1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

10

πολλήν μου χάριν καὶ πάντα λύει δεσμὸν ἀμπλακημάτων. Σοί τ' αὖ παραινῶ, μηδένα βροτῶν στύγει, μηδ' οἵ μ' ἀπῃώρησαν ἀνόμως ξύλῳ. {ΘΕΟΤΟΚΟΣ} Ὤμοι, φρενὸς σῆς εὐμενεστάτης ἀεί· ὡς οὐδὲ πάσχων δυσμεναίνεις τῷ γένει, οὐδὲ προσηλώσασιν ὀργίζῃ ξύλῳ. Τίς γὰρ ἂν ἔτλη θυμὸν ὀργῆς σου, Τέκνον; ἢ τίς ἀγανάκτησιν ὑπέστη σέθεν; {ΧΡΙΣΤΟΣ} Ἄπιθ' ἄπιθι δυσμενῶν νῦν ἐκ μέσου· ὧνπερ γὰρ οὕνεκ' εἰς ἐμοὺς ἧκες λόγους, τὰ μὲν πέπρακται, τῶν δ' ἐγὼ μνησθήσομαι. Ἐνταῦθα μέν σοι τῶνδ' ἀπαλλάσσω λόγον. {ΘΕΟΤΟΚΟΣ} Ἄραρεν, ὡς ἔοικεν, ὦ τάλαιν' ἐγώ· αἲ αἴ, τίν' ἐκφωνεῖς φρικώδη τήνδ' ὄπα, γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία; τίνος γε διψῶν ἀπεγεύσω πικρίας; Αὖθίς τε διψᾶν κάρτα κέκραγες μέγα. {ΧΟΡΟΣ} Κραυγῆς ἀκούσασ' ἐκπέπληγμαι παντλάμων ἐγώ· τὸ μέντοι πρᾶγμ', ἐφ' ᾧ τανῦν στένεις, οὐκ οἶδα, βουλοίμην δ' ἂν ἐκ σέθεν κλύειν. Φθέγξαι τι, δεῦρ' ἄθρησον. Ἰώ μοι κακῶν· τί τί σὸν ὄμμα χρώς τε συντέτηκε νῦν; {ΘΕΟΤΟΚΟΣ} Σιγήσατ', ὦ γυναῖκες, ἐξειργάσμεθα· ἐπίσχετ' αὐδήν· Παῖδ' ἐρωτῆσαι θέλω· ὁρῶ γὰρ ἤδη τόνδε πλησίον μόρου. Ναὶ ναὶ βλέπω κλίναντα πάντιμον κάραν, μικρὰν λιπόντα ῥᾳδίως ὁμιλίαν. Ἔα, τί λεύσσω; σὸν δέμας νεκρόν, Τέκνον, ἀθρῶ, μεγίστου θαύματος τόδ' ἄξιον· ὃς ἀρτίως κέκραγε πρὸς τὸν Πατέρα φωνῇ κραταιᾷ γεῖσσα γῆς ταραξάσῃ, οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη φρικῶδες ἀντεφθέγξατ'· εἰσορῶσι δὲ θέαμα κρεῖσσον ὀμμάτων ἐφαίνετο· ὃν ἀρτίως ἔδρακον, ὃς φάος τόδε οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο. Τί χρῆμα πάσχεις; τῷ τρόπῳ διόλλυσαι, Τέκνον; πυθέσθαι βούλομαι σέθεν πάρα. Ἡ γὰρ ποθοῦσα καρδία πάντ' εἰδέναι κἀν τοῖς κακοῖσι λίχνος οὖσ' ἁλίσκεται. Ἒ ἒ ἒ ἔ· Τάδε ξυνῳδὰ τοῖς προηγορευμένοις. Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται. Γυναῖκες, ὄψιν οὐχ ὁρῶ φαιδρὰν Τέκνου· χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον, δεινὸν θέαμα· καὶ φόβος νεκροῦ θιγεῖν. ∆ιδάσκαλον φέρω γὰρ ἀστέρων πάθος, γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας. Χωρεῖτε χωρεῖτ', οὐκέτ' εἰμὶ προσβλέπειν οἵα πρὸς αὐτόν, ἀλλὰ νικῶμαι πόνοις. Καὶ ξυνιῶ μὲν οἷα ταῦτ' ἔσται τάχει· λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος. Παῖ Παντάνακτος, πῶς ἐς ᾅδου νῦν δόμους οἴχῃ μόρων ἕκητι τῶν πρωτοσπόρων; αἴφνης δ' ἀπέπτης, ὡς μεθεὶς ἑκουσίως ψυχήν· μόρος γὰρ οὔποτ' ἦν ὑπέρτερος, εἰ μὴ μεθῆκας Πατρὶ πνεῦμ' ἑκουσίως. Ἤκουσ' ἔκλυον σὴν ὄπα πρὸς Πατέρα. Τίνος δ' ἕκατι γῆς σ' ἀποστέλλει Πατήρ; τί σ' ὧδ' ἀτίμως ἠθέλησε τεθνάναι; τί τὴν τεκοῦσαν μητέρ' ὀρφανὴν σέθεν τέθεικας; Οἴμοι, συνθάνοιμί σοι, Τέκνον· Ἰδοὺ τέθνηκας, τίς με δέξεται πόλις; τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους ξένος παρασχὼν ῥύσεται δέμας τόδε; Οὐκ ἔστι. Μείνω σ' οὖν ἔτι σμικρὸν χρόνον, ἢν τριττὸν ἦμαρ λαμπροφεγγὲς εἰσίδω, ὡς αὐτὸς εἶπας νεκρέγερσιν μηνύων, κἀγὼ πέποιθα καὶ στέγω ταῖς ἐλπίσι. Κἂν νῦν νέκυν βλέπουσ' ἀπῃωρημένον, στένω 'μὲ μᾶλλον, ἢ σέ, τῆς ἀπουσίας· ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο. Εἰ γὰρ γενοίμην, Τέκνον, ἀντὶ σοῦ νεκρός· ὄλωλα, Τέκνον, οὐδέ μοι χάρις βίου. Αἲ αἴ, κατ' ὄσσων κιχάνει μ' ἤδη σκότος· ὄλωλα καὶ δὴ νερτέρων ποθῶ δόμους· τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας τανῦν μετοικεῖν, σῆς θέας στερουμένη. ∆ύστηνος, οἷον ἔσχον ἄρτ' ἄλγημ' ἐγώ, οὐ τλητὸν οὐδὲ ῥητόν. Ἀλλ' ἀπωλόμην. Πῶς δ' ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος ἕξω παρηγόρημα, μήτηρ παντλάμων; Ἄλλως σ' ἄρ' αὐτή, Τέκνον, ἐξεθρεψάμην, ὃς τὴν τροφὴν ἅπασι δαψιλῶς νέμεις; μάτην τ' ἐμόχθουν καὶ κατεξάνθην πόνοις, φεύγουσα χεῖρας τῶν φονώντων σοί, Τέκνον, ἀρχῆς ἀπ' ἄκρης σῶν ξένων γενεθλίων; Ἀλλ' οὐκ ἐγᾦμαι, κἂν στένω κἂν δακρύω. Ἐγώ σ' ἔτικτον, οἶδα δ' ὥς σ' ἐγεινάμην· ὅθεν ποθ' ἡ δύστηνος εἶχον ἐλπίδας ἐν σοὶ μεγίστας γηροβοσκήσειν τ' ἐμὲ καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, ζηλωτὸν ἀνθρώποισιν. Οὐδ' ὄλωλέ μοι ἐλπὶς γλυκεῖα, σοῦ, Τέκνον, τεθνηκότος. Ὦ φθέγμα γλυκύ, γλυκὺ χάρμα μοι φέρον, ὦ φιλτάτη πρόσοψις, ὦ ποθουμένη ὡραιότης ἄρρητος ὑπὲρ πᾶν γένος, εἰκὼν ἄγραφος ἀγράφου μορφώματος, πῶς νῦν στυγνάζεις;