1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

6

{ΧΟΡΟΣ} Τί τούσδε κινεῖς κἀναμοχλεύεις λόγους; ὄλωλέ σοι Παῖς, καὶ κινεῖς πολλοὺς λόγους. {ΘΕΟΤΟΚΟΣ} Ὦ δεινὰ λέξασ', οὐχὶ συγκλείσεις στόμα; σωτῆρα κόσμου σὺ δοκεῖς ὀλωλέναι; {ΧΟΡΟΣ} Βραχὺ προβᾶσα Παιδὸς ὄψει σου πάθη ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι τρέχοντος, ᾧ ζῶντ' ἢ θανόντα νῦν ἴδῃς. {ΘΕΟΤΟΚΟΣ} Οἴμοι, τί λεύσσω; χερσὶ τῶν ἀλαστόρων, θεηγενές μοι Τέκνον, ἕλκῃ καὶ φέρεις, εἰς δεσμά τ' ἦλθες καὶ θέλων ἄγῃ σφίσιν, ὁ δεσμολύτης τοῦ γένους τῶν δεσμίων. Αἲ αἲ αἲ αἴ· Ταῦτ' οὐ ξυνῳδὰ τοῖς πρὶν Ἀγγέλου λόγοις, οὐδ' ἐλπίσι ξύμφωνα ταῖς ἐμαῖς, Τέκνον. {ΧΟΡΟΣ} Ἀλλὰ ξυνῳδὰ τοῖς προηγορευμένοις οἷς εἶπε παθεῖν χερσὶ τῶν ἀλαστόρων. {ΘΕΟΤΟΚΟΣ} Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται. Πῇ πῇ πορεύῃ, Τέκνον; ὡς ἀπωλόμην· ἕκητι τίνος τὸν ταχὺν τελεῖς δρόμον; μὴ γάμος αὖθις ἐν Κανᾷ κἀκεῖ τρέχεις, ἵν' ἐξ ὕδατος οἰνοποιήσῃς ξένως; Ἐφέψομαί σοι, Τέκνον, ἢ μενῶ σ' ἔτι; ∆ὸς δὸς λόγον μοι, τοῦ Θεοῦ Πατρὸς Λόγε, μὴ δὴ παρέλθῃς σῖγα δούλην μητέρα· νῦν γὰρ στόματος φιλίου χρῄζω σέθεν φωνῆς ἀκοῦσαι καὶ προσειπεῖν, ὦ Τέκνον. ∆ός μοι, πρὸς αὐτοῦ Πατρός, ὦ Τέκνον, σέθεν, σοῦ θεσπεσίου χρωτὸς ἅψασθαι χεροῖν ψαῦσαι ποδῶν τε καὶ περιπτύξασθαί σε. Φεῦ φεῦ, τί δράσω; καρδία μου δίκεται. Ὦ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν φόβον· προσέλθετ', ἀσπάσασθε καὶ προσείπατε, λάζεσθε χειρὸς δεξιᾶς. Τάλαιν' ἐγώ, ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. Αἲ αἴ, πανώλης ἡ τάλαιν' ἀπόλλυμαι. Γυναῖκες, ὄψιν στυγνὰν ὡς εἶδον Τέκνου, ποθῶ τεθνᾶναι, ζῆν δ' ἔτ' οὐδαμῶς φέρω. Οἴμοι, τί δράσω; πῶς λάθω λαῶν χέρας; ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. Τί γοῦν τί δράσω; πῶς φύγω τόσους βρόχους; {ΧΟΡΟΣ} Οὐκ οἶδ', ἀδελφὴ φιλτάτη· δέδοικα γάρ, κἀμοὶ κατ' ὄσσων θερμὸν ὡρμήθη δάκρυ. Ὀπισθόπους δ' ἔξιθι καὶ σιγῇ βάθι. Ἕρπ' εἰς τὰ δεινά· νῦν ἀγὼν εὐψυχίας· ἡμεῖς τ' ἐφεψόμεσθα δειλαίᾳ βάσει· ὄχλος γὰρ αὐτὸν μαινόλης περιτρέχει, κοὐ δεῖ πελάζειν ἐγγὺς ἐνθυμουμένοις. Βαρεῖα γὰρ φρήν, οὐδ' ἀνέξεται βλέπειν ὅμιλος ἐχθρός, δυσμενής, μιαιφόνος, ὁρμήν τε δεινὸς στυγερᾶς γνώμης ῥοπῇ· ἄγριον ἦθος, βαρβάρου φύσις φρενός. ∆έδοικα δ' αὐτόν, μή τι βουλεύσας νέον δριμυτέραν σοι συμφορὰν συσκευάσῃ· καὶ κάρτα τόνδ' ὁρῶσα δειμαίνω πλέον μὴ θηκτὸν ὤσῃ φάσγανον δι' ἥπατος, κἄπειτα μείζω συμφορὰν δέξῃ νέαν, ἔγκατα Παιδὸς εἰ λεωφόρος λάβῃ. Ἀλλ' ἐκκλίνασαι βραχὺ τῶν ἀλαστόρων, ἐπισκοπῶμεν δρᾶμα τῶν μιαιφόνων. Ἴωμεν οὖν, ἴωμεν ᾗχί που νάπος. {ΘΕΟΤΟΚΟΣ} Νικᾶτ' ἐπειδὴ ταῦτα πάσαις ἁνδάνει· καὶ λοιπὸν ἀπίωμεν, ἔνθ' ὑμῖν δοκεῖ. {ΧΟΡΟΣ} Ἐντεῦθεν ἀθρεῖν ὡς ἐξ ἀπόπτου δέον. {ΘΕΟΤΟΚΟΣ} ∆ειλαί' ἐγὼ δύστηνος, εἰ Παῖδ' οὐχ ὁρῶ πάσχοντα δεινά, μέχρι καὶ τύμβος λάβῃ. Ὄχλους δ' ἔφυγον, ἵνα μή τι καὶ πάθω. Τί μοι δ' ἔτι ζῆν κέρδος ἐστὶν ἐν βίῳ; Αἴθ' αἴθε πότμῳ καταλυσαίμαν ταχεῖ, εἰ μὴ μεγάλως καταγηράσκειν ἔχω, ὡς ἐλπίς ἐστι, Παιδὸς ἀνισταμένου ἔθνη τε συνάγοντος ἐνδίκῳ κρίσει, ὃν συγγενεῖς κτείνουσιν Ἑβραῖοι φθόνῳ. Ναὶ συγγενεῖς μου τλήμονος μητρὸς λέγω, οὐ Πατρὸς αὐτοῦ τοῦ βροτωθέντος Λόγου, ὃν ἀσπόρως ἔτικτον οἶδ' ὑπὲρ λόγον, στερράς τ' ἔφυγον ἐν τόκοις ἀλγηδόνας. Πέποιθα γάρ, πέποιθα, κἂν πολλὰ στένω, πάσχοντα μὴ φέρουσα τοῦτον νῦν βλέπειν. Ἔτικτον αὐτόν, οἶδα δ' ὡς ἐγεινάμην· ἀλλ' εἴμ' ἄκομψος ἐκφέρειν μυστήρια. Ὅμως δ' ἀνάγκη, συμφορᾶς ἀφιγμένης, γλῶσσάν μ' ἀφεῖναι. Πρῶτα δ' ἄρξομαι λέγειν, ὅθεν μ' ὑπῆλθε πρῶτον οἷα μητέρα, φέρουσαν ἁγνὸν ἐς τόδ' ἡμέρας δέμας· οὐδ' οἶδα τέρψιν ἢ λόγῳ κλύειν φέρω γραφῇ τε λεύσσειν· οὐδὲ ταῦτα γὰρ σκοπεῖν ἐγὼ πρόθυμος, παρθένον ψυχὴν δ' ἔχω. Ὄμνυμι τὸν σύμπαντα σαφῶς εἰδότα, μηδ' ἂν θελῆσαι μηδ' ἂν ἔννοιαν λαβεῖν· ἢ κατολοίμην ἀκλεής, ἀνώνυμος, καὶ μήτε πόντος μήτε γῆ μήτ' αὖ πόλος τὸ σῶμά μου δέξαιτο, καὶ ψυχὴν χέρες πάσχοντος Υἱοῦ γ', ὡς κατ' εὐχήν ἐστί μοι· ἐλπὶς τρέφει τε, κοὐ καταισχυνεῖ δέ με. Ταῦτ' οἶδα· νῦν γὰρ οὐ θέμις πέρα λέγειν θρηνοῦσαν ὡς δεῖ. ∆ακρύων γὰρ ἄξια πέπονθα πόλλ', οὐκ οἶδα δ'