1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

1

Contra Julianum imperatorem i

ΛΟΓΟΣ ∆ʹ.

Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτικὸς πρῶτος. Αʹ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτί σασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· καλῶ γὰρ ἅπαντας, ὥσπερ ἐξ ἀπόπτου τινὸς καὶ μεσαιτάτης περιωπῆς, μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι· ἀκούσατε, λαοὶ, φυλαὶ, γλῶσ σαι, πᾶν γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα, ὅσοι τε νῦν ἐστε, καὶ ὅσοι γενήσεσθε· καὶ ἵν' ᾖ μοι μεῖζον τὸ κήρυγμα, πᾶσα δύναμις τῶν οὐρανῶν, πάντες ἄγγελοι, οἷς ἔργον ἡ τοῦ τυράννου κατάλυσις, οὐ τὸν Σηὼν καθελοῦσι τὸν βασιλέα τῶν Ἀμοῤ ῥαίων, οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, μικροὺς δυ νάστας, καὶ μικρὸν μέρος τῆς οἰκουμένης κα κοῦντας τὸν Ἰσραήλ· ἀλλὰ τὸν δράκοντα, τὸν ἀποστά την, τὸν νοῦν τὸν μέγαν, τὸν Ἀσσύριον, τὸν κοινὸν ἁπάντων ἐχθρὸν καὶ πολέμιον, τὸν πολλὰ μὲν ἐπὶ γῆς μανέντα καὶ ἀπειλήσαντα, πολλὴν δὲ ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντά τε καὶ μελετήσαντα.

Βʹ. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ· καιρὸς γάρ μοι τὰ αὐτὰ τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν 35.533 Ἠσαΐᾳ συμφθέγξασθαι. Πλὴν ὅσον ὁ μὲν ἐπὶ τῷ Ἰσραὴλ ἀθετήσαντι ταῦτα καλεῖ καὶ μαρτύρεται· ἐγὼ δὲ ἐπὶ τυράννῳ, καὶ ἀθετήσαντι καὶ πεσόντι πτῶμα τῆς ἀσεβείας ἄξιον.

Γʹ. Ἄκουε, καὶ ἡ τοῦ μεγάλου Κωνσταντίου ψυχὴ, εἴ τις αἴσθησις, ὅσαι τε πρὸ αὐτοῦ βασι λέων φιλόχριστοι· τοῦ δὲ καὶ πάντων μάλιστα, ὅσῳ τῇ Χριστοῦ κληρονομίᾳ συναυξηθεὶς, καὶ αὐξή σας ταύτην εἰς δύναμιν, καὶ χρόνῳ βεβαιωσάμενος, ὥστε καὶ πάντων διὰ τοῦτο γενέσθαι τῶν πώποτε βασιλέων ὀνομαστότατος, (ὢ τῆς ἐπηρείας!) ἀγνόημα ἠγνόησε σφόδρα τῆς οἰκείας εὐσεβείας ἀν άξιον· ἔλαθεν ἐπιτρέφων Χριστιανοῖς τὸν Χριστοῦ πολέμιον, καὶ τοῦτο μόνον τῶν ἁπάντων οὐ καλῶς ἐφιλανθρωπεύσατο, καὶ σῶσαι καὶ βασιλεῦσαι τὸν κακῶς καὶ σωθέντα καὶ βασιλεύσαντα· καὶ διὰ τοῦτο μάλιστα ἂν ἡσθείη, ὥσπερ τῇ καταλύσει τῆς ἀσεβείας, καὶ τοῖς Χριστιανῶν πράγμασιν εἰς τὸ ἀρχαῖον ἐπανελθοῦσιν, οὕτω δὴ καὶ τῷ λόγῳ. Λό γον γὰρ ἀναθήσω τῷ Θεῷ χαριστήριον, πάσης ἀλό γου θυσίας ἱερώτερόν τε καὶ καθαρώτερον, οὐ κατὰ τοὺς ἐναγεῖς ἐκείνου λόγους καὶ λήρους, καὶ τὰς ἐναγεστέρας θυσίας, ὧν ἡ περιουσία καὶ τὸ δυ νατὸν ἀσεβείας ἦν δύναμις, καὶ ἄσοφος, ἵν' οὕτως ὀνομάσω, σοφία· ἐπεὶ καὶ πᾶσα ἡ τοῦ αἰῶνος τούτου δύναμίς τε καὶ παίδευσις ἐν σκότει διαπορευο μένη, καὶ τοῦ τῆς ἀληθείας φωτὸς πόῤῥω πίπτουσα· ἐκείνη μὲν δὴ τοιαύτη καὶ παρὰ τοιούτοις, καὶ τοιαύ τας ἔχουσα τὰς ἐπικαρπίας, ὡσεὶ χόρτος ταχὺ ἀπο ξηραινομένη, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπί πτουσα, καὶ συναπιοῦσα τοῖς πατράσιν ἀπολλυμένοις μετ' ἤχου, καὶ περιφανεστέροις τὴν πτῶσιν ἢ τὴν ἀσέβειαν.

∆ʹ. Ἐμοὶ δὲ θύοντι θυσίαν αἰνέσεως σήμερον, καὶ τὴν ἀναίμακτον τῶν λόγων τιμὴν ἀνάπτοντι, τίς θέατρον περιστήσει τῇ χάριτι παρισούμενον; ἢ τίς συνηχήσει γλῶσσα τοσοῦτον, ὁπόσον καὶ βούλο μαι; Τίς ἀκοὴ τῷ λόγῳ συμπροθυμηθήσεται; Καὶ γὰρ οὐ τῷ Λόγῳ μόνον ἡ διὰ λόγου χάρις οἰκειοτάτη μετὰ τῶν ἄλλων ὧν ὀνομάζεται, καὶ ταύτῃ χαίροντι τῇ προσηγορίᾳ διαφερόντως καὶ τῇ δυνάμει τῆς κλήσεως· ἀλλὰ κἀκείνῳ πρέπουσα δίκη, λόγῳ 35.536 κολάζεσθαι ὑπὲρ τῆς εἰς λόγους παρανομίας· ὧν κοινῶν ὄντων λογικοῖς ἅπασιν, ὡς ἰδίων αὐτοῦ, Χριστιανοῖς ἐφθόνησεν, ἀλογώτατα περὶ λόγων δια νοηθεὶς, ὁ πάντων, ὡς ᾤετο, λογιώτατος.