1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

21

κενεηγόρος, Ἄμμων, Βραγχῖδαι δ' ἐπὶ τοῖσι, καὶ ὀφρυόεις Ἐπίδαυρος· Καὶ τελεταὶ κρυπταί τε καὶ ὄμμασιν ἀντιόωσαι, Κλεινῆς ἐν προτέροισιν Ἐλευσῖνος αἴσχεα νυκτὸς Αὐλῶν τε Φρυγίων μανιητόκος ἔκτομος ἠχὴ, ∆ικταῖοι Κορύβαντες, ἐνόπλια μαργαίνοντες, Βάκχοι τ' ἀμφὶ γόνον Σεμελήϊον οὐρεσιφοῖται· 1572 Καὶ νυχίης Ἑκάτης κακὰ φάσματα, ὡς δὲ ναοῖο Μιθραίου κακὰ ἔργα, καὶ ὄργια οὐκέτ' ἄπυστα· Γαλλαίης Κυβέλης ὀλολύγματα, ὅσσα τε Νεῖλον Καρποδότην τίουσιν ἐν αἴσχεσιν ἀνδρογύνοισιν, Ἴσιδος, Ὀσίριδός τε μυκήματα δακρυόεντα, Καὶ Σάραπις, ξύλον αὖον, ἔχων δηλήμονα μῦθον, Καὶ μόσχος πολύσαρκος Ἄπις, καὶ Μεμφὶς ἄνοια· Καὶ σὺ, Λάκαινα τάλαινα, διασταδὸν, ἔνθα καὶ ἔνθα Τεμνομένων μάστιξι νέων ἐπιβώμιος ἀλκὴ, Καὶ Γετικὸς Ζάλμοξις ὀϊστεύων δι' ὁμίλου· Πάντα θεῶν Ταύρων τε κακὴ ξείνοισι θυηλή· Καὶ Προσύμνοιο καλοῖο θεὸς φαλὸν ἀμφαγαπάζων 1573 ∆ουράτεον, μάχλη τε Κύπριν τίουσα ἑορτὴ Κερδαλέη, καὶ Λίνδος ἐφυβρίζουσ' ἱεροῖσι· Πάντ' ἔθανε Χριστοῖο μεγακλέος αἵματι σεπτῷ, Ἀρχεγόνου τε νέου τε, τὸ δὴ καὶ θαῦμα μέγιστον. Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ' ἐτώσια φυσιόωντα, Καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν, Σάνδαλ' ἀποβράσσαντες ἐλαφρονόοιο θεοῖο Χάλκεα, καί σε βροτοῖσιν ἐπαισχέα πᾶσιν ἔθηκαν, Κύδεος ἱμείροντα δι' ἅλματος αἰνομόροιο. Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, λήξατε μύθων, Καὶ σύ γ' Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε. Ὑμεῖς μὲν θνητοὶ, καὶ οὐ μάκαρες, παθέεσσι, Βαιὸν ἀποπλήξαντες ἐπιχρονίοισι δόλοισι, Μύθοις ὑμεδαποῖσι νόθον κλέος ἁρπάξαντες. 1574 Χριστὸς δ' οὔτ' ὀλίγῃσι περίγραφος ἔπλετο φωναῖς, Οὔτε μιν ἠμάλδυνε ῥέων χρόνος, οἷά τε καπνὸν Ἠέρος ἐν λαγόνεσσιν ἀϊστωθέντα τάχιστα. Τοῖος γὰρ ψαφαροῖο κλέους νόμος, αὐτίκα πίπτειν, Ἀλλ' αἰεὶ πάντεσσιν ἀοίδιμος εἰσέτι μᾶλλον, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενος λυκάβασι. Πείθομαι, ὥς ποτε γαῖαν ὅλην δεσμοῖσι καθέξειν. Ὣς γὰρ θέσφατόν ἐστι· λόγος δ' ἐπὶ ἔργον ὁδεύει. Ἀλλὰ τὸ μὲν μεγάλοιο Θεοῦ ἐν γούνασι κείσθω. Αὐτὰρ ἐγὼ, τά με Χριστὸς, ἐμὸν φάος, ἐξεδίδαξεν, Ἐξερέω, μύθοιο θεμείλια πάντ' ἀναφαίνων Ἡμετέρου, θεότητα, Θεοῦ κτίσιν, οἴακα παντὸς, Ὧ κόσμον μεγάλοιο Θεοῦ Λόγος αἰὲν ἑλίσσει· 1575 Καὶ τάδ' ἐπιδρομάδην, ὀλιγόστιχον εὐρέα μῦθον, Ὡς νόμος ἐστὶν ἔμοιγε· τὰ δ' ἔκτοθι ῥίψα Γαδείρων. Ἀλλὰ, φίλων ὄχ' ἄριστε Νεμέσσιε, τοῦτο δέδεξο ∆ῶρον ἐμῆς φιλίης, πάντων γλυκερώτερον ἄλλων, Μοῦνον ἀφ' ἡμετέρων κτεάνων, καὶ μοῦνον ἔμοιγε, Οὐ κύκνου λιγυροῖο μόρον γοάοντος ἀοιδὴν, Γηραλέαις πτερύγεσσιν ὅτ' ἐμπίπτῃσιν ἀήτης· Οὐδ' ἄρ' ἀηδονίδος στυγνὸν μέλος, ἡνίκα χεῖμα ∆εσμὰ φέρει πάντεσσι, καὶ ὀρνίθεσσιν ἀοιδοῖς, Ἀλλὰ Χριστοφόρων στομάτων θεοτευχέα μολπήν· Τῇ νῦν τοῦτο φέροις ἐμέθεν λάχος ἀντί νυ πάντων, Οἷσιν ἐμὴν πολιήν τε φίλην καὶ νοῦσον ἔτισας, Καὶ μῦθον πτερόεντα, τεὸν κλέος· ἦ μέγα θαῦμα, Καὶ πάντων καθύπερθε, πρὶν ὀφθαλμοῖσιν ἰδέσθαι. 1576 Αἰδὼς γὰρ μερόπεσσιν ἐν ὄμμασιν. Εἰ μὲν ἕποιο Τοῖσδε λόγοις πτερόεσσι διδοὺς πλόον ἡμετέροισι, Τρισμάκαρ, ἡγεσίης καὶ τέρματος. Εἰ δ' ἀπιθήσαις. Καί σε τόσον σφήλειεν ὁ βάσκανος ὄμματι πικρῷ, Οὐκ ἐθέλων πάντεσσιν ἕνα βροτὸν ὄλβιον εἶναι, Γρηγορίου τόδε σοι μνημήϊον ἐσθλὸν ἕποιτο. Ἦ τάχα κεν μετόπισθεν ἐμὸν λόγον αἰνήσειας, Ἐξ ὀλίγου σπινθῆρος ἐς ἠέρα πυρσὸν ἀείρας Ὄφρα τις ὧδ' εἴπῃσι· Νεμέσσιος ὀβριμόθυμος Καππαδόκοισι τάλαντα δίκης ἰθεῖα τανύσσας, Οὐ χρυσὸν δολόεντα, καὶ ἄργυρον, οὐδὲ μὲν ἵππους Εὐγενέτας, πτερόεντας, ἀοίδιμον εὖχος ἔχοντας, Ὤχετ' ἄγων· πλούτῳ γὰρ ἀνούτατος· ἀντὶ δὲ πάντων, 1577 Μάργαρον αἰγλήεντα, μέγαν ληΐσατο Χριστὸν, Ὧ πάντων κρατέουσιν, ἐμὸν γένος (εὔχομ' ἔγωγε), Καππαδόκαι. Σὺ δ' ἔμοιγε καὶ οὐρανίαις σελίδεσσιν, Ὡς νῦν ἡμετέρῃσι, σὺν ἡμετέροισι γραφείης.