1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

65

ἀρετὴν νόμιζέ μοι, Τῶν δ' αὖ κακίστων, τὴν ἐναντίαν νόσον· Τὴν μὲν Θεοῦ δώρημα, τὴν δ' ἐφεύρεσιν. Κάλλος δὲ παντός ἐστιν εὐαρμοστία, Αἶσχος δὲ, κάλλους ὕβρις, ὡς ἐμὸς λόγος. Ἀνδρεία δ' ἔστι πρὸς τὰ δεινὰ στεῤῥότης Θράσος δὲ, θάρσος πρὸς τὰ μὴ τολμητέα. ∆ειλία δὲ, συστολή τις εἰς τολμητέα. Ἡ σωφροσύνη δ' ἐπικράτησις ἡδονῶν· Ἧτταν δὲ τούτων, τὴν ἀσέλγειαν λέγω. 950 ∆ικαιοσύνη δὲ, μὴ πλέον ζητεῖν ἔχειν· Τῆς δ' ἰσότητος ἔκβασις, τοῦτ' ἀδικία. Φρόνησίς ἐστι πραγμάτων ἐμπειρία. Σοφία νομιζέσθω δὲ τῶν ὄντων θέα. Ἡ δ' ἁπλότης ἕξις τις ἀργὴ πρὸς κακόν. Ἡ διπλόη δὲ, τοῦ τρόπου κακουργία. Ἡ δ' ἡδονὴ, ψυχῆς τίς ἐστι λειότης· Λύπη δὲ, δηγμὸς καρδίας καὶ σύγχυσις. Φροντὶς δ' ἑλιγμὸς, ἡ μέριμνα τὸ πλέον. Σκέψις, λογισμῶν ἀντίθεσις εἰς πρακτέα. Κρίσις δὲ πῆξις τῶν νοὸς βουλευμάτων· Ῥίψιν δὲ τούτων οἶδα τὴν ἀκηδίαν. Φθόνος δὲ τῆξις εὐροούντων τῶν πέλας. Ἡ βασκανία δὲ καὶ βλάβη διὰ φθόνον. 951 Τῶν δ' αὖ κακίστων μέμψις, αἰνετὸν πάθος Αἰδὼς δὲ συστολή τίς ἐστ' αἴσχους φόβῳ. Αἰδοῦς δὲ περιφρόνησις, ἡ ἰταμότης. Σπουδὴ δὲ, σύστασίς τις εἰς προκείμενα· Λύσιν δὲ ταύτης οἶδα τὴν ῥαθυμίαν. Ὁ δ' ὄκνος ἐστὶ πρός τι δυσκινησία. Ζῆλος δ' ὁ μὲν μίμησις, ὁ δ' ἀνία τις. Φίλτρου κλαπέντος εἰς ξένον ποθούμενον, Καλοῦσι δ' αὐτὴν ζηλοτυπίαν οἱ πάλαι. Ἀλαζονείαν, ὄγκον οἶδα καρδίας· Τύφον δ', ἄναψιν, ἣν ἐγείρει κουφότης. Ὑπερήφανος δ' ἔμοιγε καὶ φανητίας. Τὴν δ' αὐθάδειαν, αὐταρέσκειαν λέγω. Ταπεινοφροσύνη, μὴ φρονεῖν ἐπάξιον. 952 Ταύτης δόκησίς ἐστιν ἡ εἰρωνεία. Ἐλευθερία δὲ χρημάτων ἀπλῆ δόσις. Τούτων λάφυξιν οἶδα τὴν ἀσωτίαν. Ἀνελευθερίαν δέ φημι τὴν φειδωλίαν. Μεγαλοπρέπεια δ' ἔστιν ἔργων λαμπρότης· Μικροπρέπεια, τὸ φρονεῖν μικροῖς μέγα. Μεγαλόφρονος, τὸ πάντα εὐπετῶς φέρειν· Τὸ δ' οὐδὲ μικρὰ, τοῦτο μικροψυχίας. Φιλοτιμί' ἐστὶ μέτριος τιμῆς πόθος. Ἡ χαυνότης δὲ, καὶ πέρα τοῦ μετρίου. Κενῶν δ' ὄρεξιν ἴσθι κενοδοξίαν· ∆όξαν, τὸ τοῖον ἡμῖν, ἢ τοῖον δοκεῖν. Ἄλλη δὲ δόξα, πραγμάτων φαντάσματα. Ὕβρις μέν ἐστι δυσμενοῦς οὐκ εὐμενὴς 953 Πρᾶξις, λόγος τε. Λοίδορος δ' αἴσχη φέρει. Μέμψις δ' ἀτιμώρητος ἐκ φίλου ψόγος. Κατηγορία δ' ἔγκλημα τῶν κολαστέων· Ἡ δ' οὐκ ἀληθὴς γίνεται, συκοφαντία· Ἡ λάθριος δὲ, διαβολή σοι κλητέα. Μέμψις ἀνεύθυνός τις, ἡ βλασφημία. Κακήγορος δ', ὃς πᾶσιν ὁπλίζει στόμα. Ἀστειότης μὲν, φαιδρότης ἐν συλλόγῳ. Ἡ δ' εὐτραπελία, φαιδρότης ἔξω λόγου. Λόγου δὲ μωρί' ἐστὶν ἡ ἀχρηστία. Γέλως, παρειᾶς βράσμα, παλμὸς καρδίας. Οἴνου δ' ἄμετρον χρῆσιν εἰπὲ τὴν μέθην, Τὰ δ' ἐκ μέθης ὑβρίσμαθ', ἡ παροινία. Ἡ κραιπάλη δ' ἕωλος ὕβρις ἐκ μέθης. 954 Φόνος δ' ὁ μέν τις σωμάτων, ὁ δ' εἰκόνος· Ἄμφω δὲ λύσις τῆς φίλης ἁρμονίας. Πορνεία καὶ μοιχεία, ἡ μὲν σωμάτων Ξένων κλοπή τις, ἡ δέ τις καὶ δαιμόνων· Ὅταν Θεοῦ τὸ φίλτρον εἰς ἐχθροὺς πέσῃ. Εἰδωλολάτρης δ' ὃς σέβει καὶ χρυσίον. Εἰ δ' ὠφέλεια, κέρδος εἰς ψυχὴν λαβεῖν, Βλάβη, τὸ ταύτην ζημιῶσαι, γίνεται. Ἔλεος μέν ἐστι συμπάθεια συμφορᾶς. Οἶκτος δέ κ' εὖ τι τὸν πεπονθότα δράσαι. Ἕξις δὲ ποιὰ πρὸς τὰ πράγμαθ', ὁ τρόπος· Ἦθος δὲ πλάσμα τοῦ τρόπου κατήγορον. ∆ιδασκαλία, τύπωσις ἔργῳ καὶ λόγῳ. Λόγος δ' ἄριστός ἐστι φαρμακεὺς κακῶν· 955 Ὁ δ' οὐκ ἄριστος, καὶ καλῶν ἀναιρέτης. Σκέψιν νοητῶν, τὴν θεωρίαν νόει. Πρᾶξις δ' ἐνέργειά τις εἰς τὰ πρακτέα. Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος. Τόκον δὲ ταύτης, τὴν ἐνέργειαν λέγω. Τέχνη μέν ἐστι σύνταγμ' ἐξ ἐμπειρίας· Ἕξις δ' ἄλυτος, ἣν ἐπιστήμην λέγω. Ὃ μὴ χάριν τοῦ, τἄλλα δι' αὐτοῦ, τέλος. Σκοπὸς δὲ δή τις, ᾧ τέλει σπουδάζεται. ∆έησιν οἴου, τὴν αἴτησιν ἐνδεῶν· Τὴν δὲ προσευχὴν ἴσθι τῶν ἀμεινόνων· Εὐχὴν δ' ὑπόσχεσίν τιν' ἐξιλάσματος· Τὸ δ' ἐξίλασμα, δῶρον εἰς τιμὴν φέρον, Ἔπαινός ἐστιν εὖ τι τῶν ἐμῶν φράσαι. Αἶνος δ' ἔπαινος εἰς Θεὸν σεβάσμιος. 956 Ὁ δ' ὕμνος, αἶνος ἐμμελὴς, ὡς οἴομαι. Ψαλμὸς σὺν ᾠδῇ γίγνεται ψαλμῳδία. Τὰ ὄντα φάσκειν, ὡς ἔχει, ἀψευδία· Ὡς δ' οὐκ ἔχει, ψεῦδος. Καὶ τοῦ λόγου μάχη Λόγον προσάντη, οὗ τί χεῖρον τῷ βίῳ; Ὅρκος δὲ δὴ πίστωσις