1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

10

ὃ καὶ τοῖς μηδὲν εὐεργετηκόσιν ὀφείλεται παρ' ἡμῶν, τῶν Λόγου καὶ Ἀληθείας θεραπευτῶν· καὶ ταῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, ἡνίκα καὶ τὸ κολακεύειν δοκεῖν ἐκπεφεύγαμεν, καὶ πονηρᾶς ἐλεύθερος ὑπονοίας ὁ λόγος.

Μʹ. Τίς γὰρ οὐκ ἂν ἤλπισεν, εἰ μή τι ἄλλο, ταῖς τιμαῖς ποιήσειν αὐτὸν ἡμερώτερον; Τίς δὲ οὐκ ἐκ τῆς πίστεως, ἣν ἐπιστεύθη καὶ παρὰ τὸ εἰκὸς, δικαιότερον; ὡς ἀμφοῖν δικαίᾳ καὶ βασιλικῇ κρίσει, τοῦ μὲν ἐπιτιμηθέντος, τοῦ δὲ προβληθέντος· ὁ γὰρ τὸν δεύτερον τιμήσας, οἷς οὐκ ἄν τις ἤλπισεν, οὐδὲ αὐτὸς ὁ τυχὼν τῆς τιμῆς, δῆλον, ὡς οὐδὲ τὸν πρότε ρον ἄνευ δικαίας ὀργῆς ἐκολάσατο· καὶ τὸ μὲν, τῆς ἐκείνου προπετείας ἦν, τὸ δὲ τῆς τοῦ τετιμηκότος φιλανθρωπίας.

ΜΑʹ. Καὶ ἅμα τὸ θαῤῥεῖν εἶχεν, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, οὐ τοσοῦτον ἐκ τῆς ἐκείνου πίστεως, ὅσον ἐκ τῆς ἰδίας δυνάμεως· ᾗ μοι δοκεῖ καὶ Ἀλέξανδρος θαῤῥήσας ὁ πάνυ δοῦναι μὴ μόνον τὸ ζῇν ἡττημένῳ Πώρῳ, καὶ ταῦτα νεανικῶς οὕτως ἠγωνισμένῳ περὶ τῆς βασιλείας, ἀλλὰ καὶ τὴν βασιλείαν αὖθις Ἰνδῶν· ὡς τὸ μεγαλόψυχον οὐκ ἄλλως ἢ οὕτως ἐπιδει ξόμενος, ᾧ κρατηθῆναι χεῖρον ἐνόμιζεν Ἀλέ ξανδρος ὢν ἢ τοῖς ὅπλοις· τοῦ δὲ, εἰ κακὸν λάβοι, χειρώσασθαι πάλιν ἐπ' αὐτῷ τυγχάνοντος. Καὶ ἦν αὐτῷ ἡ περιουσία τοῦ θαῤῥεῖν τὸ φιλάνθρωπον.

ΜΒʹ. Καίτοι τί τοῦτο ἀγωνίζομαι, σφόδρα ἐνὸν κρατεῖν καὶ ἡττημένον; Εἰ γὰρ ὁ πιστεύσας κακὸς, 35.568 τί ποτ' ἂν εἴη παρ' ἐκεῖνον ὁ πιστευθείς; Καὶ εἰ τὸ μὴ προϊδέσθαι τὸν τρόπον ὑπαίτιον, αὐτήν γε τὴν κακίαν ποῦ θήσομεν; Ἀλλ' ὄντως ἀσυλλόγιστόν τι πρᾶγμα ἡ πονηρία· καὶ οὐκ ἔστιν ᾧ τοὺς μοχθη ροὺς ἄν τις βελτίους ποιήσειεν· ὁπότε κἀκεῖνος ἐξ ὧν εὐνούστερος φανῆναι δίκαιος ἦν, καὶ εἴ τι κακίας εἶχεν ἐμπύρευμα τοῦτ' ἀνελεῖν, ἐκ τούτων εἰς μεῖζον ἀνήφθη μῖσος, καὶ ὅπως ἂν ἀμύνηται τὸν εὐεργέτην ἐσκόπει.

ΜΓʹ. Ταῦτα Πλάτωνες αὐτὸν, καὶ Χρύσιπποι, καὶ ὁ λαμπρὸς Περίπατος καὶ ἡ σεμνὴ Στοὰ, καὶ οἱ τὰ κομψὰ λαρυγγίζοντες ἐξεπαίδευσαν· ταῦτα ἡ τῆς γεωμετρίας ἰσότης, καὶ οἱ περὶ δικαιοσύνης λό γοι, καὶ τὸ χρῆναι ἀδικεῖσθαι μᾶλλον αἱρεῖσθαι ἢ ἀδικεῖν· ταῦτα οἱ γενναῖοι διδάσκαλοι, καὶ τῆς βα σιλείας συναγωνισταί τε καὶ νομοθέται, οὓς ἐκ τῶν τριόδων καὶ τῶν βαράθρων ἑαυτῷ συνελέ ξατο· ὧν οὐ τὸν τρόπον ἐπῄνεσεν, ἀλλὰ τὴν εὐγλωτ τίαν ἐθαύμασε· καὶ οὐδὲ ταύτην ἴσως, ἀλλὰ ἀσέβειαν μόνην, ὡς σύμβουλον ἱκανὴν καὶ τῶν πρακτέων καὶ μὴ, διδάσκαλον.

Μ∆ʹ. Πῶς δὲ οὐ θαυμάζειν ἄξιον τούτους, οἳ καὶ λόγῳ πλάττουσι πόλεις, τὰς ἔργῳ συστῆναι μὴ δυ ναμένας, καὶ τὰς σεμνὰς τυραννίδας μονονοὺ προσκυνοῦσι, καὶ τὸν ὀβολὸν ὑπὲρ τοὺς θεοὺς ἄγουσι μετὰ τῆς ὀφρύος· καὶ οἱ μὲν οὐδὲ εἶναι Θεὸν τὸ παράπαν, οἱ δὲ οὐ προνοεῖν τῶν τῇδε δογματί ζουσιν, ἀλλ' εἰκῆ καὶ ὡς ἔτυχε τὸ πᾶν φέρεσθαι, οἱ δὲ ἀστράσιν ἄγεσθαι καὶ σχηματισμοῖς ἀνάγκης, οὐκ οἶδ' ὑπὸ τίνος ἀγομένοις καὶ ὅθεν· οἱ δὲ εἰς ἡδο νὴν τὸ πᾶν φέρειν, καὶ τοῦτο εἶναι πέρας ζωῆς ἀνθρωπίνης ὑπολαμβάνουσιν; Ἡ ἀρετὴ δὲ αὐτοῖς ἄλλως ὄνομα εὐπρεπὲς, καὶ οὐδὲν τοῦ παρόντος βίου μακρότερον, οὐδέ τις ἐξέτασις τῶν ἐνταῦθα βε 35.569 βιωμένων ὕστερον τὴν ἀδικίαν συστέλλουσα. Ἢ γὰρ οὐ συνεῖδέ τις ταῦτα τῶν παρ' ἐκείνοις σοφῶν, ἀλλὰ βαθεῖ βορβόρῳ, τὸ δὴ λεγόμενον, καὶ ἀφεγγεῖ ζόφῳ πλάνης καὶ ἀγνοίας συνεκαλύφθη, μηδ' ὅσον προσβλέψαι ταῖς τῆς ἀληθείας αὐγαῖς καθαρθεὶς τὴν διάνοιαν, ἀλλὰ περὶ τὰ κάτω καὶ τὴν αἴσθησιν ἰλυσπώμενος, καὶ μηδὲν ὑπὲρ τοὺς δαίμονας φαν τασθῆναι δυνηθεὶς, καὶ διαρθῆναι τοῦ πεποιηκό τος ἀξίως· ἢ εἴ τις διέβλεψε καὶ μικρὸν, ὡς ὁδηγῷ λόγῳ, καὶ μὴ Θεῷ χρώμενος, ὑπὸ τοῦ πιθανωτέρου παρεσύρη, καὶ τοῦ μᾶλλον τοὺς πολλοὺς ἕλκοντος δι' ἐγγύτητα.

ΜΕʹ. Τί οὖν θαυμαστὸν τὸν ἐκ τοιούτων μὲν ὁρμώ μενον δογμάτων, ὑπὸ τοιούτων δὲ κυβερνητῶν εὐ θυνόμενον, οὕτω καὶ τῷ πεπιστευκότι φανῆναι κακὸν τὸν πιστευθέντα, καὶ τῷ τιμήσαντι τὸν τιμη θέντα; Εἰ γὰρ δεῖ τι καὶ διὰ τῆς