1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

8

ἄφθογγός εἰμι καὶ παρεῖσ' ἐῶ στόμα· νικᾷ γάρ, ὡς οὐκ ἐκ Θεοῦ, δεινὸς κλύδων. Σὲ δ' ἐλπίς, ὡς φῄς, ἀσφαλὴς εἴθε τρέφοι, δέσποινα παγκοίρανε, μῆτερ Κοιράνου. Ἀλλ' ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος· τίν' ὧδε δ' αὖ δέδορκ' ἰθύνοντα δρόμον; ἂ ἄ, τίνα στείχοντ' ἀθρῶ νῦν ἐνθάδε στυγνοπρόσωπον, δακρύων πεπλησμένον; {ΑΓΓΕΛΟΣ} ∆έσποινα κούρη, ∆εσπότου μῆτερ Λόγου, μή με στυγήσῃς· οὐχ ἑκών, ἑκὼν δ' ὅμως, λύπρ' ἀγγελῶ σοι πρὸς παλαιοῖς καὶ νέα. {ΘΕΟΤΟΚΟΣ} Τί δ' ἐστίν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν. {ΑΓΓΕΛΟΣ} ∆έσποινα κούρη, πῶς ἐρῶ; πῶς σοι φράσω; σοὶ γὰρ μερίμνης ἄξιον φέρω λόγον σφοδρᾶς τ' ἀνίας καὶ πικρῶν ἀλγηδόνων. Ὦ πότνα κούρη, σεμνοτάτα παρθένε, ὥς σε στενάζω λυγρὸς ὢν μύστης, ὅμως τῷ Μυσταγωγῷ πιστός, κἂν πάσχονθ' ὁρῶ. {ΘΕΟΤΟΚΟΣ} Τί δ' ἐστίν; Ἑβραίων τί μηνύεις νέον; {ΑΓΓΕΛΟΣ} Παῖς νῦν σὸς οὐκέτ' ἐστίν, ὡς εἰπεῖν ἔπος· δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς. {ΘΕΟΤΟΚΟΣ} Πῶς φῄς; τί τοῦτ' ἔλεξας; οἶδας δ' αὖ πόθεν; ἄγ' εἰπέ μοι, φράσον τίνι θνῄσκειν μόρῳ Χριστὸν τανῦν φῂς Παῖδ' ἀθανάτου Πατρός; ὡς ἐλπὶς ἦν καὶ τόνδ' ἀθάνατον μένειν ῥύστην τ' ἔσεσθαι παντὸς Ἰσραὴλ γένους. {ΑΓΓΕΛΟΣ} Ἐπεὶ πόλιν γε τῆσδε Σαλομὼν χθονὸς λιπόντες ἀφίκανον ἐς Στρωτοὺς Λίθους, ἄνακτ' ἐμὸν σύροντες ἀλάστωρ ὄχλος, αὐτίχ' ὅμιλος οὐρανοδρόμῳ ξύλῳ ἀνῆγον, ἦγον, ἦγον εἰς ἄκρον τέλος· ὀρθὸς δ' ἐς ὀρθὸν αἰθέρ' ἐστηρίζετο. Ἐς κλῶνα δ' ἐγκάρσιον ἄλλον εὐθέως ἔτεινον, ἐξέτεινον, ἥλωσαν χέρας, πόδας δὲ καθήλωσαν ἐν πηκτῷ ξύλῳ. Ὡς δ' ἔσχον οὕτως ∆εσπότην ἠρτημένον, ἄλλοι μὲν αὐτὸν καλάμῳ κραταιβόλῳ ἔβαλλον, ἀντίπυργον εἰσβάντες πέτραν, ἄλλοι δ' ὑσώπῳ σπόγγον ὄξους ἔμπλεον χολῇ κεκραμένου δ' ἀνῆγον ἐς στόμα. Οἵδ' ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμένοι, οὔτ' εἶδον οἷ' ἔρεξε θαύματ' ἐν βροτοῖς, ἄλλως διῆγον καὶ διήνεγκαν κάρας καὶ στέρν' ἔτυπτον ἀμαθῶς ἀγνωσίᾳ. Ἐγὼ δὲ πόρρω ∆εσπότῃ γὰρ εἱπόμην, πρῶτον μὲν εἰς χλοηρὸν ἷζόν που νάπος τά τ' ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο ἔσωζον, ὡς ὁρῶν νιν, οὐχ ὁρώμενος ὄχλῳ κακεργάτῃ τε καὶ μιαιφόνῳ· σέ τ' αὖ δακρυχέουσαν ἑστῶσαν ἰδὼν ἤλυθον εἰπεῖν οὐ καλῶς πεπραγμένα. {ΘΕΟΤΟΚΟΣ} Ἰώ μοι, ἰώ· Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται· πῶς πῶς δ' ἔτι ζῶ καὶ φέρω ταῦτα κλύειν; ἰδεῖν δὲ ταῦτα πῶς ποτ' οἴσω παντλάμων; Ἴτ', ὦ γυναῖκες, γῆς Γαλιλαίας τέκνα, προσείπατ' αὐτὸν καὶ προπέμψατε χθονός. Ὦ δεῦτε φίλαι, δεῦτε, λίπωμεν δέος. {ΧΟΡΟΣ} Σὺ γὰρ φύγῃς τὸν δῆμον, ὡς τί μὴ πάθῃς; {ΘΕΟΤΟΚΟΣ} Κἀγὼ δὲ τόνδε λοιπὸν εἰς τί καὶ τρέσω; Ἴωμεν οὖν, ἴωμεν· ἀπέστω φόβος· τί γὰρ ἔτι ζῆν κέρδος ἡμῖν ἐνθάδε; Ἀλλ' ἀπίωμεν, ὡς ἴδω Παιδὸς πάθη. Ἰώ μοι, ἰώ· γυναῖκες, ὄψιν φαιδρὰν οὐχ ὁρῶ Τέκνου· χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον. Γυναῖκες, ὄμμα στυγνὸν ὡς εἶδον Τέκνου, ποθῶ τεθνᾶναι, ζῆν δ' ἔτ' οὐδαμῶς στέγω. Χωρεῖτε χωρεῖτ', οὐκέτι τὸ ζῆν φέρω. Ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, Τέκνον ποθεινόν, τοῦ δίκην πάσχεις τάδε; ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; ἁγνὰς γὰρ ἁγνὰς χεῖρας αἱμάτων φέρεις, ἁγνά τε χείλη καὶ μέλος πᾶν καὶ στόμα, ψυχὴν πάναγνον ἄδολόν τε καρδίαν. Καὶ πῶς ὁρῶ λῃσταῖς σε συνηρτημένον; οὐδ' ἐξ ἐπακτοῦ τινὸς ἐχθρῶν πημονῆς, φίλος δ' ἀπόλλυσ' οὐκ ἄκονθ' ἑκουσίως μύστης, ὃν ὑπέδειξας ἄρτῳ σοῖς φίλοις, φειδεύμενος τάλανος, ὡς φύγῃ κακόν, κἂν οὐ συνῆκεν ἐμπαγεὶς βροχώμασι. Τίνος δ' ἕκητι γῆς σ' ἀποστέλλει Πατήρ; τί σ' ὧδ' ἀτίμως ἠθέλησε τεθνάναι; ∆ύστηνος, οἷον οἷον ἔργον νῦν βλέπω, οὐ τλητὸν οὐδὲ λεκτόν, ἀλλ' ἀπωλόμην. Αἲ αἴ, Τέκνον, σῶν πανταδίκων σφαγμάτων· αἲ αἲ μάλ' αὖθις, ὡς κακῶς διόλλυσαι, οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλ' ἁμαρτίας πρώτης γυναικὸς ἐξιώμενος βλάβην. Οἶδ' οἶδα μὲν τάδ', οἶδα δ' οὐχ ὅπως φράσω, καὶ συνιῶ μέν, οἷα ταῦτ' ἔσται τάχει· ἄλγος δ' ὕπερθεν τῶν ἐμῶν ἐλπισμάτων, στένω τε πυκνὰ συμφορᾷ νικωμένη, δάκρυσί τε βλέφαρα θερμοῖς τέγγεται· ἀεὶ γάρ ἐστι τὸ γυναικεῖον φύλον πολύστονόν τε καὶ πολύδακρυ πλέον. {ΧΡΙΣΤΟΣ} Ἴδ', ὦ γυναικῶν ἐξ ἁπασῶν βελτίων, ὁ παρθένος πάρεστιν υἱός σοι νέος.