1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

22

ᾔσθοντο; τίς τὴν Ἀρεθουσίων μανίαν, τῶν τέως ἀγνοουμένων, ἐξ ἐκείνου δὲ τοῦ καιροῦ καὶ λίαν ἐπιγινωσκομένων; Ποιεῖ γὰρ περιβοήτους οὐ δεξιὰ πρᾶξις μόνον, ἀλλὰ καὶ κα κία, νικῶσα πονηρῶν εὐδοκίμησιν.

ΠΖʹ. Οἱ μὲν γὰρ λέγονται, δεῖ γὰρ ἓν ἐκ πολλῶν εἰπεῖν, φρίκης καὶ τοῖς ἀθέοις ἄξιον, παρθένους ἁγνὰς καὶ ὑπερκοσμίους, ἀψαύστους μικροῦ καὶ ὀφθαλμοῖς ἀῤῥένων, εἰς μέσον προαγαγόντες, καὶ τῆς ἐσθῆ τος γυμνώσαντες, ἵνα τῇ θέᾳ πρότερον ἐνυβρίσωσιν, εἶτ' ἀνακείραντες, καὶ διχάσαντες (ὢ πῶς ἐνέγκω σου, Χριστὲ, τὴν τότε μακροθυμίαν!) οἱ μὲν καὶ ἰδίοις ὀδοῦσι κακῶς ἑστιαθῆναι, καὶ τῆς ἑαυτῶν κακοδαιμονίας ἀξίως, ὠμῶν τῶν ἡπάτων ἐμφορηθῆ ναι, καὶ μετ' ἐκείνην τὴν τροφὴν ἄλλην προσενέγκα σθαι, τὴν κοινήν τε καὶ νενομισμένην· οἱ δὲ σπαίρου σιν ἔτι τοῖς σπλάγχνοις συώδη τροφὴν ἐπισπείραντες, καὶ συῶν ἐπαφέντες τοὺς θερμοτέρους, οἷον ἀγαγεῖν ἐκεῖνο τὸ θέατρον σάρκας ἰδεῖν κριθαῖς συνεσθιομένας, καὶ σπαραττομένας, τροφὴν ἀνάμικτον, καὶ τότε πρῶτον ὀφθεῖσαν καὶ ἀκουσθεῖσαν· ἣν θρέψαι μόνον τοὺς ἑαυτοῦ δαίμονας, ὁ τούτων δημιουργὸς ἄξιος ἦν· ὡς μὲν οὖν καὶ καλῶς ἔθρεψεν ἐκ τοῦ αἵματος ἐκείνου καὶ τῆς πληγῆς, ἣν κατὰ τῶν σπλάγχνων ἐδέξατο· κἂν ἀναισθήτως ἔχωσι πρὸς τὰ τοιαῦτα οἱ δείλαιοι, καὶ μηδὲ τὸ φρονεῖν ἐκ τῆς δυσ σεβείας ἔχοντες.

ΠΗʹ. Τὸ δέ γε Μάρκου τοῦ θαυμασίου καὶ 35.617 Ἀρεθουσίων, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμέ νης, ὥστε ἀγνοεῖν, καὶ μὴ φθάνειν τῇ διηγήσει τὸν μνημονεύοντα; Οὗτος ἐπὶ Κωνσταντίου τοῦ πάνυ, κατὰ τὴν τότε δεδομένην ἐξουσίαν Χριστιανοῖς, δαιμό νωντι καθελὼν οἰκητήριον, καὶ πολλοὺς Χριστιανῶν ἀπὸ τῆς Ἑλληνικῆς πλάνης μεταστήσας εἰς σωτηρίαν οὐχ ἧττον διὰ τὴν τοῦ βίου λαμπρότητα ἢ τὴν τοῦ λόγου δύναμιν, ἦν μὲν ἐκ πλείονος ἐν ὀργῇ τοῖς Ἀρεθουσίοις, μᾶλλον δὲ Ἀρεθουσίων τοῖς φιλοδαίμοσιν. Ἐπεὶ δὲ τὰ πράγματα ἐκινήθη Χριστιανοῖς, καὶ τὰ τῶν Ἑλλήνων φλεγμαίνειν ἤρξατο, τὴν τοῦ καιροῦ δυνα στείαν οὐκ ἔφυγε. Φιλοῦσι γὰρ οἱ δῆμοι, κἂν πρὸς τὸ παρὸν κατάσχωσι τὰς ὀργὰς, ὥσπερ πῦρ ἐμ φωλεῦον ὕλαις, ἢ ῥεῦμα βίᾳ κρατούμενον, εἰ καιροῦ λάβοιντο, ἀνάπτεσθαί τε καὶ ἀναῤῥήγνυσθαι. Ὁρῶν οὖν τὴν τοῦ δήμου κίνησιν ἐπ' αὐτὸν, οὐδὲν μέτριον ἢ ἐννοούντων, ἢ ἀπειλούντων, τὰ μὲν πρῶτα δρασμὸν βουλεύεται, οὐ δι' ἀνανδρίαν μᾶλλον ἢ τὴν φεύγειν ἐκ πόλεως εἰς πόλιν κελεύουσαν ἐντολὴν, καὶ ὑποχωρεῖν τοῖς διώκταις· χρῆναι γὰρ μὴ τὰ ἑαυτῶν σκοπεῖν μόνον Χριστιανοὺς ὄντας, μηδὲ εἰ λίαν εἶεν ἀνδρειότατοί τε καὶ καρτερικώτατοι, ἀλλὰ καὶ τῶν διωκόντων φείδεσθαι, ὡς, τό γε εἰς αὐτοὺς ἧκον μέρος, μὴ τῷ κινδύνῳ τι συνεισφέρειν τῶν πολε μίων. Ἐπεὶ δὲ ᾔσθετο πολλῶν μὲν δι' αὐτὸν ἑλκο μένων καὶ ἀγομένων, πολλῶν δὲ τῶν περὶ ψυχῆς τρεχόντων διὰ τὴν τῶν διωκόντων ὠμότητα, οὐκ ἠν έσχετο τῷ καθ' ἑαυτὸν ἀσφαλεῖ τοὺς ἄλλους περι ορᾷν κινδυνεύοντας· καὶ διὰ τοῦτο βουλεύεται βουλὴν ἀρίστην τε καὶ φιλοσοφωτάτην· ἐκ τῆς φυγῆς ἐπάνει σι, καὶ τῷ δήμῳ φέρων ἑαυτὸν ἐκδίδωσι χρῆσθαι ὅτι βούλοιντο, καὶ πρὸς τὴν τοῦ καιροῦ παρατάσσεται δυσκολίαν. Ἐνταῦθα τί μὲν ἀπῆν τῶν δεινῶν; τί δὲ οὐκ ἐπενοεῖτο βαρύτερον; ἄλλων ἄλλο τι συνεισφε ρόντων πρὸς ἑνὸς κακοῦ συμφωνίαν, οὐδὲ τὸ φιλόσο φον τοῦ ἀνδρὸς αἰδουμένων, εἰ μή τι ἄλλο, τῶν ἐγκειμένων· διὰ τοῦτο μὲν οὖν καὶ πλέον ἀγανα κτούντων, ὅτι περιφρόνησιν αὐτῶν μᾶλλον ἢ ἀν δρείαν πρὸς τοὺς κινδύνους τὴν τοῦ ἀνδρὸς παρου σίαν ἐνόμιζον. 35.620

ΠΘʹ. Ἤγετο γέρων ἱερεὺς, ἀθλητὴς ἐθελοντὴς διὰ μέσης τῆς πόλεως, αἰδέσιμος τὴν ἡλικίαν, τὴν πολι τείαν αἰδεσιμώτερος, πᾶσι πλὴν τῶν διωκόντων καὶ τυραννούντων· ἤγετο δὲ ἡλικίᾳ πάσῃ καὶ τύχῃ, οὐ τῷ μὲν, τῷ δ' οὔ· πᾶσι δὲ ὁμοίως, ἀνδράσι, γυναιξὶ, νέοις, πρεσβύταις, ὅσοι τε τὰ πολιτικὰ διῴκουν, καὶ ὅσοι τῶν ἐπ' ἀξίας. Ἀγὼν δὲ ἦν ἅπασιν εἷς, ἀλλή λους ὑπερβαλέσθαι τῇ περὶ τὸν πρεσβύτη θρασύ