶμα δ' ἄλλου μὴ γέλα. Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ' αἶσχος μέγα. Ψυχὴ θύοιτο μᾶλλον ἢ τὸ πᾶν Θεῷ. Ὢ τίς φυλάξει ταῦτα, καὶ σωθήσεται;

ΛΑʹ. Γνῶμαι δίστιχοι. Γυμνὸς ὅλος βιότοιο τάμοις ἅλα, μηδὲ βαρεῖα Ναῦς ἐπὶ

πόντον ἴοι, αὐτίκα δυσομένη. 911 Ὡς αἰεὶ κρυεροῖο παρεσταότος θανάτοιο Μνώεο, καὶ θανάτου ἥσσονος ἀντιάσεις. Αἰεὶ νηὸν ἔγειρε Θεῷ νόον, ὥς κεν ἄνακτα, Ἵδρυμ' ἄϋλον, ἔχῃς ἔνδοθι σῆς κραδίης. Γνῶθι σεαυτὸν, ἄριστε, πόθεν καὶ ὅστις ἐτύχθης, Ῥεῖά κεν ὧδε τύχῃς κάλλεος ἀρχετύπου. Ἦμαρ ἐπ' ἦμαρ ἄγει σε· κυλίνδεται ὅστις ἐλαφρός· Γνώμη δ' εὐπαγέος ἦμαρ ἄλυτον ἔχει. Ὅστις ἀπερχομένοισι καὶ ἐρχομένοισι πέποιθε, Ῥεύματι πιστεύει οὔ ποτε ἱσταμένῳ. Ἴσον ἐμοὶ κακόν ἐστι βίος καὶ μῦθος ἀλιτρός· Ὁππότερόν κεν ἔχοις, καὶ θατέροιο τύχοις. 912 Ὕβρις ἄναγνον ἐόντα παρεστάμεναι θυέεσσι· ∆εινότερον νεκύων λείψανα πάντα σέβειν. Ἵστασο μή ποθ' ὁδοῖο καλῶν· κακὸν ἐς βυθὸν ἕρπειν Σοὶ στάσις, ὅστις ἔβης ἔκτοθι σῆς κακίης. Τυφλὸς ὁρῶν, ὃς ἑῆς κακίας οὐκ ὄσσετ' ὄλεθρον· Ἴχνια μαστεύειν θηρὸς, ἄκρων φαέων. Χρῄζων δὴ παθέεσσιν ἀκέστορος, ἢν κακὰ κεύθῃς, Οὔ ποτε σηπεδόνα φεύξεαι ἀργαλέην. Σὸς λόγος, ἔργον ἐμεῖο. Ὃς οὐ καλὸν ἔργον ἔρεξεν, Εὐεπίην ἐχέτω σύμμαχον ἀμφίθετον. Ὑβριστὴς κόρος ἐστίν. Ἐγὼ δέ σε βούλομ', ἄριστε,