1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

14

γαστρὸς Πικρὸς ὄφις· «Τί μ' ἔριψας ἐπὶ χθόνα, γαῖαν ἔδοντα; Ἤθελον ὄρθιος ἔμμεν, ἀτὰρ σύ με γαστρὶ κυλίνδεις.» 1529 Οὐδὲ κόραξ ἀετοῖσιν ὁμοίϊα δινεύεσθαι Χρηΐζει, πάντων βασιλεύτατον εἶδος ἀμείψας· Στέργει δ', ἥν περ ἕκαστον ἔχει, βιότοιο κέλευθον. Οὐδέ γ' ἑῷ πλάστῃ ποτ' ἐρεῖ κεραμήϊον ἔργον· «Τίπτ' ἐπ' ἐμοὶ ῥοίζησας ἀεικέα κύκλον, ἀλιτρέ;» Ταῦτα μὲν ὥστε τεὴν κάμψαι φρένα, φίλτατε παίδων, Ὥς κε μάθῃς πλάστιγγα λόγου καὶ σπάρτον ἐφέλκειν, Ἢ ῥίψειν τὸ περισσὸν, ὃ δ' ἄρκιόν ἐστι, καθέξειν, Μηδὲ ῥόῳ νεότητος ἐφιέμεν', ἀλλὰ κατίσχειν. Τὸ πλεῖστον φραστῶν τι μένειν πολὺ λώϊόν ἐστιν Ἔνδοθεν, ἤ τιν' ἄφραστον ἐς ἠέρα μῦθον ὁδεύειν. Οὐδεὶς γὰρ πόνος ἐστὶ μένειν ὑπὸ χείλεσι μῦθον· Οὐ γὰρ ἐχιδναῖός τε γόνος διὰ γαστέρα ῥήξει 1530 Μητρὸς ἀναβρώσκων, ποινὴν πατρὸς οὐλομένοιο. Ἤδη δ' αὖ μύθοισι τεὸν δειδίξομ' ἔρωτα Πατρὸς ἐνηείῃ, παιδὸς θράσος ἠέρι πάσσων. Οὔτι μίη βιότοιο πέλει τρίβος, ὦ τέκος, οὔτι· Οὐδὲ γὰρ οὐδεμίη πᾶσιν φύσις· ἀλλ' ἡ μὲν ἐσθλὴ, Ἡ δὲ χερειοτέρη, θηρσὶν ἀλόγοισιν ὁμοίη· Ἄλλη δ' αὖ πλεκτή τε καὶ ἀμφοτέραις ἐπίμικτος. Ὣς ἄρα καὶ τρισσὸν γαίης σθένος οἶδε γεωργός· Εὔσταχυς, ἠδὲ ἄκαρπος, ἀκανθοφόρος θ' ἅμα σίτῳ. Τρισσαὶ δὴ τελέθουσιν ὁδοὶ, καὶ τέρματα τρισσά. Ἡ μὲν γὰρ χθαμαλὴ, καὶ ἐπίτροχος ἴχνεσι πολλῶν, Εὐρείη, μαλακή τε καὶ ἐς τέλος οἰκτρὸν ἄγουσα, Κρημνούς τε, ζοφερούς τε μυχοὺς, καὶ τάρταρον αἰνὸν 1531 Ἧχι πυρὸς ποταμοὶ, καὶ δαίμονες ἀγριόθυμοι, Ψυχῶν τ' οὐλομένων ποινὴ, καὶ τῖσις ἄπαυστος. Ἡ δὲ τρηχαλέη, καὶ ὄρθιος, αὐαλέη τε, Στεινή τε, σκολιή τε καὶ ἀμφίκρημνος ἁπάντη, Ἄμβατος οὐ πολλοῖσι, καὶ ἐς τέλος ἐσθλὸν ἄγουσα, Οὐρανὸν ἀστερόεντα, κλέος μέγα, κάλλε' ἄσαρκα, Αὐτὴν ἀτρεκίην καθαρὴν, καὶ ἄσκιον ἐσθλὸν, Ἄχρι καὶ ἀκροτάτοιο φάους ὅρον οὔτιν' ἔχοντος. Ἡ δὲ τρίτη, μεσάτη μὲν ὁδὸς, μεσάτη δέ γ' ἀμοιβῆς, Οὔτι λίην μογερὴ, καὶ κύδεος οὐ μάλα πολλοῦ. Οἷον κιρναμένου φωτὸς πρὸς νύκτα μέλαιναν· Ἀμφιλύκην δ' ἄρα τήν γε σοφοὶ μίξιν καλέουσι. Λείῃ μὲν περόωσιν, ὅσοις νόος ἐστὶ κάκιστος, Ψεύσταις, ἀνδροφόνοις, μοιχοῖς, ἐπίορκον ὁμοῦσιν, 1532 Ἀνδρογύνοις, τοκέων δηλήμοσιν, ἁρπαγέεσσι, Γαστροφίλοις, λίμνῃσιν ἀπληρώτοισιν ὁμοίοις, Οἳ θανάτῳ ζώοντες, ἑὸν μόρον ἀμφαγαπῶσι· ∆υσμενέων κεφαλαῖς οὗτος βίος ἀντήσειε. Τὴν δ' ἀγαθὴν τέμνουσιν, ὅσοις βίος οὐκ ἐπὶ γαίης, Τρισμάκαρες, ζώοντες ἐπὶ χθονὶ σαρκὸς ὕπερθεν, Ἀζυγέες, κόσμοιο περίφρονες, οὐρανοφοῖται, Ἀκτέανοι, κινυροὶ χαμαιευνάδες, οἰοχίτωνες, Βαιὸν ἀναπνείοντες, ἀγάστορες, ἀσκεκέες τε, Κῦδος ἓν οἶον ἔχοντες, ἅπαν κλέος ἐνθάδ' ἀτίζειν, Καὶ πλοῦτον πενίην τε καὶ εἰς Θεὸν οἶον ὁρᾶσθαι. Τοὺς μὲν ἐγὼ τρομέω, καὶ δείδια νέρθε δεδορκὼς, Ὡς Θεὸν ὑψιμέδοντα, ὅτ' ἀνθρώποισι πελάζει· Καὶ γὰρ πολλὸν ὕπερθε βροτῶν βεβάασιν ἁπάντων. 1533 Ἡμεῖς δ' αὖ μεσάτην ὁδὸν ἴομεν, οὔτε κακοῖσι Τερπόμενοι, καὶ βαιὸν ἐφαπτόμενοί γε Θεοῖο, Οἷς ἀλόχων τε μέμηλε, καὶ εὐκλείης ἐρατεινῆς, Καὶ τεκέων, κτεάνων τε, φίλον δ' ὅ τι χεῖρας ἵκηται. Τούτου δὴ πρώτιστον ἐμοὶ λόγος ἐστὶ βίοιο, Πλοῦτον ἀλήϊστον, κτέαρ ἄκλοπον, ἐσθλὸν ἔχοντος. Εἴ τοι μὴ πάντεσσιν ἐπέδραμον, ὡς ποθέεσκον, Μηδ' ὅλον ἐξεπέρησα λόγων πόρον, ἱστία τείνας (Οὐ γὰρ σοῖς ἐπέεσσ' ἐπιπείθομαι, οὐδέ με κλέψε Αἶνος ἐμός· αἶνος γὰρ ἀφ' αἵματός ἐστιν ἄπιστος)· Ἀλλ' ἔμπης τίω γε λόγων κλέος ἔξοχον ἄλλων. Μῦθοι γὰρ βιότοιο θεμείλιον, οἵ μ' ἀπὸ θηρῶν Ἔσχισαν, οἷσιν ἔγειρα πόλεις, καὶ τέθμι' ἀνεῦρον, Καὶ Θεὸν ὑμνείω μεγακυδέα, οἷσιν ἀείρω 1534 Τῆς φαενῆς ἀρετῆς ὑψοῦ κλέος, οἷσι δαμάζω Τῆς στυγερῆς κακίης πικρὸν σθένος, οἷσι κεάζω Κόσμους, οὐράνιόν τε καὶ ὃς ἐπὶ λῦσιν ὁδεύει Ἐνθάδε, καὶ ψυχὴν ἀπὸ σώματος. Ὡς δ' ἀπὸ μορφῶν Εἰκόνας, ὣς δὲ βίων τε φύσεις, καὶ τέρματα δισσὰ Ζώντων τ' ὀλλυμένων τε. Τὰ γὰρ Θεὸς ἐξεδίδαξε, Καὶ λόγος ἐστήριξε σοφῶν, καὶ πίστις ἔρεισε, Πῶς δ' ἀγαθῶν ἀρετὴν ἕλκει χρόνος ὑστατίοισιν Ἤμασι, δεῖγμα φέρων γραπτὸν κλέος, ὣς δὲ κακίστων ∆υσκλείην, στήλῃσιν ἐν ἀθανάτῃσι χαράσσων. Μῦθοι, καὶ