1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

15

ζώοντι μόνῳ βίος οὐκ ἐπιδευὴς, Καὶ λαμπρὸν πνείοντι μέγα στέφος, οὐδὲν ὅμοιον Ἄνθεσιν εἰαρινοῖσιν ἅμ' ἠοῖ κειρομένοισι, Θνήσκουσιν δ' ἄρ' ἔπειτα πρὸ ἤματος ὀλλυμένοιο. 1535 Μῦθοι καὶ παθέεσσιν ἄκος μέγα· τοῖσι δαμάζω Θυμὸν ὑπερζείοντα, νόου νέφος· οἷσιν ἀνίας Εὐνάζω, καὶ μέτρον ἐϋφροσύνῃσι τίθημι, Οὔτε λίην μογεροῖσιν ἀτώμενος, οὔτ' ἀγαθοῖσιν Αἰρόμενος, ἕτερον δ' ἑτέρῳ σταθμώμενος ἄλκαρ, Ἐλπίδ' ἐν ἀργαλέοισιν, ἐν εὐδιόωσι δὲ τάρβος. Μῦθος καὶ βασιλῆας ἄγει, καὶ δῆμον ἐφέλκει· Ἔν τ' ἀγορῇσι τέθηλε, καὶ ἐν θαλίῃσιν ἀνάσσει· Καὶ μόθον αἰχμάζει, πρηῢν δέ τε φῶτα τίθησι, Μαλθάσσων ἁπαλοῖσι καὶ αἱμυλίοισι λόγοισι, Καὶ κρατερόν περ ἐόντα, πυρὸς μένος οἷα σίδηρον. Ὀρφείη κιθάρη μῦθος πέλεν, ὥσπερ ἐΐσκω, Πάντας ἄγων μελέεσσιν, ὁμῶς ἀγαθούς τε κακούς τε· Ὡς δ' Ἀμφιονίη λύρη καὶ λᾶας ἔπειθε, Ψυχὰς ἀντιτύπους πετρώδεας. Οἶδα δὲ Πομποῦ 1536 Φάρμακον, ὡς λόγος ἦεν, ὃν ἐρχομένῳ μετὰ Κίρκην Λαρτιάδῃ πόρε δῶρον, ὅπως κε σύεσσιν ἀρήζει Οἷς ἑτάροις, μηδ' αὐτὸς ἔδοι συοθρέμμονα φορβήν. Μῦθον καὶ Πολύδαμνα κεράσσατο, Θῶνος ἄκοιτις, Αἰγυπτίη, δῶκεν δ' Ἑλένῃ ξεινήϊον ἐσθλὸν, Νηπενθές τ', ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. Καὶ μῶλον στονόεντα, καὶ ἄγριον οἶδμα θαλάσσης Πολλάκις ἐκπροφυγών τις, ἐπὴν Θεὸς ἵλαος εἴη, Τόνδε συνεξεσάωσε, φίλον κτέαρ, οἶον ἀπ' ἄλλων, Ὧ πλέον, ἢ πλεόνεσσιν ἀγάλλεται ἄλλος ἐπ' ἐσθλοῖς, Μῦθος γάρ τε βροτοῖς αἰδοίϊον ἄνδρα τίθησι. Τεκμαίρου δ' Ὀδυσῆϊ, τὸν ἐκ πόντοιο φυγόντα, Γυμνὸν, καὶ μελέεσσι τετρυμμένον, αἰπὺν ἀλήτην, Μύθοισιν πυκινοῖσιν ἱκέσσιον ἀντιάσαντα, Παρθενική περ ἐοῦσ', ᾐδέσσατο, καὶ βασίλεια, 1537 Φαιήκεσσί τ' ἔδειξε, καὶ Ἀλκινόῳ βασιλῆϊ, Ξεῖνον, ναυηγὸν, πάντων γεραρώτερον ἄλλων. Μῦθοι, καὶ πλεόνεσσιν ἐπ' ὄμματα πικρὰ φερούσης Βασκανίης, τελέθουσιν ὑπέρτεροι· οὐ γὰρ ἀρίστοις Ὁ φθόνος, οἷς δ' ἀδόκητος ἔβη τύφος, οἶδε παλαίειν. Ὦ μῦθοι, μύθων ἐπιδευέες, ὡς ποθέεσκον Σοῖς ἀγαθοῖς ἐπέεσσιν ἐμὸν λόγον ἰσοφαρίζειν! Ἀλλὰ τὰ μὲν κατέμαρψα, τὰ δ' οὐ σθένος, ἀλλὰ δὲ παιδὸς Γλῶσσα φίλη κατέλεξεν ἐπειγομένοισι πόθοισιν Ἐκ πολιῆς νεότητος, ὅ μοι πλέον ἦτορ ἐγείρει. Ἀλλ' ἴθι μοι, τοκέων τε λιταῖς καὶ σῇσι πιθήσας, Πρόφρων, ἀρτεμέων τε, σὺν ἐλπωρῇσιν ἀρίσταις, Οἷ ποθέεις, πομπὸς δέ σ' ἄγοι πατρώϊος ἐσθλός. 1538 Καὶ γὰρ ἐς ἡμετέρην βιοτὴν Θεὸς ὄμματα βάλλει. Εἴτε σέ γ' Ἀτθὶς ἔτερψεν ἀηδονὶς, εἴτε σε τερπνῆς Φοινίκης κλυτὸν ἄστυ, νόμων ἕδος Αὐσονιήων, Εἴτε σ' Ἀλεξάνδροιο πέδον μέγα, ἔνθα τε πολλῶν Φορτίδα πλησάμενός τις, ἑὰ πρὸς δώματ' ἐλαύνει· Πᾶσα μὲν ὑμετέροισιν ἐπίτροχος αἶα πέλοιτο Ποσσὶν ἐπειγομένοισι, καὶ ἄνθεα καλὰ φύοιτο, Καὶ ποταμοὶ κελαδοῖεν ἐνηέα, πᾶς δέ τε πόντος Νῆα φέροι πνοιῇσιν ἐλαφροτάτῃσιν ἐς ὅρμον· ∆ελφὶς δ' εὐδιόωσαν ὑπεὶρ ἅλα, νῶτα φαεινοῖς Γυροῖς εὐγνάμπτοισιν ἑλισσόμενος πυμάτοισι, Σκιρτῴη κατὰ κῦμα τεὸν βίον ἡγεμονεύων, Ὥς ποτε καὶ νώτοισιν ἀοίδιμον ἤγαγ' ἀοιδόν. Μύθων δ' ἡγητῆρσι πέλοις φάος, ἐν προνόμοις δὲ 1539 Αὐτίκ' ἀριθμήσειαν ἐμὸν πάϊν, ἶσα τέκεσσι Τίοντες. Κρητὴρ δὲ λόγων καὶ πυθμένος ἄχρις Ζωρὸς διψαλέῃσιν ἀφύσσοιτο πραπίδεσσι. Χρύσεα δ' αὖ πτυκτῇσιν ἐνὶ πινάκεσσι γράφοιτο Γράμματα σῇ παλάμῃ, στάζοι δ' ἀπὸ κηρία βίβλου. Εἰ δὲ σύ γ' ἀκρεμόνεσσιν ὑφήμενος, εἴαρος ὥρῃ, Τῆμος ὅτε πνοιαὶ γλυκερώτεραί εἰσι βροτοῖσιν Ἢ πυρόεν βάλλοντος ὑπὲρ κρατὸς ἠελίοιο, Μύθοισιν μογέοις πυκινὴν φρένα πᾶσαν ἐρείδων, Τέττιγες λαλαγεῦντες, ἅμ' ὀρνίθεσσιν ἀοιδοῖς, Σὸν δέμας ἡδυθρόοισιν ἀναψύχοιεν ἀοιδαῖς Ἐς δῆριν καλέοντες ἀοιδοσύνῃσιν ἑταίρων. Αὐτὰρ ἐγὼ θοὸν ὥστε φίλοις συρίγμασι πῶλον, Καί περ θερμὸν ἐόντα, θοώτερον ἐς δρόμον ἥσω 1540 Νίκης ἰσχανόωντα μεγακλέος, ἠὲ παλαιστὴς Οἷα γέρων, μεγάλοισιν ἀεθλητῆρσι κελεύων Ἀμφὶ κόνιν Πισσαῖαν ἐπισταμένοισι λόγοισι, Παῖδ' ἐμὸν ἐν μεσάτῳ κοτινηφόρον εὔχομ' ἰδέσθαι· Οὔτε τινὸς κτεάνων περιφείσομαι, ὡς σὺ κελεύεις, Οὔτε μόγου τοκέεσσιν ἐοικότος, οὔτε τευ ἄλλου Τῷ ὅσα τὴν μεγάλην ἀρετὴν