1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

27

τῆς κάτω περιφορᾶς ἐστι καὶ ὀνειρώδους τέρψεως· τοῦ λόγου δὲ περιέχομαι μόνου· καὶ οὐ μέμφομαι χερσαίοις τε πόνοις καὶ θαλασσίοις, οἳ τούτους μοι συνεπόρισαν. Ἐμοὶ γοῦν εἴη, καὶ ὅστις ἐμοὶ φίλος, τὸ τῶν λόγων κράτος· ὃ πρῶτον μετὰ τὸ πρῶτον ἠσπασάμην τε καὶ ἀσπάζο μαι, τὰ θεῖα λέγω, καὶ τὰς ἔξω τῶν ὁρωμένων ἐλπίδας. Ὥστε εἰ τὸ οἰκεῖον πιέζει πᾶν, κατὰ Πίνδαρον, ἀναγκαῖος ὁ περὶ τούτων ἔμοιγε λόγος· καὶ μάλιστα δίκαιον, ὡς οὐκ οἶδ' εἴ τι τῶν ἄλ λων, λόγῳ τὴν ὑπὲρ λόγων χάριν ἀποδιδόναι τοῖς λόγοις.

ΡΑʹ. Πόθεν οὖν ἐπῆλθέ σοι τοῦτο, ὦ κουφότατε πάν των καὶ ἀπληστότατε, τὸ λόγων ἀποστερῆσαι Χρι στιανούς; τοῦτο γὰρ οὐ τῶν ἀπειλουμένων ἦν, ἀλλὰ τῶν ἤδη νενομοθετημένων. Πόθεν, κἀκ τίνος αἰτίας; Τίς Ἑρμῆς σοι λόγιος, ὡς ἂν αὐτὸς εἴποις, τοῦτ' ἐπὶ νοῦν ἤγαγε; Τίνες Τελχῖνες πονηροὶ, καὶ βάσκανοι δαίμονες; Εἰ βούλει, καὶ τούτου τὴν αἰτίαν ἡμεῖς παραστήσομεν. Ἔδει γάρ σε πολλοῖς ἐγχειροῦντα καὶ παρανόμοις κακοῖς, εἰς τοῦτο ὑπαχθῆναι τελευτῶντα, καὶ σαυτῷ προδήλως περι πεσεῖν· ἵν' ᾧ μάλιστα φρονεῖν ᾤου δεῖν, τούτῳ μάλιστα λάθῃς ἐνασχημονῶν, καὶ ἀλογίαν κατακρι νόμενος. Ἀπόκριναι γάρ· τί σοι τὸ δόγμα βού λεται; καὶ τίς ὁ λόγος τῆς περὶ λόγους καινοτομίας; Κἄν τι δίκαιον δόξῃς λέγειν, ἀνιασόμεθα μὲν, οὐ μεμψόμεθα δέ· καὶ γὰρ ὥσπερ σὺν λόγῳ νικᾷν, οὕτω καὶ νικᾶσθαι καλῶς μεμαθήκαμεν.

ΡΒʹ. Ἡμέτεροι, φησὶν, οἱ λόγοι, καὶ τὸ Ἑλλη 35.637 νίζειν, ὧν καὶ τὸ σέβειν θεούς· ὑμῶν δὲ ἡ ἀλογία καὶ ἡ ἀγροικία· καὶ οὐδὲν ὑπὲρ τὸ, Πί στευσον, τῆς ὑμετέρας ἐστὶ σοφίας. Οὐκ ἂν μὲν, οἶμαι, τούτου καταγελάσαιεν οἱ παρ' ὑμῖν τὰ Πυθα γόρου φιλοσοφοῦντες, οἷς τὸ, Αὐτὸς ἔφα, τὸ πρῶ τον καὶ μέγιστόν ἐστι τῶν δογμάτων, καὶ τῶν Χρυ σῶν ἐπῶν, εἴτ' οὖν μολιβῶν αἱρετώτερον. Μετὰ γὰρ τὴν πρώτην καὶ πολυύμνητον τοῖς τὰ ἐκείνου τελουμένοις φιλοσοφίαν τῆς σιωπῆς, ἵνα λόγου μέτρα τῷ σιωπᾷν ἀσκηθῶσιν, ἔννομον, φησὶν, ἦν ὁτιοῦν τῶν δογμάτων ἐρωτωμένοις, ἔπειτ' ἀποφαινο μένοις, ἀπαιτουμένου καὶ λόγου, ἄλλο μὲν μηδὲν ἀποκρίνεσθαι, ὅτι δὲ Πυθαγόρᾳ τοῦτ' εἴη δεδογμέ νον· καὶ λόγον εἶναι τοῦ δόγματος, τὸ παραστὰν ἐκείνῳ, ἀνεύθυνόν τε καὶ ἀβασάνιστον· εἰς ταυτὸν ἥκοντος τοῦ, Αὐτὸς ἔφα, τῷ παρ' ἡμῖν, Πίστευσον, ἐν ἄλλαις συλλαβαῖς τε καὶ ῥήμασι, κἂν εἰ μὴ παύοισθε κωμῳδοῦντες τοῦτο καὶ διασύ ροντες. Βούλεται γὰρ ἡμῖν ὁ λόγος μὴ ἐξεῖναι δια πιστεῖν τοῖς ὑπὸ τῶν θεοφόρων ἀνδρῶν εἰρημένοις, ἀλλ' ἀπόδειξιν εἶναι τοῦ λόγου τὸ ἐκείνων ἀξιόπιστον, πάσης δυνάμεως λογικῆς καὶ ἀντιλογικῆς ἰσχυ ρότερον.

ΡΓʹ. Ἔστω δὲ καὶ τοῦτο τῶν ἡμετέρων εὐεπη ρέαστον· πῶς δὲ σὺ δείξεις τοὺς λόγους σοι διαφέροντας; Εἰ δὲ καὶ σοὺς, πῶς τούτων ἡμῖν οὐ μετὸν κατὰ τὴν σὴν νομοθεσίαν καὶ ἀλογίαν; τίνος γὰρ τοῦ Ἑλληνίζειν εἰσὶν οἱ λόγοι, καὶ τοῦ πῶς λεγομένου καὶ νοουμένου; Ἵν' ἐγώ σοι διέλω τὴν τοῦ ὀνόματος δύναμιν, ὦ περὶ τὰς ὁμωνυ μίας ἔχων σὺ, καὶ τὰ δηλούμενα, ἢ μιᾷ προσηγορίᾳ διάφορα, ἢ διαφόροις ταυτὰ, ἢ ἑτέραις ἕτερα· ἢ γὰρ τῆς θρησκείας εἶναι τοῦτο φήσεις, ἢ τοῦ ἔθ νους δηλαδὴ, καὶ τῶν πρῶτον εὑρισκομένων τῆς διαλέκτου τὴν δύναμιν. Εἰ μὲν οὖν τῆς θρησκείας, δεῖξον ποῦ καὶ παρὰ τίσι τῶν ἱερέων τὸ Ἑλλη νίζειν ἔννομον, ὥσπερ καὶ τὸ θύειν ἔστιν ἃ καὶ 35.640 οἷς τῶν δαιμόνων· οὔτε γὰρ πᾶσι τὰ αὐτὰ, οὔτε ἑνὶ τὰ πάντα, οὔτε τὸν αὐτὸν τρόπον, ὡς τοῖς παρ' ὑμῖν ἱεροφάνταις δοκεῖ, καὶ τοῖς τῶν θυσιῶν τεχνολό γοις. Ποῦ δὲ, ὥσπερ Λινδίοις, εὐσεβὲς τὸ καταρᾶσθαι τῷ Βουθοίνᾳ, καὶ τοῦτο εἶναι θεοῦ τιμὴν, τὰς εἰς αὐτὸν λοιδορίας; ἢ Ταύροις τὸ ξενοκτονεῖν, ἢ Λάκωσι τὸ ἐπιβώμια ξαίνεσθαι, ἢ Φρυξὶ τὸ κατατέ μνεσθαι ὑπ' αὐλῶν κηλουμένους, καὶ ἀνανδρουμέ νους ὑφ' ἅλματος, ἢ τὸ παιδεραστεῖν ἄλλοις, ἢ τὸ πορνεύειν ἑτέροις, ἢ ὅσα τῶν ἄλλων μυστηρίων ἐστὶν, ἵνα μὴ λέγω καθ' ἕκαστον, οὕτω δὲ καὶ τὸ Ἑλληνίζειν ἔκκριτόν τινος θεῶν ἢ δαιμόνων; Καίτοι κἂν εἰ τοῦτ' ἦν, οὔπω δῆλον,