1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

6

βροτῶν γένος. Οὐδέ τις οἶδε, Ποῖ λήξει μέγα κῦμα πολυπλανέος βιότοιο, Ἢ τίς νῆα μέλαιναν ἑὴν ὑποδέξεται ὅρμος. Ἄλλον πόντος ὄλεσσεν ἀπείριτος, ἢ κλύσε χέρσῳ 1482 Ζωὸν, ἄτερ σπείροιο καὶ εἵματος, οἰκτρὸν ἀλήτην. Τὸν πρόσθεν πολύολβον· ἃ δ' ἤγετο, κεύθεται ἅλμῃ Ἄλλον δηριόωντα μόθος κτάνεν, ἤ μιν ἔπεμψε ∆ουριαλῆ χείρεσσιν ὕπ' ἀνδροφόνοισιν ἑλόντων. Ἄλλον δ' αὖ βασιλῆες ἐνόσφισαν, ὧνπερ ἔχεσκον, Αὐτῆμαρ χθαμαλόν τε καὶ ὄλβιον ἄνδρα τιθέντες· Καί τινα ληϊστῆρες ἀπηνέες, ἤ τινα φῶρες Ἠματίῃ κακότητι καὶ ὀρφναίοισι δόλοισιν. Ἄλλους δ' αὖ μελέων κατεδάσσατο δάπτρια νοῦσος. Σοὶ δ' ὧν μὲν κατέλεξα, Θεὸς κατένευσε γαλήνην Πάντων, καὶ νεύσειεν ἔτ' ὄμμασιν εὐμενέεσσι, Πάντα περιφράσσων τά τε ἔνδοθεν, ὅσσα τ' ἔασιν Ἔκτοθεν; οὗ δέ τίς ἐστι δύη, καὶ κάρτος ὄπασσεν. Ἓν δὲ τόδ' οὐ κατένευσε, τεοῖς τεκέεσιν ἀρήγειν 1483 Ὡς γλήνην βλεφάροισιν ὑπ' εὐκύκλοισι φυλάσσων, Ὡς μή τις βιότοιο περῶν πλόον ὧδ' ἀγορεύσῃ· «Μοῦνος ἐγὼ κακότητα βίου καὶ κύδε' ἄλυξα.» Ὦ Σαμίων ποτ' ἄναξ, σὺ Πολύκρατες, οἷον ἐμήσω; ∆είσας εὐτυχίης δρόμον ἄσχετον, ἔμβαλες ἅλμῃ Πόρκην, ὃν φιλέεσκες, ὅπως φθόνον ἐξαρέσαιο· Καὶ τὸν μὲν πάλιν εἶχες, ἀτὰρ μόρον οὐχ ὑπάλυξας. Ἡμῶν δ' οὐδὲν ἄποινον ἔχει φθόνος. Οὐ μέγα θαῦμα, Εἴ τι δόμοις καὶ βαιὸν ἐπήχλυσεν ἡμετέροισιν. Ἀχλὺς γὰρ τόδε γ' ἐστὶν ἐτήτυμον, ἠέ τις ὄρφνη Ἱσταμένη τεκέων τε μέση καὶ πατρὸς ἀρίστου. Τίς τάδε θρηνήσειε γόων πολύϊδρις ἀοιδός; Πῶς μῦθον προτέροισιν ἐδώκαμεν οἷς παθέεσσι; 1484 Μορφῆς μέν τις ἑῆς ποτ' ἐράσσατο, καὶ κατὰ πηγῆς Ἥλατο, καί μιν ἔσοπτρον ἀπώλεσεν εἴδεος ἐσθλοῦ. Σάρκας δ' οὔ ποθ' ἑάς τις ἀπέστυγε. Κεῖνο δ' ἄκουσα, Ὡς μήτηρ φίλον υἷα κατέκτανε μαργοσύνῃσι· Κτεῖνε μὲν, ὥς τινα θῆρα, τὸ δέρκετο· ὡς δ' ἐνόησε, Μύρατο οὐκέτι θῆρα, πάϊν δ' ὑπὸ χερσὶ δαμέντα. Καὶ μήτηρ τεκέεσσιν ἑοῖς ἐνὶ φάσγανον ἧκεν, Ἀμφιχολωσαμένη λεχέων καὶ πατρὸς ἔρωτος. Καί τινα θηρητῆρα κατ' οὔρεος, ἀντ' ἐλάφοιο Ὠκείης, ἐδάσαντο θοαὶ κύνες, ἃς φιλέεσκε. Μή σε, πάτερ, τούτων τιν' ἀριθμήσειεν ἀοιδὸς Μνωόμενος πατέρων κακίης καὶ πήματ' ἀείδων Ἐνδήμου πολέμοιο, καὶ αἵματος ἀντιβίοιο. 1485 Ἅζομ' ἐγῶ. Κακίη μὲν ἐμὴ, κακίη δέ τε πατρὸς, Πατρὸς δ' εἰσέτι μᾶλλον, ἐπεὶ καὶ φέρτερός ἐστιν Ἀμφότερον πολιῇ τε καὶ ἤθεσι κυδαλίμοισιν· Εἴ τοι μὴ κακίη γε, δυσωνυμίη δ' ἀλεγεινὴ, Ἥ τε καὶ ἐσθλὸν ἐόντα χαμαὶ βάλε πολλάκι φῶτα. Πολλοὶ μὲν γὰρ ἴσασιν ἀληθέα, οὐκ ὀλίγοι δὲ ∆όξαν ἐποπτεύουσι, τό σε φράζεσθαι ἄνωγα. Καὶ γὰρ ἅπαντ' ἐθέλω πάντων κρατέειν γενετῆρα, Καὶ μάλα χωόμενός περ, ἐπεὶ φύσις ὧδε κελεύει, Καὶ κλέος ἐσθλὸν ἔχοντα μετ' ἀνδράσιν, ὕψι φέρεσθαι. Πῶς σε, πάτερ, ξείνῳ τις ἐνηέα φῶτα δοκήσει, Τοσσάτιον τεκέεσσι χολούμενον, οὓς ἐφύτευσας, Οὓς ἤρω ποτ' Ἄνακτι τεοῖς ἐπὶ γούνασι θεῖναι, Καὶ κλεινῇσι γέρηρας ἐπωνυμίῃσι φανέντας; 1486 Πέτρος ἐγὼ, Φωκᾶς δὲ κάσις, Χριστοῖο μαθητῶν Κλήσιες. Αὐτὰρ ἔπειτα χόλος, καὶ πάντα λέλασται, Τίς, πάτερ, ὡς σὺ, φέριστε, τόσον τεκέεσσιν ἑοῖσιν Ἤπιος ἀρτιγόνοισιν, ἀεξομένοισι δ' ἀπηνής; Εἰ μὲν δὴ θέμις ἠὲ Θεῷ βροτὸν ἀντιφερίζειν, Ἢ παῖδας τοκέεσσι, τάχ' ἄν τινα μῦθον ἀνεῦρον Ἡμετέροις παθέεσσιν ἀρηγόνα· νῦν δὲ τόδ' οἶον Ῥήξομεν ἡμετέρων στομάτων ἔπος. Εἴτε κάκιστοι, Σοὶ, πάτερ, εἴτ' ἀγαθοί· τοῦ σπέρματος ὁ στάχυς ἔστω. Σὸν κλέος οὗτος, ἔγωγε, μακάρτατε, σὸν δέ τ' ὄνειδος, Ἢ καλὸς, ἠὲ κάκιστος ἐών. Τόδε πᾶσι πέφανται, Στέργειν ἐσθλὸν ἐόντα, κακῷ δ' ὑπὸ χεῖρα ἐρείδειν. Οὐδὲ γὰρ ἀρτεμέουσι τὰ φάρμακα, τοῖς δ' ὑπὸ νούσου Τειρομένοις ἐπάγουσιν ἀκέστορες. Οὐδέ τις ὄρνιν 1487 Ἑζόμενον κλαδεῶνι, καὶ ἠέρι ταρσὸν ἱέντα, Ἧς δ' ἀπὸ τῆλε πεσόντα φίλης ἐλέηρε καλιῆς, Ἢ γναμπτοῖς ὀνύχεσσι πεπαρμένον ὠμοβόροιο Ἵρηκος, καὶ στυγνὸν ὑποτρύζοντα πόδεσσι. Σὴ χάρις ὄντα κάκιστον ἑοῖς σπλάγχνοισι γεραίρειν· Εἰ δ' ἀγαθὸν, τοῦ πατρὸς ἐμοὶ νόμος. Οἱ γὰρ ἄριστοι Καὶ ξείνοις τελέθουσι προσηνέες. Οὐδὲ Θεοῖο Ἥδε χάρις τὸν ἄριστον ἔχειν πέλας, ἀλλὰ κακίστῳ Εὐμενέειν, καὶ χερσὶν