1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

6

ἔσχε τῆς σωτηρίας, οὔτε τῷ βασιλεῖ, δι' οὗ σέσωστο· ἀλλ' ἀμ φοτέροις ὤφθη κακὸς, τῷ μὲν ἀποστασίαν ὠδίνων, τῷ δὲ ἐπανάστασιν.

ΚΒʹ. Ὃ δέ μοι πρὸ τούτων εἰπεῖν ἀναγκαῖον, διαίτης μὲν καὶ θεραπείας ἔν τινι τῶν βασιλικῶν χωρίων ἠξιοῦντο βασιλικῆς παρὰ τοῦ φιλανθρωποτά του βασιλέως, ὡς τοῦ γένους λείψανα τῇ βασιλείᾳ τηρούμενοι· ὁμοῦ μὲν ἀπολογίαν ἐπινοοῦντος τῶν νεωτερισθέντων ἐν ἀρχῇ τῆς βασιλείας, ὡς οὐ κατ' ἐκείνου γνώμην τετολμημένων· ὁμοῦ δὲ καὶ τὸ με γαλόψυχον ἐπιδείξασθαι ζητοῦντος τῇ κοινωνίᾳ τῆς βασιλείας· καὶ τρίτον, τὴν ἀρχὴν καταστήσασθαι ταῖς προσθήκαις βεβαιοτέραν, ὅπερ ἦν διανοου μένου χρηστότερα ἢ σοφώτερα.

ΚΓʹ. Ἐπεὶ δὲ ἦγον ἀπὸ πάντων σχολὴν, τῆς 35.552 μὲν βασιλείας μελλούσης ἔτι καὶ μελετωμένης, τῆς δὲ ἡλικίας ἅμα καὶ τῆς ἐλπίδος ταῖς δευτέραις τῶν ἀρχῶν οὐ προσαγούσης, ἐχρῶντο μὲν καὶ τῶν ἄλλων παιδευταῖς μαθημάτων, πᾶσαν τὴν ἐγκύ κλιον παίδευσιν ἐκπαιδεύοντος αὐτοὺς τοῦ θείου καὶ βασιλέως· ἐχρῶντο δὲ καὶ τῇ καθ' ἡμᾶς φιλοσοφίᾳ πλέον, οὐ τῇ περὶ λόγους μόνον, ἀλλ' ὅση καὶ διὰ τῶν ἠθῶν ἔχει τὸ εὐσεβές· ἀνδρῶν τε τοῖς σπουδαιοτάτοις προσομιλοῦντες, καὶ πρά ξεων ταῖς χαριεστάταις, καὶ πολλὴν ἐχούσαις τῆς ἀρετῆς τὴν ἐπίδειξιν· τῷ μέν γε κλήρῳ φέροντες ἑαυτοὺς ἐγκατέλεξαν, ὥστε καὶ τὰς θείας ὑπαναγινώ σκειν τῷ λαῷ βίβλους, οὐδενὸς ἔλαττον εἰς δόξαν αὐ τοῖς τοῦτο εἶναι νομίζοντες, ἀλλὰ καὶ πάντων μεῖζον καλλώπισμα τὴν εὐσέβειαν.

Κ∆ʹ. Μαρτύρων τε μνήμασι πολυτελεστάτοις, καὶ ἀναθημάτων φιλοτιμίαις, καὶ πᾶσιν οἷς ὁ θεῖος φόβος χαρακτηρίζεται, τὸ φιλόσοφον καὶ φιλόχριστον κατεμήνυον· ὁ μὲν, καὶ κατ' ἀλήθειαν εὐσεβῶν· καὶ γὰρ ἦν, εἰ καὶ τὴν φύσιν θερμότερος, ἀλλ' οὖν γνή σιος εἰς εὐσέβειαν· ὁ δὲ, τὸν καιρὸν ἐξωνούμενος, καὶ κρύπτων ἐν ἐπιεικείας πλάσματι τὸ κακόηθες. Τεκμήριον δέ· καὶ γὰρ οὐκ ἂν δυναίμην παραδρα μεῖν τὸ συμβὰν θαῦμα, σφόδρα τε ὂν μνήμης ἄξιον, καὶ πολλοὺς παιδεῦσαι τῶν ἀσεβῶν δυνάμε νον.

ΚΕʹ. Ἔκαμνον μὲν τοῖς μάρτυσιν, ὅπερ εἶπον, ἀμφότεροι, καὶ ἀντεφιλοτιμοῦντο λαμπρῶς ἀλλήλοις, καὶ χειρὶ πολλῇ καὶ δαπάνῃ τὸν οἶκον ἐγείρον τες· ἐπεὶ δὲ οὐκ ἐκ τῆς αὐτῆς προαιρέσεως, οὐδὲ εἰς ὅμοιον πέρας προέβαινεν ἀμφοτέροις ὁ πόνος· τοῦ μὲν γὰρ τὸ ἔργον ἠνύετο, καὶ κατὰ λόγον ἐχώ ρει, τοῦ πρεσβυτέρου λέγω τῶν ἀδελφῶν, οἷα τοῦ Θεοῦ τὴν ἐπίδοσιν ἑτοίμως προσιεμένου, κατὰ τὴν Ἄβελ θυσίαν, ὀρθῶς καὶ προσενεχθεῖσαν καὶ διαιρε θεῖσαν· καὶ ἦν ὥσπερ πρωτοτόκου τις καθιέρω σις ἡ ἐπίδοσις· τοῦ δὲ, φεῦ τῆς ἐντεῦθεν ἤδη τῶν ἀσεβῶν ἀτιμίας τὰ ἐκεῖθεν μαρτυρομένης, 35.553 καὶ μικροῖς μηνύμασι τὰ μεγάλα προκηρυττούσης, ὥσπερ τὴν Κάϊν θυσίαν ὁ τῶν μαρτύρων Θεὸς ἀπ επέμπετο.

Κςʹ. Καὶ ὁ μὲν ἐπόνει, ἡ δὲ γῆ τὸ πονηθὲν ἀπεσείετο. Καὶ ὁ μὲν ἐφιλονείκει μᾶλλον, ἡ δὲ ἀπ ηξίου δέχεσθαι θεμελίους τοῦ σαθροῦ πρὸς εὐσέ βειαν, οἷα βοῶσα τὸν ἐσόμενον ἐξ ἐκείνου σεισμὸν, καὶ τιμῶσα τοὺς μάρτυρας τῇ περὶ τὸν ἀσεβέστατον ἀτιμίᾳ. Τοῦτο τὸ ἔργον προφητεία τις ἦν τῆς ὕστε ρον τοῦ ἀνδρὸς αὐθαδείας καὶ ἀπονοίας, καὶ τῆς εἰς μάρτυρας ἀτιμίας, καὶ περὶ τοὺς ἁγίους οἴκους παρανομίας· τοὺς μὲν ἄλλους λανθάνουσα, τὸν δὲ διώκτην πόῤῥωθεν προδιώκουσα, καὶ τὰ τῆς ἀσεβείας ἐπίχειρα προσημαίνουσα.

ΚΖʹ. Ὢ ψυχῆς σοφῆς εἰς τὸ κακοποιῆσαι, τὴν δὲ ἰδίαν οὐ φευγούσης βάσανον! Ὢ Θεοῦ τὸ μέλλον κη ρύττοντος, ἵνα ἢ ἀνακόψῃ τὴν ἀσέβειαν, ἢ δείξῃ τὴν πρόγνωσιν! Ὢ παραδόξου μὲν, ἀληθοῦς δὲ πλέον ἢ παραδόξου θαύματος! Ὢ τῆς τῶν μαρτύρων φιλαδελφίας! Οὐκ ἐδέξαντο τιμὴν τοῦ πολλοὺς μάρτυρας ἀτιμάσοντος· οὐ προσήκαντο δῶρον τοῦ πολλοὺς ἀθλητὰς ἀποδείξοντος, μᾶλλον δὲ φθονή σοντος καὶ αὐτῆς τῆς ἀθλήσεως· ἢ, τό γε ἀληθέστερον εἰπεῖν, οὐκ ἤνεγκαν μόνοι μαρτύρων