1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

21

ἡμιθνῆτας, καὶ τί τὸ καινὸν τοῦτο ἄκουσμα; Τοῦ δὲ, Ὅτι κατὰ τοῦ πυρὸς ἐθυμιάσατε, φήσαντος, καὶ τοῦτο εἶναι διδάξαντος τὴν ἄρνησιν, εὐθὺς ἀνα πηδήσαντες τοῦ συμποσίου, καθάπερ ἐκμανεῖς καὶ παραπλῆγες, ζήλῳ καὶ θυμῷ ζέοντες, διὰ τῆς ἀγορᾶς θέειν βοῶντες καὶ λέγοντες· Χριστιανοὶ, Χριστιανοὶ τὰς ψυχὰς ἡμεῖς· ἀκουέτω πᾶς ἄνθρω πος, καὶ πρὸ πάντων Θεὸς, ᾧ καὶ ζῶμεν καὶ τε θνηξόμεθα. Οὐκ ἐψευσάμεθά σε, Σῶτερ Χριστέ· οὐκ ἠρνησάμεθα τὴν μακαρίαν ὁμολογίαν. Εἴ τι καὶ ἡ χεὶρ ἔπταισεν, ἀλλ' ἡ διάνοιά γε οὐκ ἠκο λούθησεν. Βασιλεῖ κατεσοφίσθημεν, οὐ χρυσοῦ τραυματίαι γεγόναμεν. Ἀπεκδυόμεθα τὴν ἀσέβειαν, αἵματι καθαιρόμεθα. Εἶτα τῷ βασιλεῖ προσδραμόντες, καὶ τὸν χρυσὸν προσρίψαντες λίαν νεανικῶς· Οὐ δῶρα δεδέγμεθα, βασιλεῦ, βοᾷν, ἀλλὰ θάνατον κατακεκρίμεθα· οὐκ εἰς τιμὴν ἐκλή θημεν, ἀλλ' ἀτιμίαν κατεψηφίσθημεν. ∆ὸς χάριν τοῖς σοῖς στρατιώταις· Χριστῷ σφαγία σον ἡμᾶς, ᾧ μόνῳ βασιλευόμεθα· ἀντίδος πῦρ τοῦ πυρός· τέφραν ἀντὶ τῆς τέφρας ἐκείνης ποίησον. Ἀπόκοψον χεῖρας, ἃς κακῶς προὐτείνα μεν· πόδας, οἷς κακῶς ἐδράμομεν. Ἄλλους τῷ χρυσῷ τίμησον, οἷς οὐ μεταμελήσει λαβοῦσιν· ἡμῖν δὲ ἀρκεῖ Χριστὸς, ὃν ἀντὶ πάντων ἔχομεν. Ταῦτα λέγειν τε ὁμοῦ, καὶ τοῖς ἄλλοις διακε λεύεσθαι γνῶναι τὴν ἀπάτην, ἀνανῆψαι τῆς μέθης, ἀπολογήσασθαι τῷ Χριστῷ δι' αἵματος· ἐφ' οἷς ἀγα νακτήσαντα τὸν βασιλέα, τὸ μὲν φανερῶς κτεῖναι φυγεῖν, ἵνα μὴ μάρτυρας ἐργάσηται τοὺς ὅσον τὸ ἐπ' αὐτοῖς μάρτυρας, ἐξορίᾳ δὲ παραδόντα, οὕτως ἀμύ νασθαι, καὶ μεγίστην εὐεργεσίαν καταθέσθαι, τὸ πόῤῥω στήσεσθαι τῶν ἑαυτοῦ μιασμάτων καὶ τεχνασμάτων. 35.613

ΠΕʹ. Καίπερ δὴ οὕτως ἔχων ὁρμῆς, καὶ πρὸς πολλὰ τῇ κακονοίᾳ χρησάμενος· ὅμως, οὐ γὰρ εἶχε πῆξιν τοῦ ἀνδρὸς ἡ διάνοια, οὐδὲ τῶν οἰκείων λογι σμῶν μᾶλλον ἦν ἢ τῆς φορᾶς τοῦ δαίμονος, οὐ δι εφύλαξεν εἰς τέλος τὴν γνώμην, οὐδὲ τὸ τῆς πονηρίας ἀπόῤῥητον διεσώσατο· ἀλλ' ὥσπερ τὸ Αἰτναῖον πῦρ λόγος τοῖς πυθμέσι τῆς Αἴτνης ἐγκρύπτεσθαι, κάτωθεν πλημμυροῦν καὶ βίᾳ κρατούμενον, εἴτε τι ἄλλο τοῦτό ἐστιν, εἴτε ἆσθμα κολαζομένου γίγαντος, τέως μὲν φοβερὸν ὑπηχεῖν, καὶ καπνὸν τοῦ κακοῦ μήνυμα τῆς κορυφῆς ἀπερεύγεσθαι· εἰ δέ που πλεο νάσαν τύχοι καὶ δυσκάθεκτον γένοιτο, τῶν οἰκείων κόλπων ἀποβρασθὲν, ἄνω φερόμενον καὶ ὑπὲρ τοὺς κρατῆρας χεόμενον, ἔστιν ἃ καὶ τῆς ὑποκειμένης γῆς φθείρειν ἀπίστῳ καὶ φοβερῷ ῥεύματι· οὕτω κἀ κεῖνον ἔστιν εὑρεῖν, ἄχρι μέν τινος ἐαυτοῦ κρα τοῦντα καὶ τοῦ σοφιστικοῦ δόγματος, ἀπάτῃ τε διατι θέντα κακῶς τὰ ἡμέτερα· εἰ δέ που τὸ ἀκρατὲς τῆς ὀργῆς ὑπερβλύσειε, μηδὲ κρύπτειν δύνασθαι τὸ κακόηθες, ἀλλὰ γυμνῷ χρῆσθαι τῷ διωγμῷ κατὰ τοῦ θείου καὶ εὐσεβοῦς ἡμῶν συντάγματος.

Πςʹ. Ἵνα γὰρ ἐάσω τὰ κατὰ τῶν ἁγίων οἴκων προστάγματα, δημοσίᾳ τε προτιθέμενα καὶ ἰδίᾳ πληρούμενα, καὶ σύλησιν ἀναθημάτων τε καὶ χρημά των, οὐ μᾶλλον ἐξ ἀσεβείας ἢ ἀπληστίας, καὶ σκευῶν ἱερῶν ἁρπαγὴν, χερσὶ βεβήλοις ὑβριζομένων, τούς τε ὑπὲρ τούτων ἀγομένους καὶ στρεβλου μένους, ἱερεῖς τε καὶ ἀρχομένους, καὶ τοὺς πλήρεις αἱμάτων κίονας ταῖς τούτων χερσὶ κυκλουμένους, καὶ ζωννυμένους, ξαινομένων ταῖς μάστιξι, τούς τε δια θέοντας τοξότας κατὰ πόλεις καὶ χώρας ὠμοτέ ρους, καὶ θερμοτέρους τοῦ ταῦτα ἐπιτάττοντος, ὡς ἂν ἀντὶ Περσῶν καὶ Σκυθῶν καὶ τῶν ἄλλων βαρβάρων παραστήσωνται· ἵνα μὴ ταῦτα λέγω, τίς οὐκ οἶδε τὴν Ἀλεξανδρέων ἀπανθρωπίαν; οἳ πρὸς πολλοῖς ἄλλοις, οἷς ἐνεανιεύσαντο καθ' ἡμῶν ἀμέτρως τῷ καιρῷ χρησάμενοι, δῆμος ὄντες στασιώδης φύσει καὶ μανικὸς, ἔτι καὶ τοῦτο λέγονται προσθεῖναι τοῖς ἀσεβήμασιν, αἵματος διπλοῦ τὸν ἱερὸν οἶκον ἡμῶν ἐμπλῆσαι, ὅσος τε θυσιῶν καὶ ὅσος ἀνθρώπων· 35.616 καὶ ταῦτα ἐργάσασθαι, στρατηγοῦντός τινος ἐνὸς τῶν βασιλικῶν φιλοσόφων, ἐκ τούτων μόνον ὀνομα σθέντος; Τίς ἀγνοεῖ τὴν Ἡλιουπολιτῶν συστροφήν; τίς τὴν Γαζαίων ἀπόνοιαν, τῶν ὑπ' ἐκείνου θαυμαζο μένων καὶ τιμωμένων, ὅτι καλῶς αὐτοῦ τῆς με γαλοπρεπείας