1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

23

Χαίρετε. {ΘΕΟΤΟΚΟΣ} Χαῖρ', ἐσθλὸς ἐσθλοῦ Παῖ, Βασιλεῦ παντάναξ, ἔσχατον ἐχθρὸν συγκατασκάψας πότμον. Ἄναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας, ποδῶν δὲ σῶν ἄμμιν δὸς ἅψασθαι φόβῳ· τοὺς γὰρ ἐπ' οὖδας νῦν κυνοῦσαι πίτνομεν, καταπλαγεῖσαι τῇ χαρᾷ καὶ τῷ φόβῳ. {ΧΡΙΣΤΟΣ} Μὴ δὴ φοβεῖσθε, μηδ' ὑμῖν ἔστω φόβος. Ἄπιτε δ' ἀγγείλατ' ἀδελφοῖς μου τάχει ἐς Γαλιλαίαν ἀφικέσθαι, καί μέ πως ἐκεῖσε κατίδωσιν, ὡς ἔφην σφίσιν. {ΘΕΟΤΟΚΟΣ} Ὦ φαιδρότης ἄρρητος ἡλίου βολῆς, ὡς ἀνέτειλε χαρίεσσα νῦν ἕως· ὦ λαμπρότης ἄφατος αὐγῆς ἀκτίνων, ὦ χάρμα παγκόσμιον, ὦ θυμηδία, ὦ τέρψις εὐφρόσυνος, ὦ γῆθος μέγα, πῶς ἄν τις εἴπῃ, πῶς ἀπαγγείλῃ λόγῳ ἐμῆς ἀγαλλίαμα τανῦν καρδίας; Ἀλλ' ἀπίωμεν, ὡς ὁ ∆εσπότης ἔφη. {ΜΑΓ∆ΑΛΗΝΗ} Ἐγγὺς ἰδού, δέσποινα, φίλαι σοι κόραι ἄλλαι τε πᾶσαι Γαλιλαίας θρεμμάτων πρὸς τὸν τάφον τρέχουσι μυρίσαι νέκυν, τὴν ἐξέγερσιν ἀγνοοῦσαι τοῦδ' ἔτι. Οὐκοῦν σὺν αὐταῖς βῶμεν αὖθις ἐς τάφον· οὐ γὰρ κόρος τίς ἐστι θαυμαστὰ βλέπειν. Ἡ γὰρ ποθοῦσα καρδία πάντ' εἰδέναι ἐν τοῖς ἀγητοῖς λίχνος οὖσ' ἁλίσκεται ἀθρεῖν τε ταῦτα συχνάκις λιχνεύεται. Ἀλλ' ὤ· τίς ἐστιν εὐπρεπὴς νεανίας, ὃς λευκοχίτων δεξιοῖς ἵζει τάφου; θάμβος μ' ἔχει βλέπουσαν ἀστραπὴν θέας. {ΝΕΑΝΙΣΚΟΣ} Μὴ δὴ θροεῖσθε, μηδ' ὑμῖν ἔστω φόβος. Τὸν Ναζαρηνόν, οἶδ', Ἰησοῦν, ὦ κόραι, ζητεῖθ'· ὁ δ' οὐκέτ' ἐστὶν ἐν τάφῳ μένων, ἀλλ' ἐξανέστη, καὶ κενὸς τόπος μένει. Ἄπιτε γοῦν, εἴπατε μύσταις καὶ Πέτρῳ ἐς Γαλιλαίαν σφίσιν ὀφθῆναι τάχει. {ΜΑΓ∆ΑΛΗΝΗ} Ἐγὼ τρέμουσα καὶ φόβῳ κρατουμένη πρὸς τὸν Πέτρον νῦν εἶμι καὶ λοιποὺς φίλους, εὐάγγελον φέρουσα βάξιν καὶ πάλιν· ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ. {ΧΟΡΟΣ} Ἄμμες δὲ θάμβει καταπλαγεῖσαι, κόραι, ἔκστασιν ἐκστᾶσαί τε τῇ καινῇ θέᾳ, φεύγωμεν ὡς τάχιστα μνημείου τρόμῳ, σιγῇ φέρουσαι πᾶν ὅραμ' ἄκουσμά τε, καὶ μηδὲν ἐκφέρωμεν ὡς πρὸς μηδένα· μνήμαν ἔχουσαι τῶν λογοπράτου δόλων φοβούμεναί τε τῶν βρόχων τὴν ἀγχόνην νεκροπρεπὲς ὡς μνῆμα τόν γ' αὐτοῦ τρόπον, τὸ μυστικὸν παίξαντος ἐχθρῶν ἐς μέσον. Φύγωμεν, ἐξέλθωμεν ἐννοιῶν κάτω, καὶ δυσμενεῖ μὲν μηδὲν ἐξ ἐγνωσμένων εἴποιμεν ἄμμες, πλὴν φίλοις μύσταις μόνοις· κακὸν γὰρ οὐδὲν οὐδενί· ξυνὸν δέ τι πρὸς πανάληθες ἀγαθῶν ἀγγελμάτων. καὶ ψεῦδος οὐδέν· ψεῦδος ἄμμιν δ' οὐ φίλον, νεκροφρόνων φρόνημα φυγούσαις καλῶς καὶ παγκάλην ἔκστασιν ἐκστάσαις φόβῳ, ᾧ πᾶς κακίας ἐκκλίνει θεοφρόνως. Τοιοῦτον οὐδὲν οὐδενὶ φράζειν θέμις ταῖς ἐξιούσαις, ὡς ἔφην, τῶν μνημάτων, μηδ' ἐμφερούσαις μνημόσυνον εἰσέτι νεκροπρεποῦς τρόπου γε τοῦ ζῶντος πέρι, ἰσχημέναις φόβῳ τε καὶ πολλῷ τρόμῳ ἐπιβλέποντος πρὸς τρέμοντ' αὐτοῦ λόγους. Οὕτως φύγοιμεν ἀπὸ μνημείου, κόραι, ὡς μηδὲν εἰπεῖν μηδενὶ ξενοτρόπως. Κακοῦ γὰρ ὑπόστασις οὐκ ἔνεστί τις· ὅθεν τὸ κακὸν οὐδὲν εἶναι μανθάνω, καὶ τῷδε μηδὲν μυστικὸν θέμις λέγειν· πρὸς δυσμενῆ γὰρ μυστικὸν τίς ἐκφέρει; ∆οκεῖ δὲ καλῷ δυσμενὲς τοὐναντίον, ὡς ἡμέρᾳ νὺξ καὶ σκότος πάλιν φάει, ὡς ἀντίκειται ψεῦδος ἀληθεῖ λόγῳ. Ἀλλ' ἀπίωμεν θᾶττον ἐς μυστηπόλους, εὐαγγέλιον χάρμα δηλοῦσαι φίλοις. Ἀλλ' ὤ· τίν' ἀθρῶ νυκτὸς ἥκοντ' ἐνθάδε; {ΑΓΓΕΛΟΣ} ∆έσποινα, μῆτερ Παιδός, οἷον οὐδέπω ἄλλην γυναῖκ' ἔκλυον ἐκτεκεῖν ἐγώ. {ΘΕΟΤΟΚΟΣ} Τίς εἶ ποτε σὺ συμφρονῶν; κατ' εὐφρόνην ἀμβλῶπες αὐγαί, κοὔ σε γινώσκω τορῶς. {ΑΓΓΕΛΟΣ} Εὔνους ἀεί σοι καὶ σφαγέντι σου Τέκνῳ, τῶν θαυμασίων κἀγαθῆς φρενὸς χάριν. {ΘΕΟΤΟΚΟΣ} Νέον τί δ' ἀγγέλλεις; τί; τάχιστα φράσον. {ΑΓΓΕΛΟΣ} ∆έσποινα, χαῖρε· τοῦτό σοι πρῶτον λέγω· πάγχαρτε, χαῖρε· τοῦδε γὰρ προοίμιον κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν βροτῶν· ἀλλ' οὐδὲν ἧσσον σοὶ φέρω κεδνοὺς λόγους· οἵαν γὰρ ἀγγελίαν ἥκω σοι φέρων. {ΘΕΟΤΟΚΟΣ} Υἱὸν φανέντ' ἄϊδος ἀγγελεῖς νέον; {ΑΓΓΕΛΟΣ} Ἔγνως, λόγου δὲ δὶς τόσου μ' ἐκούφισας· ἤλυθε καὶ πάρεστιν, ὡς αἱρεῖ φάτις, κἀν γῇ τὸν ᾅδην ἐκφυγὼν πορεύεται. Τοιαῦτ' ἐγὼ γὰρ ἀγγελεῖν ἐλήλυθα. {ΘΕΟΤΟΚΟΣ} Ἄμμες μὲν ἴδμεν τοῦτο· σὺ δ' οἶδας πόθεν; ἄγ' εἰπέ, πῶς φῄς; πῶς λέγεις; οἶδας δὲ πῶς; τί τ'