1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

3

ἐγκαλῶν προὔδωκε παντευεργέτην; ἢ τίς λαβὴ δράματος ἦν τῷ μαινόλῃ; {ΧΟΡΟΣ} Ἄκουε τοῦδ' ὅς σοι τρανῶς πάντ' ἀγγελεῖ. {ΑΓΓΕΛΟΣ} Ἄκουε, τλῆμον, ἡ τὸ πρὶν πανολβία, ἄκουσον οὕς σοι δυστυχεῖς φέρω λόγους. {ΘΕΟΤΟΚΟΣ} Αἲ αἴ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ· κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος. {ΑΓΓΕΛΟΣ} Κακῶν μέν, ἀληθῶν δ' ὅμως· τί γὰρ φράσω; Ἐπεὶ τὸ πάσχα καινόν, ὡς ἔφη, φάγοι, μύσταις ἄριστον παραθείς, δεῖπνον μέγα, δείξας δ' ἐν αἰνιγμοῖσι τὸν λογοπράτην, ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας, ἔξεισιν ὡς εἴθιστ' ἐλαιῶν εἰς ὄρος, εἰπών τε μύσταις πάνθ' ἅπερ τανῦν πάθοι, καταρτίσας πάντας τε μυσταγωγίαις, πολλοῖς ξὺν ἄλλοις καὶ τάδ' εἶπε πρὸς Θεόν· «Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος· »τὸ παρὰ σοὶ γὰρ μὴ λιπών ποτε κλέος, «εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν·» ἔθνη τε διδοῖς πάντ' ἔχοντι πρὸς σέθεν· «λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων » ὑπερκρεμασθείς, αὖγε σαῖν χεροῖν νέμω. «Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου,» κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ, «μακάριος τοιάδε διειργασμένος.» Ὅδ' αὖθις ἀφίησιν ὡς βροντῶν ὄπα, δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ· «Καὶ πρὶν κλεΐσας, νῦν κλεΐσω σε πλέον.» Ἐπεὶ δὲ μύσταις ταῦτ' ἐνηχήθη ξένως, ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο, ὃν οὐδ' ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἄγων, ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει· ὃς καὶ προσιὼν ὡς φίλος ∆ιδασκάλῳ, Ῥαββὶ προσειπὼν χαῖρ', ἐφίλει δυστρόπως. {ΘΕΟΤΟΚΟΣ} Φεῦ, φεῦ, τί χεῖρον τοῦδε τολμήσειέ τις; Τί γοῦν πρὸς αὐτὸν ἀντέφησε Παῖς ἐμός; {ΑΓΓΕΛΟΣ} Οὐκ εἶπεν οὐδέν, πλὴν «Ἑταῖρ', ἐφ' ᾧ πάρει;» Ἄφαρ δ' ἔβαλλον χεῖρας οἱ μιαιφόνοι· ἄμμες δ' ἀφέντες ἄλλος ἄλλῃ φεύγομεν. Πέτρος δ' ὁ κλεινὸς καὶ λόγοις ἀπείπατο· μόνος δ' Ἐπιστήθιος εἵπετ' ἀτρέμας. Ἔδοξα δ' αὐτὸς ὑπό του πεπυθέναι σιγῇ λέγοντος ὡς πρὸς αὐτὸν ἠρέμα τὸν δύστροπον πράτην γε τοῦ ∆ιδασκάλου· «Τῆς ἀσεβείας· ὦ τάλ', οὐ φοβῇ Θεόν; » οὐ θεσμὸν αἰδῇ τῶν βροτῶν τῆς οὐσίας, «Ἀδάμ τε τὸν σπείραντα γηγενῆ στάχυν » καὶ πατριάρχας ἐκλελεγμένου γένους; «μύστης φανεὶς σὺ συμμαθητὰς αἰσχύνεις, »τὸν μυσταγωγόν, φεῦ, προδοὺς ἀργυρίου, «προὔδωκας αὐτὸν εἰς φόνον μιαιφόνοις. » Οὐκ εἶπεν; οὐ σῆς προὐνοήσατο φρενός, «σκοπεῖν ἐφ' οἷσι νῦν ἑκὼν ἀλγύνεται; » σὺ δ' οὐκ ἀνέσχου· τοιγαροῦν γνοίης τάχει. «Εὖ δ' ἴσθι, πατρὸς δ' εὐσεβὲς θάλπει γένος. » Εἰ μὴ γὰρ ὅρκοις Ἀβραὰμ ἐπεσχέθη, «οὐκ ἄν ποτ' ἔσχε μὴ τάδ' ὑπεξιέναι » κἀντεῦθεν ὑμῖν ἀποδοῦναι τὴν δίκην. «∆οκεῖς γὰρ αὐτὸν τάδ' ὑποστῆναι πάθη, » εἰ μή τι κερδαίνοντα κἀντεῦθεν μέγα; «Νῦν δ' ἐκ χθονὸς μὲν ἔστ' ἂν ἔρχηται πάλιν, » καινῶς ἄνεισι, σῖγα δ' ἕξεται κρίσιν, «ἐρῶν καθ' ὑμῶν Πατρὶ σὴν ἁμαρτίαν » λαοῦ τε τοῦδε μαινόλου τολμηρίαν, «ὡς καὶ προεῖπε ∆αυΐδου γλώσσῃ πάλαι, » οὐκ ἀγνοοῦντι καὶ πρὸ τῆς τολμηρίας· «πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων » ἔργων τε κλεινῶν, μυρίων, θαυμασίων, «ὄψεσθε δ' ἐν Πατρὸς μολοῦντ' αὖθις κλέει, » κρίσιν φέροντα ζῶσι καὶ τεθνηκόσι «καὶ πᾶσι παρέχοντα τὸ κατ' ἀξίαν. » Πῶς γοῦν προσόψει σύ τε καὶ μιαιφόνοι, «ἢ ποίαν οὐκ ἐκτίσετ' ἔνδικον τίσιν; » πλὴν καὶ πρὸ τοῦδε τίσετ' ἔνδικον τίσιν, «εἰ μὴ χέρας νίψεσθε τὰς μιαιφόνους· » ἅς, ἢν θέλητε κἂν τανῦν ξυνιέναι, «αὐτὸς ῥυτοῖς νασμοῖσιν ἀπομόρξεται. » Ἢ σῆς γε τόλμης νῦν μάθῃς γεγευμένος, «σὺν σοὶ δὲ καὶ πᾶς τῶν ἀλαστόρων ὄχλος. » Νῦν δ' εἰ μένειν δεῖ, μίμν' ἐφ' ἡμέραν μίαν, «εἰ μή τι πάθῃς, ὧν φόβος πολὺς κρατεῖ, » κἀγὼ προφήτης τῶν λόγων γενήσομαι. «Ἀλλ' ἐκποδὼν ἄπιθι καὶ σαυτοῦ πέρι » φρόντιζε· ταὐτοῦ δ' αὐτὸς εὖ γε θήσεται. «Σὺ δ', ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς, » πρῶτα κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος, «πήδημ' ἐς ᾅδην κραιπνὸν ὁρμήσας τάχος, » λύπῃ παχνωθείς, ὡς προδοὺς ἀργυρίου, «καὶ νᾶμα πυρὸς παμφάγου σε δέξεται. » Οὐ γὰρ θέλεις νῦν ἐκφυγεῖν τιμωρίαν· «καὶ τῶνδε τεύξῃ, προὐννέπω δέ σοι τάδε· » οὔ σ' ἡ 'πιοῦσα λαμπὰς ὄψεται θεοῦ· «οὐ νεκρεγέρτου νεκρέγερσιν κατίδῃς. » Ἐς γὰρ τοσοῦτον