1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

12

ἐκ δὲ τῶν προ λαβόντων τὸ δάκρυον· οὐχ ὑπὲρ Χριστιανῶν μόνον καὶ τῆς συμπεσούσης αὐτοῖς ἐπηρείας, ἢ παρὰ τοῦ πονηροῦ προσπεσούσης, καὶ παρὰ Θεοῦ συγχω ρηθείσης δι' ἃς οἶδεν αἰτίας, καὶ τυχὸν διὰ τὴν ἔπαρ σιν ἡμῶν δεομένην καθάρσεως· ἀλλὰ καὶ ὑπὲρ αὐτῆς τῆς ἐκείνου ψυχῆς, καὶ τῶν ὑπ' αὐτοῦ συναρ πασθέντων πρὸς τὴν αὐτὴν ἀπώλειαν.

Νʹ. Οἱ μὲν γὰρ τὰς τελευταίας αὐτῶν πληγὰς καὶ τὰς ἐντεῦθεν βασάνους ὀδύρονται· οἷς τὸ ζῇν τοῦτο νομίζεται μόνον, καὶ οὐκ ἐξικνοῦνται τῇ διανοίᾳ πρὸς τὰ ἐκεῖθεν, οὐδὲ εἶναί τινα νομίζουσι τῶν τῇδε βεβιωμένων λογισμὸν καὶ ἀντίδοσιν· ἀλλὰ ζῶσι βίον ἀλόγων, τὸ πρὸς ἡμέραν καὶ τὸ παρὸν ἀεὶ βιοτεύοντες, ἑνὶ τούτῳ, τῇ ἐντεῦθεν ῥᾳστώνῃ με τροῦντες τὸ εὐδαιμονεῖν, καὶ τῷ ἐναντίῳ τὸ κακο δαιμονεῖν τοῖς ἀντιπίπτουσιν· ἐμοὶ δὲ πλέον θρηνεῖν αὐτοὺς ἔπεισι τῶν ἐκεῖθεν βασάνων, καὶ τῆς ἀπο κειμένης τοῖς πονηροῖς κολάσεως. Καὶ οὔπω λέγω τὸ μέγιστον, αὐτὸ τὸ ἐξωσθῆναι Θεοῦ, πηλίκον αὐ τοῖς εἰς κόλασιν. 35.576

ΝΑʹ. Πῶς μὴ δακρύσω τὸν ἄθλιον; πῶς μὴ πλέον μὲν τῶν δεδιωγμένων τοὺς προσδραμόντας; πλέον δὲ τῶν αὐτομολησάντων εἰς τὴν κακίαν θρηνήσω τὸν συναρπάσαντα; Μᾶλλον δὲ τοῖς μὲν οὐδὲν δεινὸν τὸ ὑπὲρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μακαριστό τατον, οὐ διὰ τὰ ἐκεῖθεν μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐντεῦθεν εὐδοξίαν καὶ παῤῥησίαν, ἢν διὰ τῶν κιν δύνων ἐαυτοῖς ἐχαρίσαντο· τοῖς δὲ προοίμιον τῶν ἀποκειμένων καὶ ἀπειλουμένων, ἅπερ ἤδη πεπόν θασι· καὶ βέλτιον ἦν αὐτοῖς, εἰ ἐντεῦθεν μακρότερον ἐκολάσθησαν ἢ τοῖς ἐκεῖ δικαιωτηρίοις ἐτα μιεύθησαν. Ταῦτα μὲν οὖν διὰ τὸν νόμον, τὸν τῷ πτώματι τοῦ ἐχθροῦ μὴ ἐπιχαίρειν κελεύοντα, καὶ τὸ συμπαθὲς ἀπαιτοῦντα παρὰ τῶν ἑστηκότων· ἐμοὶ δὲ πάλιν πρὸς αὐτὸν ἐπανακτέον τὸν λόγον.

ΝΒʹ. Τίς ἡ τοσαύτη τοῦ κακοῦ φιλονεικία; Τίς ὁ τῆς ἀσεβείας ἔρως; τίς ὁ δρόμος τῆς ἀπω λείας; Πόθεν οὕτω μισόχριστος ὁ Χριστοῦ μαθητὴς, ὁ τοσούτοις λόγοις τῆς ἀληθείας προσομιλήσας, καὶ τὰ μὲν εἰπὼν, τὰ δὲ ἀκούσας τῶν φερόντων εἰς σω τηρίαν; Οὐ γὰρ ἔφθη κληρονομήσας τὴν βασιλείαν, καὶ παῤῥησιάζεται τὴν ἀσέβειαν, ὥσπερ καὶ τὸ γε νέσθαι ποτὲ Χριστιανὸς αἰσχυνόμενος, ἢ μνησικακῶν ὑπὲρ τούτου Χριστιανοῖς, οἷς τοῦ ὀνόματος ἐκοινώ νησε. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῶν τολμημάτων, ὡς οἱ τοῖς ἀποῤῥήτοις ἐκείνου καλλωπιζόμενοι (εἰς οἴους ἐμπίπτειν ἀναγκάζομαι λόγους!), αἵματι μὲν οὐχ ὁσίῳ τὸ λουτρὸν ἀποῤῥύπτεται, τῇ καθ' ἡμᾶς τε λειώσει τὴν τελείωσιν τοῦ μύσους ἀντιτιθεὶς, ὗς ἐν βορβόρῳ κυλισθεὶς, κατὰ τὴν παροιμίαν· καὶ τὰς χεῖρας ἀφαγνίζεται τῆς ἀναιμάκτου θυσίας ἀποκαθαίρων δι' ἧς ἡμεῖς Χριστῷ κοινωνοῦμεν, καὶ τῶν παθημάτων καὶ τῆς θεότητος· ἐντόμοις δὲ καὶ θυσίαις καθιστᾷ τὰ βασίλεια, κακοῖς συμβού λοις κακῆς ἀρχῆς χρώμενος.

ΝΓʹ. Ἀλλ' ἐπειδή γε ἐντόμων ἐμνήσθην, καὶ τῆς περὶ τὰ τοιαῦτα τοῦ ἀνδρὸς δεισιδαιμονίας, ἢ κακοδαιμονίας εἰπεῖν οἰκειότερον, οὐκ οἶδα πότερον γραφῇ παραδῶ τὸ θρυλλούμενον θαῦμα, ἢ ἀπι 35.577 στήσω τοῖς λέγουσι. Καὶ γὰρ αὐτὸς ταλαντεύομαι τὴν γνώμην, καὶ οὐκ ἔχω ὁποτέρωσε νεύσω, με μιγμένων τῶν δικαίως ἂν πιστευθέντων τοῖς οὐκ ἀξίοις πίστεως· τὸ μὲν γὰρ ἐπισημῆναί τι τῇ τοσαύτῃ τοῦ κακοῦ καινοτομίᾳ καὶ δυσσεβείᾳ τῶν οὐκ ἀπί στων, ἀλλὰ καὶ πολλάκις ἤδη συμβεβηκότων περὶ τὰς μεγίστας μεταβολάς· τὸ δὲ καὶ τὸν τρόπον τοῦτον σφόδρα ἐμοὶ γοῦν θαύματος ἄξιον, καὶ πᾶσι τοῖς καθαρῶς δηλοῦσθαι τὰ καθαρὰ βουλομένοις τε καὶ νομίζουσι.

Ν∆ʹ. Τὸ δ' οὖν λεγόμενον, ὅτι θυομένῳ τὰ σπλάγχνα τὸν σταυρὸν ἀναδείκνυσι στεφανούμενον, ὃ τοῖς μὲν ἄλλοις φρίκην παρέσχε, καὶ ἀγωνίαν, καὶ τοῦ ἡμετέ ρου κράτους συναίσθησιν· τῷ δὲ διδασκάλῳ τῆς ἀσεβείας καὶ θάρσος