1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

19

θεῶν πλαστῆρες ἀκιδνῶν. Οὐκ οἶον, παθέων δὲ καὶ αὐτῶν ἱρὰ σέβεσθε, Ἄλλους δ' αὖτ' ἄλλοισι κακοῖς ἔπι κάρτος ἔχοντας· Ὡς μὴ μοῦνον ἄτιτον ἅπαν κακὸν, ἀλλὰ καὶ ἐσθλὸν Ἔμμεναι, ὥς ῥα Θεῷ κεχαρισμένον, ὃς τόδ' ἔτισε. 1559 Σκέπτεό μοι στρατὸν ἄλλον ἀγακλειτῶν ἐπικούρων, Ἰθυφάλους, κερόεντας, ἀναύχενας, ἡμιδράκοντας, Θῆρας, θηρομιγεῖς τε, γελοίϊον εἶδος ἔχοντας. Τοίους παῖδας ἴδοιεν, ἐπεὶ καὶ τοῖα σέβουσι· Τοῖοι καὶ τελέθοιεν ἀρηγόνες οἷσι φίλοισι· Τοίων κἀντιτύχοιεν, ἐπήν κέ τις ἐχθρὸς ἵκηται, Ὡς κεῖνοι σφετέροισιν ἀρηγόνες εἰσὶ κακοῖσιν. Ἀλλὰ τί μοι τὰ ἕκαστα διακριδὸν ἐξαγορεύειν, Γλώσσης ἐξ ἱερῆς ἀμαρεύματα τοῖα χέοντι; Ἓν δ' ἐνὶ πᾶσι μέγιστον· ἀτὰρ λόγον ἧλος ἐρείδοι. Ἡμεῖς μὲν μεγάλῃσι βίβλοις, θείοις θ' ὑποφήταις, Καὶ πύματον Χριστοῖο διάκτορος ἠγαθέοισι, Πνεύματι αἰγλήεντι χαρασσομένοισι νόημα, 1560 Καὶ κραδίαις καθαρῇσι Θεὸν μέγαν εἰσορόωσιν (Ὧ μούνῳ θεότητος ἀειδέος ἔστι λαβέσθαι), Ἴδριες οὐρανίων, θεολαμπέες, ὕψι θέοντες, Ὄσσον ἐφημερίοισι Θεοῦ βατὸν ἐνθάδ' ἐοῦσιν. Οὐ γὰρ ῥηϊδίως νεφέλης διαδέρκεται ὄμμα Καὶ λίαν εὐγλήνοιο· τὸ δὲ πλέον, ὕστατον ἡμῖν. Μισθὸς γάρ τε πόθοιο, πόθου τέλος ἀντιβολῆσαι. Ὑμῖν δ' εἰ μὲν ἔασιν ἐπαισχέες, ὅσσον ἔασι, Μύθοις ὑμετέροισι, σεβάσμασί τ' οὐλομένοισι Τρισμάκαρες θνητοὶ καὶ τετράκις, οἵ ῥα κακοῖσιν Οὔτε τι σύμφρονές εἰσι, νόμον θ' ὑπὸ τίσιν ἔθηκαν. Οἵους γὰρ βωμοῖσιν, ἐϋπλεκέεσσί τ' ἐν ὕμνοις Τίετε πανδήμοισιν, ἀγακλειταῖς θ' ἑκατόμβαις, 1561 Πολλάκι δεῖπνον ἔθηκαν ἀμετροβίοις κοράκεσσιν. Εἰ δ', ὡς θειολόγοισιν ἐφεύαδεν ὑμετέροισιν (Εἰσὶ γὰρ, εἰσὶ καὶ ὑμῖν ὑποφραστῆρες ἀοιδῆς), Ταῦτα μὲν ἔστιν ἄεισμα κενὸν, καὶ θεσμὸς ἀοιδῆς Τερπνῆς, μιγνυμένου μέτρου σὺν παίστορι μύθῳ, Αὐτοῖς δ' αὖ νόος ἐστὶν ὑφειμένος εἴδεϊ μάχλῳ Σεμνότερος, πινυτοῖσιν ὁρώμενος, ἀμφιπρόσωπος, Ἑρμᾶς δίγλυφος, οἷα πρόσω τὸ μὲν, ἄλλο δ' ὄπισθεν, Ἄθρει κἀνθάδε μοι λόγον ἄτροπον, ὥσπερ ὀΐω· Ἔστι καὶ ἡμετέροισι διπλοῦς λόγος, ἔνδοθι σεπτοῦ Πνεύματος, ὃς δ' ἄρ' ὕπερθε, χαράγματος ἠγαθέοιο Ἄμφω, ὁ μὲν παύροισιν, ὁ δὲ πλεόνεσσι θεητός. 1562 Οἴομαι, ὥς κεν ἔχωσι σοφοὶ πλέον, ἠὲ λαβόντες Μόχθῳ κατίσχωσι. Τὸ δ' οὐ σχετὸν, ὅττι τάχιστον. Ἀλλ' ἔμπης μύθοισιν ἐμοῖς καὶ σῶμα φαεινὸν, Ψυχὴν ἀμφὶς ἔχον θεοειδέα διπλόον εἷμα, Πορφύρεον, μαλακοῖο διεκφανὲς ἀργυφέοιο, Αἶσχος δ' οὐδὲν ἔπεστιν, ὅ μοι Θεὸν ἀμφικαλύπτει. Αἰδέομαι θεότητος ἔχων ἰήτορα μῦθον. Τίς Σκύλλης σκοπέλους σε διεκπλώοντα κελεύει Σπεύδειν εἰς Ἰθάκην μή πως πάρος ἐνθάδ' ὄληαι; Τίς δ' ὀλοήν σε Χάρυβδιν ἀπηνέα; τίς δ' ἐπὶ πηγὴν Τῆς καθαρῆς θεότητος, ἐν ἰλύϊ δηθύνοντα; Ἰλὺς πρόσθ' ἐπέδησε, τὸ δ' ἔκφυγεν ἀγλαὸν ὕδωρ. 1563 Φράζεό μοι καὶ τοῦτον ἐπίφρονα μῦθον ἄριστον· Οἱ πλέονες κακίους, καὶ ἡγητῆρος ἄνευθεν Πρόφρονες εἰς κακίην. Τυτθὸν δ' ἐπὶ λῷον ὁδεύει. Σχεῖν ῥόον, ἔργον ἔμοιγε· τὸ δ' ἐς πρανὲς, ὡς μάλ' ἐλαφρόν. Εἰ δὲ θεοὺς στήσειας ἀτασθαλίης μεδέοντας, Πρὶν μύθου δνοφεροῖο λῦσαι ζόφον ἔμφρονι μύθῳ, Μυθόλατριν διέπερσας ἐπισπόμενον φαέεσσιν. Ἀλλὰ τί μοι πλεόνων; σὺ δέ μοι λόγον αὐτὸν ἄλυξον Ἀμφίδετον, πινυτός περ ἐὼν καὶ ἄλλον ἐλέγχειν. Εἰ μῦθοι τάδ' ἔασιν, ἱδρύματα ῥίψον ἔραζε. Τίς χάρις, αἶσχος ἄπιστον ἑοῖς κτεάτεσσι γεραίρειν, Ὃν δὲ Θεὸν γενετῆρα, βίου θ' ἡγήτορ' ἀτίζειν; 1564 Εἰ μὴ μῦθος, ἔφελκε τεοῖς φαέεσσι καλύπτρην, Ἁζόμενος πολιῇσιν ὁμοίϊα μυθολογεύειν, Τερπομέναις κύλιξι φίλαις, καὶ νυξὶν ἀΰπνοις. Ταῦτα μὲν ἐς πόντοιο πέσῃ βυθὸν, ὥσπερ ὄλωλε Μοίρη πλειοτέρη. Χριστὸς γὰρ ἅπαντα κατέσχεν Ἐκ περάτων ἐπὶ πείραθ' ἑαῖς παλάμῃσιν ἀγείρας, Ἅς ποτ' ἐπὶ σταυροῖο μεγακλέος ἐξεπέτασσεν. Εἰ δ' ὅτι καὶ διὰ μητρὸς ἐμοὶ Θεὸς ἤλυθεν ἁγνῆς, Παρθενικῆς, ἀδέτοιο, νόμοις καινοῖσι γενέθλης, Καὶ θάνε, καὶ νεκύεσσι μίγη, καὶ ἀνέδραμεν αὖθις, Ἦρα φέρων παθέεσσιν ἐμοῖς, ὃν ῥίψεν ἁμαρτὰς, Τοῦτό σοί ἐστιν ἄκοσμον, ἐπεὶ καθαροῖσι θεοῖσιν, Ἐκ καθαρῶν γεγαῶσι δίδως σέβας, ὦ φιλόκοσμε, 1565 Σήμερον, οὔτι πάροιθεν, ἐμῶν μύθων ἐπάκουσον, Οὕς μοι Χριστὸς ἔπνευσεν, ἐμὸς Θεὸς