1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

13

δῆθεν, ὡς περιγεγραμμένων ἡμῶν καὶ συνειργμένων· οὕτω γὰρ τὸν σταυρὸν καὶ τὸν κύκλον παρεσχεδίασε. Τοῦτο μὲν δὴ τὸ ἐμὸν θαῦμα· καὶ εἰ μὲν ψευδὲς, αὖραι φέροιεν· εἰ δὲ ἀληθὲς, πάλιν Βαλαὰμ προφητεύει, καὶ Σαμουὴλ ἔλκεται, ἢ δοκεῖ, δι' ἐγγαστριμύθου, καὶ δαίμο νες ὁμολογοῦσι τὸν Ἰησοῦν ἄκοντες, καὶ διὰ τῶν ἐναντίων, ἵνα καὶ πιστευθῇ μᾶλλον, ἡ ἀλήθεια δείκνυται· τυχὸν κἀκεῖνον ἐπισχεθῆναι τῆς ἀσε βείας διὰ τούτων ἐπρυτανεύετο· πολλὰς γὰρ καὶ πα ραδόξους ὁδοὺς σωτηρίας οἶδε τὸ Θεῖον καινοτομεῖν, νεῦον πρὸς τὸ φιλάνθρωπον· ὃ δὲ λέγεται ὑπὸ πλειόνων, καὶ πιστεύειν οὐκ ἀπὸ τρόπου.

ΝΕʹ. Κατῄει μὲν εἴς τι τῶν ἀδύτων τῶν τοῖς πολ λοῖς ἀβάτων καὶ φοβερῶν (ὡς ὤφελόν γε καὶ τὴν εἰς ᾅδου φέρουσαν, πρὶν εἰς τοιαῦτα κακὰ προελθεῖν), συμπαρόντος αὐτῷ καὶ τοῦ πολλῶν ἀδύ των ἀξίου, τοῦ σοφοῦ τὰ τοιαῦτα, εἴτουν σο φιστοῦ· ἔστι γὰρ δὴ καὶ τοῦτο εἶδος μαντείας αὐτοῖς, ζόφῳ τινὶ καὶ ὑποχθονίοις δαίμοσι περὶ τῶν μελλόν των συγγίνεσθαι· εἴτε ὡς σκότῳ χαίρουσι μᾶλλον, ἐπεὶ καὶ εἰσὶ σκότος, καὶ σκότους δημιουργοὶ τῆς κακίας· εἴτε ὡς φεύγουσι τὰς ἐπιμιξίας τῶν εὐσεβῶν ὑπὲρ γῆς, καὶ διὰ ταύτας ἀσθενεστέροις· ὡς δὲ προϊόντα τὸν γεννάδαν προσβάλλει τὰ δείμα τα, καὶ ἀεὶ πλείω καὶ φοβερώτερα, ἤχους τινάς φασιν ἀήθεις, καὶ ὀδμὰς τῶν ἀηδῶν, καὶ πυρ αυγῆ φάσματα, καὶ οὐκ οἶδ' οὕστινας ὕθλους καὶ 35.580 λήρους, τῷ ἀδοκήτῳ πληγεὶς, καὶ γὰρ ἦν ὀψιμαθὴς τὰ τοιαῦτα, ἐπὶ τὸν σταυρὸν καταφεύγει, καὶ τὸ πα λαιὸν φάρμακον, καὶ τούτῳ σημειοῦται κατὰ τῶν φόβων, καὶ βοηθὸν ποιεῖται τὸν διωκόμενον· καὶ τὰ ἑξῆς φρικωδέστερα.

Νςʹ. Ἴσχυσεν ἡ σφραγὶς, ἡττῶνται οἱ δαίμονες, λύονται οἱ φόβοι. Εἶτα τί; Ἀναπνεῖ τὸ κακὸν, θρα σύνεται πάλιν, αὖθις ὁρμὴ, καὶ οἱ αὐτοὶ φόβοι, καὶ ἡ σφραγὶς πάλιν, καὶ ἠρεμοῦντες οἱ δαίμονες· καὶ ὁ μύστης ἐν ἀπορίᾳ· καὶ ὁ μυσταγωγὸς ἐγγύθεν παρεξηγούμενος τὴν ἀλήθειαν· Ἐβδελύχθημεν, λέγων, οὐκ ἐφοβήσαμεν· νικᾷ τὸ χεῖρον· λέγει γὰρ ταῦτα, καὶ εἰπὼν πείθει, καὶ πείσας ἄγει τὸν μαθητὴν ἐπὶ τὸ τῆς ἀπωλείας βάραθρον. Καὶ θαυμαστὸν οὐδέν· πρόχειρος γὰρ ἡ πονηρία τῷ κακῷ μᾶλλον ἀκολουθεῖν ἢ ὑπὸ τοῦ κρείττονος ἀνα κόπτεσθαι. Ἃ μὲν οὖν εἰπὼν, ἢ ποιήσας. ἢ ἐξαπα τηθεὶς ἀναπέμπεται, εἰδεῖεν ἂν οἱ τὰ τοιαῦτα τελοῦν τές τε καὶ τελούμενοι· ἄνεισι δ' οὖν καὶ τῇ ψυχῇ δαιμονῶν καὶ τοῖς πράγμασι, καὶ τῷ μανιώδει τῶν ὀφθαλμῶν ἐπισημαίνων οὓς ἐθεράπευσεν· εἰ μή γε καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας ἐπλήσθη δαιμόνων, ἀφ' ἧς οὕτω πονηρὰ προὔθετο· ἀλλὰ τότε καὶ περιφα νέστερον· ἵνα μὴ μάτην ᾖ κατεληλυθὼς, καὶ τῶν δαιμόνων μετειληφὼς, ὂν ἐνθουσιασμὸν ἐκεῖνοι καλοῦσι, μεταποιοῦντες σεμνῶς τὰ ὀνόματα. Τὰ μὲν δὴ πρῶτα τοιαῦτα.

ΝΖʹ. Ἐπεὶ δὲ ἡ ὠδὶς ἐκράτει, καὶ ὁ διωγμὸς ἐξεῤ ῥήγνυτο, εἶδέ τι, εἴτ' οὖν ἀνδρὸς σοφοῦ τὴν κακίαν καὶ περιττοῦ τὴν ἀσέβειαν, εἴτ' οὖν ἐδιδάχθη παρὰ τῶν εἰς ταύτην αὐτὸν ἀλειφόντων. Ὡς τὸ μὲν φανερῶς ἀνελέσθαι τὸν πόλεμον, καὶ προκαθεσθῆ ναι τῆς ἀσεβείας αὐτόχειρα, πρὸς τῷ λίαν εἶναι θρασὺ καὶ ἀπαίδευτον, ἔτι καὶ ἐναντιώτατον τῷ σκοπῷ παντελῶς· φιλονεικοτέρους γὰρ ἂν ἡμᾶς γε νέσθαι βιαζομένους, καὶ ἀντιθήσειν τῇ τυραννίδι τὴν ὑπὲρ εὐσεβείας φιλοτιμίαν. Φιλεῖ γὰρ τὰ γενναῖα φρονήματα πρὸς τὸ βίᾳ κρατοῦν αὐθαδιάζεσθαι. καὶ καθάπερ φλὸξ ὑπὸ ἀνέμου ῥιπιζομένη, τοσούτῳ μᾶλλον ἀνάπτεσθαι, ὅσῳ περ ἂν σφοδρότερον κατα 35.581 πνέηται. Καὶ τοῦτο οὐκ ἐκ τῶν λογισμῶν εὕρισκε μόνον, ἀλλὰ καὶ τοῖς προλαβοῦσι διωγμοῖς εἶχε γι νώσκειν, οἳ τιμιώτερον τὸν Χριστιανισμὸν πεποιήκασι θᾶττον ἢ ἀσθενέστερον, ῥώσαντες τὰς ψυχὰς εἰς εὐσέβειαν, καὶ ὥσπερ σίδηρον θερμὸν ὕδατι, τοῖς κινδύνοις στομώσαντες. Εἰ δὲ μετὰ τῆς τέχνης στρα τεύσειε, καὶ τῷ πείθειν τὸ βιάζεσθαι χρώσειεν, ἢ καθάπερ χαλκῷ περιβάλλοι δέλεαρ τῇ τυραν νίδι τὸ προσηνὲς, σοφόν τε οὕτως ἂν ἅμα καὶ δυνατὸν γενέσθαι αὐτῷ τὸ ἀγώνισμα.