1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

16

ἐπανάστασιν; κατὰ τοῦ μάρ τυρος οὐδὲ μάρτυρας; μετὰ Ἡρώδην διώκτης, καὶ μετὰ Ἰούδαν προδότης; πλὴν ὅσον οὐκ ἀγχόνῃ τὴν μετάνοιαν ἔδειξας ὥσπερ ἐκεῖνος· καὶ Χριστο κτόνος μετὰ Πιλᾶτον, καὶ μετὰ Ἰουδαίους μισό θεος;

ΞΘʹ. Οὐκ ᾐδέσθης τὰ ὑπὲρ Χριστοῦ σφάγια; οὐδὲ ἐφοβήθης τοὺς μεγάλους ἀγωνιστὰς, τὸν Ἰωάν νην ἐκεῖνον, τὸν Πέτρον, τὸν Παῦλον, τὸν Ἰάκωβον, τὸν Στέφανον, τὸν Λουκᾶν, τὸν Ἀνδρέαν, τὴν Θέκλαν, τοὺς ἐπ' ἐκείνοις τε καὶ πρὸ ἐκείνων τῆς ἀληθείας προκινδυνεύσαντας; οἳ πυρὶ, καὶ σιδήρῳ, καὶ θηρσὶ, καὶ τυράννοις προθύμως ἀντηγωνίσαντο, καὶ παρ οῦσι κακοῖς καὶ ἀπειλουμένοις, ὥσπερ ἐν ἀλλοτρίοις σώμασιν ἢ ἀσώματοι; τίνος ἕνεκεν; ἵνα μὴ προ δῶσι μηδὲ μέχρι ῥήματος τὴν εὐσέβειαν. Ὧν αἱ μεγάλαι τιμαὶ καὶ πανηγύρεις· παρ' ὧν δαίμονες ἑλαύνονται, καὶ νόσοι θεραπεύονται· ὧν αἱ ἐπιφά νειαι, καὶ ὧν αἱ προῤῥήσεις· ὧν καὶ τὰ σώματα μόνον ἴσα δύνανται ταῖς ἁγίαις ψυχαῖς, ἢ ἐπ αφώμενα, ἢ τιμώμενα· ὧν καὶ ῥανίδες αἵματος μόνον, καὶ μικρὰ σύμβολα πάθους ἴσα δρῶσι τοῖς σώ μασι.

Οʹ. Ταῦτα οὐ σέβεις, ἀλλ' ἀτιμάζεις· ὁ τὴν Ἡρα κλέους θαυμάζων πυρὰν τὴν ἐξ ἀτυχήματος, καὶ 35.592 τῶν περὶ γυναῖκας ἀδικημάτων· καὶ τὴν Πέλοπος κρεουργίαν, τὴν φιλόξενον, ἢ φιλόθεον, ἐξ ἧς ἐπίση μοι Πελοπίδαι παρὰ τῶν ὤμων καὶ τοῦ ἐλέφαντος· καὶ τὰς Φρυγῶν ἐκτομὰς, τῶν ὑπ' αὐλοῦ κηλου μένων, καὶ μετὰ τὸν αὐλὸν ὑβριζομένων· καὶ τὰς ἐν Μίθρου βασάνους καὶ καύσεις ἐνδίκους τὰς μυστικάς· καὶ τὴν ἐν Ταύροις ξενοκτονίαν, καὶ τὴν ἐπὶ Τροίας θυσίαν τῆς βασιλικῆς κόρης· καὶ τὸ Μενοικέως ὑπὲρ Θηβῶν αἷμα, καὶ τῶν Σκεδάσου θυγατέρων ἐν Λεύκτροις ὕστερον· ὁ τοὺς Λακωνικοὺς ἐπαινῶν ἐφήβους ξαινομένους ταῖς μάστιξι, καὶ τὸ ἐπιβώμιον αἷμα τέρπον θεὰν ἁγνὴν καὶ παρθένον· ὁ τὸ Σωκράτους ἐπαίρων κώνειον, καὶ τὸ Ἐπικτήτου σκέλος, καὶ τὸν Ἀναξάρχου θύλακον, ὧν ἀναγκαία μᾶλλον ἢ ἑκούσιος ἡ φιλοσοφία· καὶ τὸ Κλεομβρότου πήδημα τοῦ Ἀμ βρακιώτου, τῷ Περὶ ψυχῆς λόγῳ φιλοσοφηθέν· καὶ τὴν ὑπὲρ τῶν κυάμων Πυθαγορικὴν ἔνστασιν, καὶ θανάτου περιφρόνησιν Θεανοῦς, ἢ οὐκ οἶδ' οὗτινος τῶν τὰ ἐκείνου τετελεσμένων ἢ φιλοσο φησάντων. 35.593

ΟΑ. Σὺ δὲ, εἰ μὴ ἐκεῖνα, τά γε παρόντα θαύμασον, ὦ φιλοσοφώτατε καὶ γενναιότατε, καὶ τοὺς Ἐπαμινώνδας ἐκείνους καὶ Σκιπίωνας τῇ καρτερίᾳ βλέπων· ὁ συμβα δίζων τῷ στρατῷ, καὶ σῖτα αἱρούμενος σχέδια, καὶ τὴν αὐτουργὸν ἐπαινῶν στρατηγίαν. Ἔστι τοι γενναίου καὶ φιλοσόφου ψυχῆς μηδὲ πολεμίων ἀρετὴν ἀτιμάζειν, καὶ πλεῖον νέμειν ἐχθρῶν γενναιότητι ἢ κακίᾳ τῶν οἰκειο τάτων καὶ μαλακίᾳ. Ὁρᾷς τοὺς ἀβίους τούτους καὶ ἀν εστίους, καὶ ἀσάρκους μικροῦ καὶ ἀναίμονας, καὶ Θεῷ κατὰ τοῦτο πλησιάζοντας; τοὺς ἀνιπτόποδας καὶ χα μαιεύνας, ὅ φησιν ὁ σὸς Ὅμηρος, ἵνα τινὰ δαιμό νων τιμήσῃ τῷ πλάσματι, τοὺς κάτω καὶ ὑπὲρ τὰ κάτω; τοὺς ἐν ἀνθρώποις, καὶ ὑπὲρ τὰ ἀνθρώπινα; τοὺς δεδεμένους, καὶ ἐλευθέρους; τοὺς κεκρατημένους, καὶ ἀκρατήτους; ὧν οὐδὲν ἐν κόσμῳ, καὶ πάντα τὰ ὑπὲρ κόσμον; ὧν διπλοῦν τὸ ζῇν, τὸ μὲν ὑπερορώμενον, τὸ δὲ σπουδαζόμενον; τοὺς διὰ τὴν νέκρωσιν ἀθανάτους, τοὺς διὰ λύσιν Θεῷ συνημμένους; τοὺς ἔξω πόθου, καὶ μετὰ τοῦ θείου καὶ ἀπαθοῦς ἔρωτος; ὧν ἡ πηγὴ τοῦ φωτὸς, καὶ ὧν ἤδη τὰ ἀπαυγάσματα; ὧν αἱ ἀγγελικαὶ ψαλ μῳδίαι, καὶ ἡ πάννυχος στάσις, καὶ ἡ τοῦ νοῦ πρὸς Θεὸν ἐκδημία προαρπαζομένου; ὧν ἡ κάθαρσις, καὶ ὧν τὸ καθαίρεσθαι, μηδὲν μέτρον εἰδότων ἀνα βάσεως καὶ θεώσεως; ὧν αἱ πέτραι, καὶ ὧν οἱ οὐρα νοί; ὧν τὸ ἐῤῥίφθαι, καὶ ὧν οἱ θρόνοι; ὧν ἡ γυμνό της, καὶ ὧν ἀφθαρσίας ἔνδυμα; ὧν ἡ ἐρημία, καὶ ὧν ἡ ἐκεῖθεν πανήγυρις; ὧν τὸ τυραννεῖσθαι τὰς ἡδονὰς, καὶ ὧν ἡ ἀπόλαυσις ἡ ἄλυτος καὶ ἀνέκφρα στος; ὧν τὸ δάκρυον ἁμαρτίας κατακλυσμὸς, κόσμου καθάρσιον; ὧν ἔκτασις χειρῶν φλόγα σβέννυσι, θῆρας κοιμίζει, ἀμβλύνει ξίφη,