1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

17

Ἄλλοις, ἢ πηοῖσι σαόφροσιν, ἠδ' ἱερῆϊ Καὶ πολιῇ νεότητος ἀρείονι· μηδὲ γυναιξὶ Ταῖς ὁπόσαις αὐχήν τε πολὺς, καὶ δήμιον εἶδος· Μηδὲ μὲν εὐσεβέεσσιν, ὅσους πόσις ἐκτὸς ἐέργει, Καὶ μάλα περ τίουσα. Τί τοι τόσον ἐστὶν ὄνειαρ, Ὁσσάτιον πόσις ἐσθλὸς, ἐπὴν μόνον ἀμφαγαπάζῃς; 1547 Λίην μὲν φρονέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Αἰνῶ θηλυτέρας, τὰς ἄρσενες οὐδὲ ἴσασι. Μηδὲ μὲν ἢ ἐπὶ δαῖτα γαμήλιον, ἠὲ γενέθλην Σπεύδειν, ἔνθα πόθοι τε, χοροιτυπίαι τε, γέλως τε, Καὶ χάρις οὐ χαρίεσσα· τὰ γὰρ καὶ σώφρονα θέλγει, Ὡς ἀκτὶς κηροῖο διαΐσσουσα τάχιστα. Μηδὲ μὲν οἰκιδίους τε πότους κατὰ δώματ' ἐγείρειν Ἀνέρος ἢ παρεόντος ἀμύμονος, ἢ ἀπεόντος. Γαστὴρ μέτρα φέρουσα τάχ' ἂν παθέεσσιν ἀνάσσῃ. Τὴν δ' ἄθυρον τρομέω μὲν ἐγὼ, τρομέει δὲ ἀκοίτης. Μηδὲ παρειάων σκιρτήμασι πάλλεο μάχλοις, Ἠὲ χόλῳ πλήθοντι· τὸ γὰρ μερόπεσσιν ὄνειδος, Θηλυτέραις δὲ μάλιστα, καὶ ἔκτροπον εἶδος ἔθηκεν. Οὔατα κόσμον ἔχοι τὸν ἀμάργαρον, ἐσθλὰ δέχεσθαι 1548 Ῥήματα, τοῖς δὲ κακοῖσι νόου κληῖδ' ἐπικεῖσθαι Οἰκταί τε κλειταί τε, σαόφρονές εἰσιν ἀκουαί. Στάζοι δ' ἁγνὸν ἔρευθος ὁμόζυγι παρθένος αἰδὼς Σοῖσιν ὑπὸ βλεφάροισι· δίδου δ' ὁρόωσιν ἔρευθος, Ὄμματα πηρὰ ἔχουσα, καὶ ἐς χθόνα ὀφρὺν ἄγουσα. Γλῶσσαν ἔχουσ' ἀχάλινον, ἀεὶ πόσιν ἐχθοδοπήσεις. Γλῶσσα καὶ ἀπταίστοισι κακὸν βάλε πολλάκι μάργη. Σιγᾷν λώϊόν ἐστιν, ὅτ' ἐς λόγον ἔργον ἐπείγῃ, Ἢ λαλέειν, καιροῖο λόγον κλείοντος ἄκοσμον. Μῦθος ἀεὶ ποθέοιτο. Πόδες δ' ὑπέροπλον ἰόντες, Ψεῦσται σωφροσύνης· καὶ ἴθμασιν ὕβρις ἔπεστι. Καὶ τὸ δέχου. Μὴ σαρκὸς ἔχειν ἀδάμαστον ἐρωὴν, Μηδ' αἰεὶ λεχέεσσι χαρίζεο. Πεῖθε σύνευνον Ἤμασιν ἁγνοτάτοισι φέρειν χάριν. Ὣς γὰρ ἔοικεν. 1549 Εἰκόνα τὴν μεγάλοιο Θεοῦ θεσμοῖς ὑποείκειν, Εἰ καὶ θεσμὸν ἔδωκε γαμήλιον Υἱὸς ἄσαρκος, Ἡμετέρῃ γενεῇ, καὶ πλάσματι χειρὸς ἀρήγων· Ὥς κεν ἀπερχομένοισι καὶ ἐρχομένοισι γενέθλη Ἕλκηται μερόπων τρεπτὸν γένος, οἷα ῥέεθρον Ἄστατον ἐκ θανάτοιο, καὶ ἱστάμενον τεκέεσσιν. Ἀλλὰ τί μοι τὰ ἕκαστα διακριδὸν ὧδ' ἀγορεύειν; Οἶδα δ' ἔγωγε παραιφασίην, καὶ τῆς μέγ' ἀμείνω. Ἔστι τοι, ὦ χαρίεσσα, Θεουδόσις. Ἥδε προκείσθω Παντός σοι μύθοιο καὶ ἔργματος ἔμπνοος εἰκὼν, Θηλυτέρη Χειρωνὶς, ὑπὸ προπόδεσσι γάμοιο, Ἥ σ' ἐκ πατρὸς ἔδεκτο καὶ ἔπλασεν ἤθεσι κεδνοῖς· 1550 Αὐτοκασιγνήτη μέγ' ἀμύμονος ἀρχιερῆος Ἀμφιλόχου, τὸν ἔπεμψα Θεῷ, Θέκλῃ γε σὺν ἁγνῇ, Ἄγγελον ἀτρεκίης ἐριηχέα, κῦδος ἐμεῖο. Κ' εἴ τιν' ἐμῆς πολιῆς ὑψίφρονα μῦθον ἐδέξω, Τὸν κέλομαι πραπίδων σε φίλοις κευθμῶσι φυλάσσειν, Ὧ δ' ἂν καὶ πόσιν ἐσθλὸν ἐρίπτολιν ἐξακέσαιο, Εἴ τοι καὶ μεγάλαυχον, ὑπέρτερον εὖχος ἔχουσα. Νῦν μέν σοι τόδ' ἔδωκα κεμήλιον. Εἰ δὲ τὸ λῷστον, Καὶ τεκέων τεκέεσσι πέλοις πολύκαρπος ἀλωὴ, Ὡς καὶ πλειοτέροισι Θεὸς μέγας ὑμνείοιτο, Τῷπερ δὴ γενόμεσθα, καὶ ᾧ θέμις ἔνθεν ὁδεύειν. 1551

Ζʹ. Πρὸς Νεμέσιον. Ὄμμα δίκης μύθων τε, Νεμέσσιε, ὃς τοπάροιθεν Βήμασι ἰθυδίκοισι, φέρων κλέος ἐκ βασιλῆος, Πρώτοις Αὐσονίοις τε νόμοις μέγα κάρτος ὀπάζων, Ἐξ ὀπὸς ἀντιπάλοιο καὶ ἥσσονα μῦθον ἐλέγχων, Ὕστατον ἀντέλλεις θώκων ὕπερ ἠγαθέοισι Καππαδόκοισι, θέμιστος ἀπάργματα σῆς ἀναφαίνων· ̣Αλλοι μὲν μολπῇσιν, ἐριγδούποισί τ' ἀοιδαῖς, Καὶ ῥήτρην πυρόεσσαν ἀπὸ στομάτων προχέοντες Τὴν σὴν, ᾗ ῥα σὺ πάντας ἀπόπροθε πολλὸν ἔθηκας, Σὸν κλέος ὑμνείοιεν, ἐπεὶ πλεόνεσσι λόγοισιν Ἄρκιος, ἢν ἐθέλωσι διακριδὸν ἐξαγορεύειν, 1552 Ὥστε ῥόος μεγάλοιο μεριζόμενος ποταμοῖο. Ἄλλοι δ' αὖ γραφίδεσσι μετήορον ὕψι φέροντες, Ἢ χαλκῷ χοάνοις τε Νεμέσσιον ἐν μεσάτῃσι Στήσαντες πτολίεσσιν ἀναυδέα, τὸν πολύμυθον, Ἄστεα κυδαίνοιεν, ἐπεὶ κλέος ἄστεσιν ἐσθλῶν Ἡγεμόνων καὶ εἶδος ὁρώμενον