1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

15

διελόμενος, δεύτερον ἐκεῖνο στρατηγεῖ, καὶ μόνον ἀσφαλῶς, εἰ καὶ ἀσεβῶς λίαν, ἐκ τῶν ἐγγυτάτω καὶ τῆς περὶ αὐτὸν χειρὸς, ὃ πᾶσι διώκταις σύνηθες, τῆς κακίας ἄρχεται· καὶ γὰρ οὐδὲ οἷόν τε τοῖς ἐκτὸς ἐγχειρῆσαι, μὴ τούτων οἰκειωθέντων, ὥσπερ οὐδὲ στρατὸν ἐπάγειν ἐχθροῖς, πρὸς τὸν στρατηγὸν στασιάζοντα.

Ξ∆ʹ. Καὶ διὰ τοῦτο μεταποιεῖ μὲν τὰ βασίλεια, τοὺς μὲν θανάτῳ προϋπεξαγαγὼν πρότερον, τοὺς δὲ παρ ωσάμενος· οὐχ ὡς εὔνους τῷ μεγάλῳ βασιλεῖ μόνον, ἀλλὰ καὶ ὡς εὐνουστέρους τῷ μείζονι, καὶ ἀλυσιτελεῖς αὐτῷ κατ' ἀμφότερα· ὑποποιεῖται δὲ τὸ στρατιωτικὸν, τὸ μὲν δι' ἑαυτοῦ, τὸ δὲ διὰ τῶν ἐν τέλει, ὃ καὶ μᾶλλον εὔπιστον ὑπελάμβανε, τὸ μὲν τῶν τιμῶν ἡττώμενον, τὸ δὲ ἁπλότητι παρασυ ρόμενον, καὶ νόμον ἕνα γινῶσκον μόνον, τὴν τοῦ βα σιλέως βούλησιν.

ΞΕʹ. Μᾶλλον δὲ τοῦ στρατιωτικοῦ μέρος οὐκ ἐλάχιστον, καὶ ὅσον εὗρε σαθρὸν καὶ νοσῶδες, τοῦ καιροῦ δοῦλον καὶ τότε καὶ πρότερον· οὗ τὸ μὲν δεδού λωτο, τὸ δὲ ἤλπιζεν. Οὐ γὰρ δὴ τὸ πᾶν ὑφεῖλεν, οὐδὲ τοσοῦτον ἔδωκεν αὐτῷ καθ' ἡμῶν ὁ δι' ἐκείνου διώκτης· ἀλλ' ἔμειναν ὑπὲρ τοὺς ἑπτακισχιλίους, οἱ μὴ κάμψαντες γόνυ τῇ Βαὰλ, μηδὲ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες, μηδὲ ὑπὸ τῶν ὄφεων τρωθέν 35.588 τες, ἐκ τοῦ βλέπειν εἰς τὸν ὄφιν τὸν κρεμασθέν τα, καὶ καταλυθέντα τοῖς Χριστοῦ πάθεσι· πολλοὶ μὲν τῶν ἐν δυναστείαις καὶ ὕψεσιν, οὓς καὶ μᾶλλον εἰκὸς ἦν ἡττηθῆναι καὶ διὰ φόβον, καὶ δι' ἐλπίδας· πολλοὶ δὲ τῶν κάτω καὶ ἀριθμῷ μόνῳ γνωριζομένων, οἷς προσβαλὼν ἀπεκρούσθη, καθάπερ ὑπὸ γενναίου τείχους μηχάνημά τι τῶν οὐ καιρίων. Πλὴν οὐκ ἠνία μᾶλλον τὸ διαφεῦγον ἢ ἐθάρσυνεν, ὡς ἂν λυσ σῶντα, τὸ ἁλισκόμενον· καὶ τὸ βούλεσθαι παρίστη τὸ ἐλπισθὲν ὡς κρατούμενον.

Ξςʹ. Τολμᾷ δὲ ἤδη καὶ κατὰ τοῦ μεγάλου συνθήμα τος, ὃ μετὰ τοῦ σταυροῦ πομπεύει, καὶ ἄγει τὸν στρατὸν εἰς ὕψος αἰρόμενον, καμάτων λυτήριον ὄν τε καὶ κατὰ Ῥωμαίους ὀνομαζόμενον καὶ βασιλεῦον, ὡς ἂν εἴποι τις, τῶν λοιπῶν συνθημάτων· ὅσα τε βασιλέων προσώποις ἀγάλλεται, καὶ πεπετασμέ νοις ὑφάσμασιν ἐν διαφόροις βαφαῖς καὶ γράμ μασιν, ὅσα τε δρακόντων φοβεροῖς χάσμασιν ἐμπνεό μενα ἐπ' ἄκρων δοράτων αἰωρουμένοις, καὶ διὰ τῶν ὁλκῶν ῥιπιζόμενα φολίσιν ὑφανταῖς καταστίκτων, ἥδιστόν τε ὁμοῦ καὶ φρικτὸν θέαμα προσπίπτει ταῖς ὄψεσιν. Ὡς δὲ εἶχεν αὐτῷ κατὰ νοῦν τὰ πλησίον, καὶ τοῦ ἐν χερσὶν, ὡς ᾤετο, κινδύνου κρείττων ἐγένετο, οὕτως ἤδη πειρᾶται καὶ τῶν ἑξῆς.

ΞΖʹ. Εὐηθέστατε, καὶ ἀσεβέστατε, καὶ ἀπαιδευτό τατε τὰ μεγάλα! σὺ κατὰ τοσούτου κλήρου καὶ τῆς οἰκουμενικῆς καρποφορίας, τῆς πάντα διαλα βούσης τὰ πέρατα, διὰ τῆς εὐτελείας τοῦ λόγου καὶ τῆς μωρίας, ὡς ἂν αὐτοὶ φαίητε, τοῦ κηρύγματος, ὃ σοφοὺς ἐνίκησε, καὶ δαίμονας ἔπαυσε, καὶ χρόνον ὑπερηκόντισε, τὸ αὐτὸ παλαιόν τε ὁμοῦ τυγχάνον καὶ νέον, ὡς ὑμεῖς τῶν θεῶν τινα τερατεύεσθε· τὸ μὲν τοῖς ὀλίγοις, τὸ δὲ τοῖς πολλοῖς· καὶ τὸ μὲν τῇ σκιαγραφίᾳ, τὸ δὲ τῇ τελειώσει τοῦ μυστηρίου καιροῖς ἰδίοις ταμιευθέντος; Σὺ κατὰ τῆς μεγάλης τοῦ Χριστοῦ κληρονομίας; (ὁ τίς, καὶ πόσος, καὶ πόθεν;) τῆς μεγάλης καὶ οὐ παυσομένης, οὐδ' ἂν πλέον ἢ σὺ μανῶσί τινες, ἀλλ' ἐπὶ πλεῖον ἀεὶ 35.589 βαδιουμένης τε καὶ ἀρθησομένης· πιστεύω γὰρ ταῖς προῤῥήσεσι καὶ τοῖς ὁρωμένοις· ἣν ὡς Θεὸς ἐποίησε, καὶ ὡς ἄνθρωπος ἐκληρονόμησεν· ἣν νόμος ἐτύπωσε, καὶ χάρις ἐπλήρωσε, καὶ Χριστὸς ἐνεκαίνισεν· ἣν προφῆται συνέπηξαν, καὶ ἀπόστολοι συνέδησαν, καὶ εὐαγγελισταὶ κατηρτίσαντο;

ΞΗʹ. Σὺ κατὰ τῆς Χριστοῦ θυσίας τοῖς σοῖς μιάσμα σι; Σὺ κατὰ τοῦ τὸν κόσμον καθήραντος αἵματος τοῖς σοῖς αἵμασι; Σὺ πόλεμον κατὰ τῆς εἰρήνης; Σὺ χεῖρα κατὰ τῆς ὑπὲρ σοῦ ἡλωθείσης τε καὶ διὰ σέ; Σὺ κατὰ τῆς χολῆς τὴν σὴν γεῦσιν; κατὰ τοῦ σταυροῦ τρόπαιον; κατὰ τοῦ θανάτου κατάλυσιν; κατὰ τῆς ἀναστάσεως