1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

67

Χριστὸς αὖθις ἐν δόξῃ Πατρὸς, Ὅσον φανῆναι σῶμα τοῖς θεοκτόνοις. Μεθ' ἣν ἀνάστασις, ἡ δέσις τοῦ συνθέτου· Μεθ' ἣν τὸ συμπέρασμα, τῶν ὄντων λύσις· Ἔστι δὲ δή τις πρὸς τὸ κρεῖσσον ἀλλαγή· 964 Μεθ' ἣν κρίσις τε καὶ φόβος. Τίς δ' ἡ κρίσις; Οἰκεῖον ἔνδον τοῦ συνειδότος βάρος, Ἢ κουφότης, νόμου τε πρὸς βίον σταθμή. Μακαριότης δ' ἔμοιγε ἡ εὐζωΐα. Τίς δ' ἡ βασιλεία; τοῦ Θεοῦ θεωρία. Σὺν ἀγγέλοις τε δόξα καὶ ὑμνῳδία. Σκότος δὲ τοῖς κακίστοις, ἐκ Θεοῦ πεσεῖν· Σκώληξ δὲ, πῦρ τε, τῆξις ὑλικοῦ πάθους. Εἰ δ' ἄλλο τοῦδε κρεῖσσον, οὐκ ἔξω Θεοῦ. Τύχη δὲ, καὶ πρόνοια, καὶ εἱμαρμένη· Ἡ μὲν, τὸ συμβὰν αὐτομάτως, λόγου δίχα Ἡ δ', οἰακισμὸς, ᾧ φέρει τὸ πᾶν Θεός· Ἡ δ', εἱρμὸς, οἶμαι, τῶν Θεῷ τυπουμένων. Ταῦτ' ἔστιν ἡμῖν ἐκτύπως ὁρίσματα. 965

ΛΕʹ. Εἰς πενίαν φιλόσοφον Χαίρεις, τρυφῶν, σὺ τῇ νόσῳ, εἶτ' εὐπορεῖς; Ἔχεις κακὸν μὲν, φάρμακον δὲ τῆς νόσου. Ἄλλος πένης μὲν, ἐγκρατὴς δέ· τρισμάκαρ Ὃς οὔτε δεινὸν, οὔτε φάρμακον ἔχει. Τὸν πλούσιον μὲν, τῶν παθῶν δὲ ἥσσονα, Τότε προτιμῶ τοῦ πένητος καὶ σοφοῦ, Ὅταν τὸν ἰσχύοντα παραπληξίᾳ Τοῦ μὴ νοσοῦντος, ἀσθενεστέρου δέ γε.

Λς Περὶ τῆς αὐτῆς. Ἔστω τις νοσερὸς χαλεπῶς, καὶ πολλὰ πορίζων Φάρμακα

τοῖς πάθεσιν· ἄλλος ὑγεινότατος, Φάρμακον οὐδὲν ἔχων· πότερον τούτων μακαρίζεις; 966 Τόν ῥ' εὐεκτοῦντα (οἶδ' ὅτι καὶ γὰρ ἅπας). Οὕτω τὸν χρῄζοντ' ὀλίγων, κἂν σφόδρα πένηται, Πρὸς τοῦ πλουτοῦντος χρήμασι καὶ πάθεσι.

ΛΖʹ. Εἰς τὴν ὑπομονήν. Ὅταν τιν' εὕρῃς εὐπαθοῦντα τῶν κακῶν, Γίνωσκε

τοῦτον τῷ τέλει τηρούμενον. Ὅταν καλόν τιν' ἐν κακοῖς, καθάρσιον Τὴν θλίψιν ἴσθι· δεῖ γὰρ, εἴ τι καὶ μικρὸν Ἰλύος ἐφέλκει, τοῦτο ῥυφθῆναι πόνοις, Ὡς μηδὲν εἰς πύρωσιν ἔλθῃ τῶν κακῶν· Ἢ πεῖραν εἶναι καὶ πάλην τοῦ δυσμενοῦς, Θεοῦ διδόντος, ὡς ἀναῤῥηθῇς μέγας. Ἰώβ τε ταῦτα πειθέτω νικηφόρος. 967

ΛΗʹ. Εἰς τὴν αὐτήν. Εἴ τις ἐὼν κακίης στυγερὸν τέκος ἔνθα τέθηλας, Ταῖς

πυμάταις βασάνοις ἴσθι φυλασσόμενος. Εἴ τις ἄριστος ἐὼν κύρσας τραχέος βιότοιο, Ὡς χρυσὸς χοάνοις ἴσθι καθαιρόμενος· Ἢ φθονεροῖο πάλῃ κάμνων δέμας, ἄλλος Ἰώβ τις, Ὥς κεν ἀεθλήσας στέμμα νίκης φορέοις. Τῷ μήτ' εὐθαλέων τέρπου φρένα, μήτε μόγοισι Κάμπτεο χριστοφόρῳ πάντα φέρων κραδίῃ.

ΛΘʹ. Εἰς τύχην καὶ φρόνησιν. Ἔφησέ τίς που τῶν φιλοχρύσων τάδε· 968

«Θέλω τύχης σταλαγμὸν, ἢ φρενῶν πίθον.» Πρὸς ὅν τις ἀντέφησε τῶν φιλοφρόνων· «Ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθὸς τύχης.»

Μʹ. Εἰς τῶν ἀνθρωπίνων ματαιότητα. Οἱ τοὺς ἀραχνῶν ἐκμιμούμενοι μίτους,

Καὶ τοῖς ἀφαυροῖς ἐντρυφῶντες τοῦ βίου, Ἴστωσαν ὡς εὔληπτα καὶ αὔραις πέλει Τὰ τερπνὰ πάντα τοῦ ἀραχνώδους βίου. Οἱ τοὺς θρόνους ἔχοντες ὡραϊσμένους, Καὶ ταῖς ῥεούσαις ἐξοχαῖς ἐπηρμένοι, Σκοπεῖτε τὴν ἄφευκτον ἐσχάτως δίκην, Ὡς οὐδὲν αὐτὴν οὐδαμῶς παραδράμοι.