1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

19

τοῖς δαί μοσι, τὸν Εἰδωλιανὸν καλεῖν, καὶ τὸν Πισαῖον, καὶ τὸν Ἀδωναῖον, καὶ τὸν Καυσίταυρον, ὅπερ καὶ ἤδη τινὲς αὐτὸν τῶν παρ' ἡμῖν κομψῶν ὠνομά κασιν, ἐπειδὴ ῥᾳστώνη πολλὴ τοῦ πράγματος, ὅσα τε ἄλλα παραποιεῖν ἢ ποιεῖν ἐκ τῆς ἀληθείας ἡ ἱστορία δίδωσι;

ΟΗʹ. Πάντων δὲ ἀτοπώτατον, τὸν μὲν Σωτῆρα καὶ ∆εσπότην ἁπάντων, τὸν τοῦδε τοῦ παντὸς δημιουργόν τε καὶ κυβερνήτην, τὸν τοῦ μεγάλου Πατρὸς καὶ Υἱὸν, καὶ Λόγον, καὶ προσαγωγέα, καὶ ἀρχιερέα, καὶ σύνθρονον· τὸν ὑπὲρ ἡμῶν τῶν ἀτι μασάντων αὐτοῦ τὴν εἰκόνα, καὶ πρὸς τὸν χοῦν ἀπ ενηνεγμένων, καὶ ἀγνοησάντων τὸ μέγα τῆς συζυ γίας μυστήριον, μὴ μόνον εἰς δούλου κατα βάντα μορφὴν, ἀλλὰ καὶ ἐπὶ τὸν σταυρὸν ἀναβάντα, καὶ συναγαγόντα τὴν ἐμὴν ἁμαρτίαν τεθνηξομένην· τοῦτον μὲν Σαμαρείτην ἀκούοντα, καὶ ὃ πολλῷ χεῖ ρον, δαιμονᾷν ἐγκαλούμενον, μήτε αἰσχύνεσθαι, μήτε ἐγκαλεῖν τοῖς ὑβρίζουσιν· ᾧ καὶ ταῖς ἀγγελικαῖς πα ρατάξεσι, καὶ λόγῳ μόνῳ ἀμύνεσθαι τοὺς πονη ροὺς ῥᾴδιον ἦν· ἀλλ' ἡμέρως πάνυ καὶ πράως τοὺς ὑβρίζοντας ἀποπέμπεσθαι, καὶ ὑπὲρ τῶν σταυρούν των αὐτὸν ἀφιέναι δάκρυον, ἡμᾶς δὲ οἴεσθαι ἀλγή σειν οὕτω καλουμένους, ἢ αἰσχυνεῖσθαι, ἢ τῆς ὑπὲρ τοῦ καλοῦ φιλοτιμίας διὰ τοῦτο ἀποστήσεσθαι, καὶ πλείω ποιήσεσθαι λόγον τῶν ὕβρεων τούτων ἢ τῶν ψυχῶν καὶ σωμάτων, ὧν καταφρονεῖν ἴσμεν ὑπὲρ τῆς ἀληθείας; Ἀλλὰ τοῦτο μὲν, ὅπερ εἶπον, γελοῖον μᾶλλον ἢ λυπηρὸν, καὶ εἰς τὴν σκη 35.605 νὴν ἀποπεμπόμεθα· πάντως οὔ ποτ' ἂν ὑπερ βαλλοίμεθα τοὺς ῥᾳδίως ἐκεῖ κατὰ τῆς κόῤ ῥης τά γε τοιαῦτα παιζομένους, καὶ παίζον τας.

ΟΘʹ. Ἐκεῖνο δὲ ἤδη καὶ λίαν πονηρὸν καὶ κακόηθες, ὅτι, τὸ μὲν φανερῶς πείθειν οὐκ ἔχων, τὸ δὲ βιάζεσθαι τυραννικῶς αἰσχυνόμενος, τῇ λεοντῇ τὴν κερδα λῆν ἐγκρύπτων, εἰ βούλει δὲ, τῷ Μίνωος προσ ωπείῳ τὸν ἀδικώτατον (πῶς ἂν εἴποιμι κυρίως;) ἐπιεικῶς ἐβιάζετο. Τὰ μὲν οὖν ἄλλα τοῖς βουλο μένοις ἱστορεῖν τε καὶ γράφειν παρήσω, τοῦ λόγου σπεύδοντος· πολλοῖς δὲ οἶμαι σπουδασθήσεσθαι τοῦ τότε καιροῦ τὴν εἴτε τραγῳδίαν χρὴ λέγειν, εἴτε κωμῳδίαν, οἷς μέρος εὐσεβείας δόξει λόγῳ βάλλειν τὸν ἀλιτήριον· ὡς καὶ τοῖς ἔπειτα παραδοθῆναι πρᾶγμα τοσοῦτον, καὶ ἥκιστα τοῦ λαθεῖν ἄξιον· αὐ τὸς δὲ ἀντὶ πάντων ἓν ἢ δύο δείγματος ἐρῶ χάριν τοῖς σφόδρα τὰ ἐκείνου θαυμάζουσιν, ἵν' εἰδῶσι τοῦ τον ἐπαινεῖν ἀξιοῦντες, οὗ μηδὲ ψόγον ἔστιν εὑ ρεῖν ἄξιον.

Πʹ. Νόμος ἐστὶ βασιλικὸς, οὐκ οἶδα μὲν εἰ καὶ πᾶσιν ἀνθρώποις παρ' ὅσοις τὸ βασιλεύεσθαι, Ῥωμαίοις δὲ καὶ τῶν λίαν σπουδαζομένων εἰκόσι δημοσίαις τιμᾶσθαι τοὺς βασιλεύοντας· οὐ γὰρ ἐξαρκοῦσιν οἱ στέφανοι καὶ τὰ διαδήματα, καὶ τὸ τῆς ἁλουργίδος ἄνθος, οἵ τε ἀριθμούμενοι λογχοφόροι καὶ τὸ τῶν ἀρχομένων πλῆθος, συγκροτεῖν τούτοις τὴν βασι λείαν· ἀλλὰ δεῖ καὶ προσκυνήσεως αὐτοῖς, ὑφ' ἧς σεμνότεροι δόξωσιν· οὐχ ἣν αὐτοὶ προσκυνοῦνται μόνον, ἀλλὰ καὶ τῆς ἐν πλάσμασί τε καὶ χρώμασιν, ἵν' ᾖ τὸ σέβας αὐτοῖς ἀπληστότερόν τε καὶ τελεώτερον. Ταύταις ταῖς εἰκόσιν ἄλλοι μὲν ἄλλο τι τῶν βασιλέων προσπαραγράφεσθαι χαίρουσιν· οἱ μὲν τῶν πόλεων τὰς λαμπροτέρας δωροφορού σας, οἱ δὲ νίκας ὑπὲρ κεφαλῆς στεφανούσας· οἱ δὲ τοὺς ἐν τέλει προσκυνοῦντας, καὶ τοῖς τῶν ἀρχῶν τιμωμένους συνθήμασιν· οἱ δὲ θηροφονίας καὶ εὐστο χίας· οἱ δὲ βαρβάρων ἡττημένων, καὶ ὑπὸ τοῖς πο 35.608 σὶν ἐῤῥιμμένων ἢ κτεινομένων πολυειδῆ σχή ματα· φιλοῦσι γὰρ οὐ τὰς ἀληθείας τῶν πραγμάτων μόνον ἐφ' οἷς μέγα φρονοῦσιν, ἀλλὰ καὶ τὰ τούτων ἰνδάλματα.

ΠΑʹ. Ὁ δὲ τί μηχανᾶται; καὶ τίνα τῶν Χριστιανῶν τοῖς στεῤῥοτέροις ἵστησι δόλον; Ὥσπερ οἱ τοῖς βρώ μασι καταμιγνύντες τὰ δηλητήρια, μίξαι ταῖς ἐξ ἔθους τῶν βασιλέων τιμαῖς τὴν ἀσέβειαν, καὶ εἰς ἓν ἀγαγεῖν νόμους Ῥωμαίων καὶ εἰδώλων προσκύνησιν· καὶ διὰ τοῦτο ταῖς εἰκόσι συμπαραγράφων τοὺς δαί μονας, ὡς δή τινας