1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

27

καὶ φίλους μύστας κλύω, ἐντὸς πυλῶν μένοντας ἐγκεκλεισμένους, πάντως τρέμοντας τοὺς μιαιφόνους ἔτι· καὶ κλεῖθρα πυλῶν ἠσφαλισμένα μένει. Πῶς δ' εἰσίωμεν, τῶν θυρῶν κεκλεισμένων; Ἤδη δ' ἔκλυεν, ὑπανοίγει τ' ἠρέμα Μαρία φίλη, συγκαλεῖ τ' εἰσιέναι. Ἀλλ' εἰσίωμεν ἡσύχῳ ποδὸς βάσει, ὡς μὴ θορυβήσωμεν ἐμφόβους φίλους. Ἰδοὺ συνηθροίσθημεν ἕνδεκα φίλοις ἄλλοις τε πᾶσι τοῖς συνιοῦσι σφίσιν· αὖθις δὲ πύλας ἀσφαλίζει Μαρία. Οὐκοῦν σῖγα κλύωμεν αὐτοῦ Κλεόπα· πάρεστι καὶ γάρ, ὡς ὁρῶ, καὶ πόλλ' ᾄδει τὸν ∆εσπότην φῆναί τε καὶ δρᾶσαι σφίσιν, ὅπως τέ μιν συνῆκαν ἄρτου τῇ κλάσει. Ἂ ἄ· σίγα, σίγα· ἕστηκεν ἰδοὺ ∆εσπότης θυρῶν ἔσω· ὄντως μεγίστου θαύματος τόδ' ἄξιον. Πῶς πῶς πάρεστι, τῶν θυρῶν κεκλεισμένων; τάχ' ὡς ἀνέστη καὶ τάφου κεκλεισμένου καὶ πρὶν προῆλθεν ἐκ πυλῶν τῆς παρθένου, ἄλυτα τηρῶν κλεῖθρα μητρὸς πανάγνου. {ΧΡΙΣΤΟΣ} Εἰρήνη ὑμῖν. Τί δὴ θροεῖσθε; χεῖρας ἰδοὺ καὶ πόδας αὐτήν τε πλευρὰν τὴν ἐμὴν νενυγμένην τρανῶς ἰδόντες, γνῶτέ μ' ὡς ἐγὼ πάλιν εἴμ' αὐτός· οὐ γὰρ πνεῦμα σάρκα πως ἔχει, οὐδ' ὀστέα ξύνεστι τῷ πνεύματί που, καθάπερ αὐτὸν νῦν ὁρᾶτ' ἔχοντά με, καὶ ψηλαφήσαντές μ' ἴδεθ' ὡς πάντ' ἔχω. Καθὼς δ' ὁ Πατὴρ ἐνθάδ' ἀπέσταλκέ με, οὕτως ὑμᾶς πρὸς κόσμον ἐκπέμπω κἀγὼ καὶ Πνεῦμ' ἅγιον ἐμπνέω φίλοις ὑμῖν, ὅπερ λαβόντες παντὶ κηρύξατέ με σὺν Πατρὶ καὶ Πνεύματι τῷ παναγίῳ. Ἄπιτε γοῦν, ἄπιτε, κήρυκες φίλοι, ᾄσατ' ἐπινίκι' ἀνὰ πᾶσαν χθόνα, καὶ βασιλείους ἀμφιδραμόντες δόμους, ἐρεῖτε, ∆αυΐδου πόλις πᾶσ' ὡς ἴδῃ σωτήριον τάχιστ' ἀνιὸν ἐκ τάφου. Ἔσεσθέ μοι μάρτυρες ἐν πάσῃ χθονί· σώσει δ' ἑαυτόν, ὃς λόγον δεδεγμένος ἀσπάσεται βάπτισμα, ῥύσιον λύθρου· ὃς δ' ἀποδιώξειε τοὺς ὑμῶν λόγους, ὅδ' ὡς ἄπιστος ἐμπέσῃ κατακρίσει. Ἐφ' ᾧ δίδωμι Πνεύματος θείου χάριν· οὗ δ' ἂν λύσητε δεσμὸν ἀμπλακημάτων, καὶ δεσμόλυτος εὑρεθήσεται τότε· οὗ δ' ἂν κρατῆτε δεσμὸν ἁμαρτημάτων, δεσμοῖς ἀλύτοις κεκρατημένος μενεῖ. Τοιῶνδε δεσμῶν ἀλύτων με, Παντάναξ, ὁ δεσμολύτης αὐτὸς ὤν, Σῶτερ, λύσον, οἷς, φεῦ, με κατέδησεν ἀπροσεξία· ἐχθρός θ' ὁ πλάνος κατεβάρυνε φθόνῳ, ὁρῶν με τῶν πρὶν ἀλύτων λελυμένον τῇ πρὸς σὲ πίστει, δωρεᾷ φιλαγάθῳ. Χαῖρ', ἐσθλὸς ἐσθλοῦ Παῖ, Βασιλεῦ παντάναξ, τὸν ἀρχέκακον καταπατήσας ὄφιν, ἔσχατον ἐχθρὸν καββαλών τε τὸν πότμον· οἷς μή μ' ἐάσῃς κυριευθῆναι πάλιν. Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας, κριτής τε πανένδικος ἔρχῃ με κρίνων· πῶς γοῦν ἐγώ σε τῷ τότ' ἀθρήσω, Λόγε; ὄμμασί θ' οἵοις ἀτενίσω σὸν θρόνον, ἐμαυτὸν ἀνάξιον ἐνδείξας τάλας πόλου τε καὶ γῆς σῆς τε δημιουργίας; Ὁ δυσμενὴς ἥρπασε, κατήγαγέ με εἰς βόθρον, εἰς τάρταρον, εἰς χάος μέγα· σφοδρῶς διώξας κατέλαβέ μ' ὁ πλάνος, ὅλον με κατέπτωσεν εἰς ᾅδου ζόφον. Ἔλεε, Θεέ, νέμε χέρε, φέρε με καὶ μή μ' ἐάσῃς χάρμα τῷ βροτοκτόνῳ. Σόν εἰμι πλάσμα, σύ με παίδευσον, Λόγε, καὶ πλῆξον αὐτὸς φιλαγάθως ἐνθάδε καὶ μὴ γεέννῃ παραπεμφθῆναι λίπῃς. Ῥύσιε, λισσόμεσθά σ', ἠδικήκαμεν καὶ σῶμα καὶ ψυχή τε καὶ νοῦς ἀθλίως· ἡμάρτομέν σοι πολλά τ' ἠνομήσαμεν. Ὄψ' ἐμάθομεν, ὅτ' ἐχρῆν οὐκ εἰδότες, κοὐδ' ἔκτοτ' ἐδράσαμεν, ἅπερ σοι φίλα. Γινώσκομεν σφάλματα, σὺ δὲ παρόρα· ἴδμεν δέ σ' ὀργὰν οὐχ ὁμοιοῦσθαι βροτοῖς. Οἴκτειρον ὦ Σῶτέρ με, μηδὲ ταῖς ἐμαῖς ἀμπλακίαισιν ἀπολέσθαι καλλίπῃς. Παῖς γὰρ ἐγὼ σὸς παῖς τε παιδίσκης σέθεν, ἐμοῦ δ' ἕκητι πότμον ὑπέστης, Λόγε, καὶ δυσμενεῖ με χάρμα μὴ καταλίπῃς, ῥάβδῳ δὲ σῇ παίδευε, πλὴν φιλαγάθως. Πρέσβιν δέδεξο μητέρα σήν, ὦ Λόγε, σφᾶς δ' οἷς δέδωκας δεσμολύτιν σου χάριν. Πότνια, πότνα, παμμάκαιρα Παρθένε, σὺ μὲν μακάρων δάπεδον ναίεις πόλον, ἅπαν πάχος βρότειον ἀλλαξαμένη ἀφθαρσίας τ' ἄμφιον ἐστολισμένη ἀεί τ' ἀγήρως ὡς Θεὸς δ' ἐγνωσμένη· λόγοις δ' ἐμοῖς ἄνωθεν εὐμενὴς ἔσο. Ναὶ ναί, Κόρη πάγκλυτε, τοὺς λόγους δέχου· μόνον γάρ ἐστι τοῦτό σοι βροτῶν γέρας, ὡς τοῦ Λόγου σοι μητρί, κἂν ὑπὲρ λόγον. Ὅθεν πεποιθώς σ' ἐν λόγοις ἀμείβομαι καί σοι στέφανον πλεκτὸν ἐξ ἀκηράτου λειμῶνος, ὦ δέσποινα, κοσμήσας