1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

1

Carmina quae spectant ad alios

ΤΟΜΗ Βʹ. ΠΕΡΙ ΤΩΝ ΕΤΕΡΩΝ. Αʹ. Πρὸς Ἑλλήνιον περὶ τῶν μοναχῶν προτρεπτικόν. ∆ίζηαι μὲν ἐμῶν μύθων σθένος οὐκέτ' ἐόντων Ἐξ οὗπερ κόσμῳ τῷδ' ὀλιγοδρανέω, Σταυρὸν ἀειράμενος, φόρτον γλυκὺν, ὅς μ' ἐσάωσε, Καὶ πάντων βροτέων Χριστὸν ἀμειψάμενος. 1452 Οἱ δέ τοι οὔτι λίην μαλακοὶ καὶ θῶπες ἔασιν· Οὐδὲ γὰρ οὐδὲ Λόγῳ κρείσσονι τοῦτο φίλον. Οὐ γενεὴν, οὐκ ὄλβον, ὃς ἄφροσιν ὀφρὺν ἀνέλκει, Οὐ ῥήτρης πυρόεν ἐξερέουσι μένος, Σεῖο, κασιγνήτου τε μέγα κλέος, ὧν ῥα πόληες Νωμῶνται μεγάλης οἰάκεσι παλάμης. 1453 Ἀλλὰ τὰ μὲν κενεοῖσι λόγοις μελεδήματα κείσθω· Οἱ δ' ἐμοὶ, οὔτι φίλοις ἦρα φέρουσ' ὀλίγην, Ἀλλά σε παρφασίῃσι θεουδέσι πολλὸν ἀρείω Θήσουσιν. Σὺ δέ μοι ἤπιον οὖας ἔχοις. Ἦ τάχα κρείσσονα μισθὸν ἐμοῖς ἐπέεσσιν ὀπάσσοις, Πλείοσιν εὐμενέειν, οὐ δέκα δευομένοις, Οὕς μοι χθιζὸν, ἄριστε, ὑπέσχεο, καὶ κατένευσας, Οὐκ ὀλίγος ὀλίγῳ μακρὰ χαριζόμενος. Ἀλλ' ἄγ' ἐμῶν ἐπέων ἐμπάζεο, οὓς ἀπὸ Βίβλων Φθέγξομαι οὐρανίων, νειόθεν ἐκ κραδίης. Ἄλλοι μὲν χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ τὰ σηρῶν ∆ῶρα φέρουσι Θεῷ νήματα λεπταλέα. Καὶ Χριστῷ θυσίην τις ἁγνὴν ἀνέθηκεν ἑαυτόν· Καὶ σπένδει δακρύων ἄλλος ἁγνὰς λιβάδας. Σεῖο δὲ Χριστὸς ἔχοι δῶρον τόδε. Εἰσὶ Θεοῖο 1454 Λάτριες, οἷσι πόροις πᾶσαν ἐλευθερίην, Οἵ κε γαληνιόωντι νόῳ, ψυχαῖς τε τελείαις, Πληθὺν ἄγουσιν ἄνω μύστιν ἐπουρανίων, Πᾶσί τε Χριστοφόροισιν, ὅσοι χθονός εἰσιν ὕπερθεν Ἀζυγέες, κόσμου βαιὸν ἐφαπτόμενοι, Ὕμνοις παννυχίοισι καὶ ἠματίοισιν Ἄνακτα Μέλποντες, χθαμαλῶν ἀλλότριοι κτεάνων, Οἷς κόσμου μεδέων δειλὸν γένος ἔνθα καὶ ἔνθα Παίζει ἐπιχθονίων, ἄλλοτ' ἐπ' ἄλλον ἄγων· Οἶον πλοῦτον ἔχοντες ὑπέρτατον, ἐλπίδα κούφην Τῶν οὐκ ὀλλυμένων, οὐδὲ μεθισταμένων· Πλευρᾶς οὐ χατέοντες, ἑὸν δέμας ἀμφαγαπώσης, Οὐδὲ νέῃ παλάμῃ παισὶν ἐρειδόμενοι· Οὐδὲ κασιγνήτοισι πεποιθότες, οὐδ' ἑτάροισιν, Αἵματι καὶ τέφρῃ αὔριον ὀλλυμένῃ· 1455 Οὐδὲ μέγα πνείοντες ἐν ἄστεσι καὶ πολιήταις, Ἀδρανέων ἀνέμων κάρτεϊ θαρσαλέοι· Οὐδὲ μὲν ἰσχανόωντες ἀφιπταμένοιο τάχιστα Κύδεος ἀνδρομέου, τέρψιος ἐννυχίης, Ἀλλὰ Θεῷ πέμποντες ὅλον νόον, ἔκ τε Θεοῖο Εὐπαγέος πέτρης πείσματ' ἀναπτόμενοι· Μύσται κρυπτομένης ζωῆς Χριστοῖο ἄνακτος, Ὅς κε φαεινομένης παμφανόωσι μέγα, ∆ερκόμενοι Τριάδος καθαρὸν σέλας εἰς ἓν ἰούσης, Καὖθις ἀνοιγομένης ὄμμασιν ἁγνοτάτοις, Οὐρανίης στρατιῆς τε μέγα κλέος, οὐκέτ' ἀμυδροῖς Φάσμασιν, οὐδ' ὀλίγοις ἴχνεσιν ἀτρεκίης. Ἀλλὰ τὰ μὲν μετόπισθε· τὰ δ' ἐνθάδε, καπνὸς ἄτιμος, Ἢ κόνις, οἳ ζωὴν τῖσαν ἐπουρανίην. Ὧν οἱ μὲν σπήλυγξιν ἐρημαίαις τε χαμεύναις 1456 Τέρπονται σχεδίοις, καὶ στυγέουσι δόμους, Καὶ πτολίων φεύγουσιν ὁμήγυριν, οὐρανίης δὲ Στέργουσιν σοφίης σύγγονον ἀτρεμίην. Οἱ δὲ σιδηρείῃσιν ἀλυκτοπέδαις μογέουσι, Τήκοντες κακίην σὺν χοῒ τηκομένῳ. Ἄλλοι δ' αὖ θήρεσσιν ὁμοίϊα δώμασι τυτθοῖς Εἱρχθέντες, βροτέης οὐδ' ὀπὸς ἠντίασαν. Εἴκοσι δ' αὖ νύκτας τε καὶ ἤματα μίμνον ἄπαστοι Πολλάκι, τῆς Χριστοῦ ἥμισυ καρτερίης. Αὐχήσω· ποίμνης τις ἐμῆς ὄϊς ἦεν ἐκείνων, Ἔνθεν ἀφορμηθεὶς ἄστεος ἐξ ὀλίγου. Καὶ γλῶσσάν τις ἔδησε λάλον, καὶ χείλεα σιγῇ, Ἐκ δὲ νόου, μεγάλῳ αἶνον ἔθυσε νόῳ. Καί πού τις λυκάβαντας ὅλους ἱερῷ ἐνὶ χώρῳ Ἑστηὼς, καθαρὰς ἐξεπέτασσε χέρας· 1457 Οὐδ' ὅγ' ἐπὶ βλεφάροισιν ὕπνον βάλε, θάμβος ἄπιστον! Ἀλλ' ἐπάγη Χριστῷ, ἔμπνοος ὥστε λίθος. Τῷ δὲ κόραξ γείτων τυτθῆς ἐμερίζετο δαιτὸς Λείψανον· εἷς δ' ἄρ' ἔην ἀμφοτέροις ἄκολος. Καί τις ἀνὴρ θείοιο κατ' οὔρεος, ἔνθεν ἀέρθη Χριστὸς, ὅτ'