1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

20

ἐμπεδόμυθος. Ἔστι μὲν οὐκ ὀλίγοισι καὶ ὃς λόγος, ὡς ἀπὸ κόλπων Παρθενικῶν βλάστησε Θεὸς βροτὸς, ὃν συνέπηξε Πνεῦμα Θεοῦ μεγάλοιο, ναῷ ναὸν ἁγνὸν ἐγείρων. Μήτηρ γὰρ Χριστοῖο ναὸς, Χριστὸς δὲ Λόγοιο. Ὡς γὰρ θέσμιον ἦεν, ἐπεὶ φύσιν οὐλόμενος θὴρ Ἡμετέρην ἐφέπεσκε παραιβασίης ὑπὸ πικρῆς, Θειοτέροιο βροτοῖο φυῇ κακίην ἀκέσασθαι, Καὶ στῆσαι κράτος αἰνὸν ἀθεσμοτάτοιο δράκοντος. Τοὔνεκα νηδὺν ἄμειψε, τὸ δ' ἥμισυ τίσε γενέθλης Ἡμετέρης, τὸ δ' ἔλειπεν, ὅ μιν τέκε παρθένος ἀδμής. 1566 Αὐτὰρ ἐπεί μιν ἔπηξε, καὶ ἐν σπλάγχνοισι θέωσεν, Ἐκ δ' ἄγαγε προφόωσδε τελειομένοιο χρόνοιο· Τῆμος σάρκα παχεῖαν ἐφέσσατο, πλῆσε δὲ νηὸν Ἐκ καθαρῆς θεότητος, ἄναξ Λόγος. Ἀμφότερον δὲ, Εἷς Θεὸς ἦεν ἔμοιγε. Τὸ γὰρ φθιτὸν ὦχ' ὑπόειξεν Ἀθανάτῳ πλήσαντι. Θάνεν δ' ἐθέλων, ὀλίγον τι Τύμβῳ παρθέμενος πλεκτὸν δέμας, ὥς κεν ἀναστὸς Ἐκ νεκύων παλίνορσος, ἀναστήσειε θανόντας, Ἕλκων οἷα μάγνησσα λίθος τονόεντα σίδηρον. Πᾶσι γὰρ ἀνδρομέοιτιν ὅλον μ' ἀνεδέξατο Χριστὸς, Σάρκα λαβὼν, τόκον, εἶδος, ὕβριν, τάφον, εὖχος, ἔγερσιν. Τὼς μέν ῥ' ὑμετέροιο λόγου σχέθον ἄσχετον ὁρμὴν, 1567 Οἳ τόσον αἶσχος ἔχοντες, ἐμοὶ μόθον αἰνὸν ἔθεσθε, Βόρβορον οὐχ ὁρόωντες, ἐμῶν ῥανίδων ἀλέγοντες. Εἰ δ' ἐθέλεις ἐτεὸν γνῶναι λόγον, οὔατ' ὑποσχὼν, Οἶδα μὲν, ὡς πλεόνεσσιν ἀφανδέα ταῦτ' ἀγορεύσω (Οὐ γὰρ ἐνὶ πλεόνεσσιν ὅλος λόγος, οἳ κενεῇσιν Ἑσπόμενοι δόξῃσιν, ἐτητυμίης ἀλόγησαν), Ἀλλ' ἔμπης ἐρέω λόγον ἔμπεδον, οὐδ' ἐπικεύσω, Καὶ μάλα περ ποθέων βίον ἄργυφον. Οὐδὲν ἄκοσμον, Πλὴν στυγερῆς κακίης· ἀρετὴ δέ τε μοῦνον ἄριστον. Τἆλλα δ' ἄρ' ἐν μεσάτῳ τε κακῶν ἀγαθῶν τε τέτυκται, Ἡμετέρης ἰότητος ἀπήορα, εὖ μὲν ἔχοντα Τοῖς ἀγαθοῖς, τοῖς δ' αὖτε κακοῖς, καὶ λίαν ἄκοσμα. 1568 Ὧν ἓν καὶ τόδ' ὄπωπα ἐμῆς μυστήριον ὕλης, Εἴδεος ἀθανάτοιο συνερχομένου μελέεσσιν. Οὐδὲ γὰρ ὡς στυγέων τεῦξε βροτὸν, ἧς θεότητος Μάρτυρα, καὶ μεδέοντα κάτω, καὶ εὖχος Ἄνακτος, Οὔτ' ἄν μιν φιλέων, στυγερὴν πόρσυνε γενέθλην. Ἦ λῆξον μύθοιο, Θεοῦ δ' ἀπόπεμπε νόημα. Εἴ τοι μὴ καθαρῆς διὰ νηδύος ἐς φάος ἦλθες, Οὐ καθαρός. Καθαρὸν γὰρ ἁλώσιμον οὔποτ' ἀνάγνῳ. Εἰ δ' ἐθέλεις, καὶ ἄναγνος ἔοι τόκος. Ἀλλὰ τόδ' ἔμπης, Πᾶσιν ἐϋφρονέουσιν ἀριφραδές· οἷς ἂν ἐπέλθῃ Ἀκτὶς ἠελίοιο, φέρει φάος· οἷς ἀνεμίχθη Εὐόδμοιο μύροιο χάρις, πνείουσι τάχιστα. Ἀλλ' οὐδ' ἠελίοιο μολύσματα, οὐδὲ μύροιο 1569 Ἅπτεται. Ὥς ῥα Θεὸς καθαρῆς διὰ μητρὸς ὁδεύσας, Οὔτ' αὐτὸς σπλάγχνοισι φορύξατο, καὶ τὰ κάθηρεν. Ὣς ἄρα καὶ θανάτοιο θανὼν κράτος ἐξαλάπαξεν· Οὔτ' αὐτὸς θανάτῳ τι παθὼν, Λόγε, καὶ τὸν ὀλέσσας. Οὗτος ἐμὸς λόγος ἐστί· τεὴ δὲ γλῶσσ' ἀδάμαστος Ἦν ὅτ' ἔην· νῦν αὖτε δαμάζεο. Ὧδ' ἀγορεύει Χριστὸς ἐμός· γλῶσσαν δὲ τεὴν εὔφημον ἐγείροις. Εἶαρ ἔβη, τὸ δὲ χεῖμα παρέδραμε, λαμπρὰ δ' ἄρ' αἴθρη. ∆εῦρ' ἴτε, καί μοι φωτὸς ἀπειρεσίου κορέσασθε. Μέχρι τίνος σκοτίοισιν ἐνὶ κευθμῶσι δέδεσθε; Καιρὸς ὅδ', ὃν πάρος ὑμῖν ὑπέσχετο Πνεῦμα φαεινόν. ∆εῦρ' ἴτε, καὶ ζώοιτε, νέον δ' ὑπόδεχθε καθαρμόν. Λήξατ', ἀοιδοπόλοι, ναὶ λήξατε, μαινόμενοί τε 1570 ∆αίμονες, ἐμπνείοντες ἀθεσμοτάτοισιν ἀοιδαῖς. Ὀρφεὺς θῆρας ἄγοι, Πέρσῃ δ' Ἀσκραῖος ἀείδοι Ἡσίοδος, Τροίην δὲ καὶ ἄλγεα κλεινὸς Ὅμηρος. Μουσαῖός τε Λίνος τε θεῶν ἄπο μέτρα φέροιεν, Οἵ ῥα παλαιοτάτῃσιν ἐπικλέες εἰσὶν ἀοιδαῖς. Ἑρμῆς ὁ τρισάριστος ἐμοῖς ἐπέεσσιν ἀρήγοι, Οὐδ' ἐθέλων, σταυρὸν δὲ σέβοι μέτροισι Σίβυλλα, Τῆς μεγάλης θεότητος ἐλαυνόμενοι βελέεσσιν· Οὐδὲν ἐπιστρέφομαι, καὶ εἴ τινες ἆσσον ἵκοιντο, Οὐ Θεόθεν, Βίβλων δὲ παρακλέψαντες ἐμεῖο. Οἱ μὲν γὰρ καὶ πάμπαν ἀλαμπέες, οἱ δ' ὀλίγον τι Ἀστεροπὴν πάλλουσαν ἐσέδρακον, ὦκα δ' ἄμερθεν. Τοὔνεκεν εἴξατ' ἔμοιγε, καὶ ὀψέ περ εὖ φρονέοντες. 1571 Φοῖβος μαντεύοιτο θεῶν μόρον οὐκέτ' ἐόντων· Αὐτοπάτωρ, ἀλόχευτος, ἀμήτωρ ἐστὶν ἐκεῖνος, Ὅστις ἐμὸν διέπερσε κακὸν μένος, ὕστατ' ἀείδων· Κασταλίη τε ∆άφνη τε, δρυὸς μαντεύματα κείσθω. Μηκέτ' ἀριστεύοντα μετ' ἀνδράσιν ἀφραδέεσσι· ∆αίμων τ' Αἰγύπτοιο, θεὸς