1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

29

συντόνως ἀντιπαριόντος, ὡς λόγος, εἶτ' ἐνυβρίζουσα τῷ σφοδρῷ τῆς ὁρμῆς, ἔπος ἐφθέγξατο· καὶ τοῦτ' ἀρέσαν τῷ νεανίᾳ λίαν, καὶ φιλοπονώτερον με τρηθὲν τὴν θαυμασίαν σου ταύτην ἐδημιούργησε ποίησιν; Τί τἄλλα; Εἰ δὲ τοῖς ὅπλοις μέγα φρο νεῖς, παρὰ τίνων σοι τὰ ὅπλα, ὦ γενναιότατε; Οὐ τῶν Κυκλώπων, ἐξ ὧν τὸ χαλκεύειν; Εἰ δέ σοι μέγα καὶ μέγιστον τῶν ὄντων ἡ ἁλουργὶς, ἐξ ἧς σο φὸς σὺ, καὶ τῶν τοιούτων νομοθέτης· τί; οὐκ ἀπο θήσῃ ταύτην Τυρίοις, παρ' ὧν ἡ ποιμενικὴ κύων, ἡ τῇ κόχλῳ βρωθείσῃ, καὶ τὰ χείλη καθαιμα ξάσῃ, τῷ ποιμένι τὸ ἄνθος γνωρίσασα, καὶ διὰ τού των παραδοῦσα τοῖς βασιλεῦσιν ὑμῖν τὸ πένθιμον τοῖς κακοῖς ῥάκος καὶ ὑπερήφανον; Γεωργίας δὲ καὶ ναυπηγίας, τί φήσομεν, ἂν ἀπελαύνωσιν ἡμᾶς Ἀθη ναῖοι, τὰς ∆ήμητρας καὶ τοὺς Τριπτολέμους διηγού μενοι, καὶ τοὺς δράκοντας, ἔτι δὲ Κελεούς τε καὶ Ἰκαρίους, καὶ πᾶσαν τὴν περὶ ταῦτα μυθολογίαν, ἣ καὶ μυστήριον ὑμῖν αἰσχρὸν ταῦτα ἐποίησε, καὶ νυκτὸς ὄντως ἄξιον;

ΡΘʹ. Βούλει, τἄλλα παρεὶς, ἐπ' αὐτὸ τὸ κεφάλαιον ἀναδράμω τῆς σῆς ἐμπληξίας, εἴτ' οὖν θεοβλα 35.645 βείας; αὐτὸ δὲ πόθεν σοι τὸ μυεῖσθαι, καὶ τὸ μυεῖν, καὶ τὸ θρησκεύειν; Οὐ παρὰ Θρᾳκῶν, καὶ ἡ κλῆσις πειθέτω σε; Τὸ θύειν δὲ οὐ παρὰ Χαλ δαίων, εἴτ' οὖν Κυπρίων; Τὸ ἀστρονομεῖν δὲ οὐ Βα βυλώνιον; Τὸ δὲ γεωμετρεῖν οὐκ Αἰγύπτιον; Τὸ δὲ μαγεύειν οὐ Περσικόν; Τὴν δὲ δι' ὀνείρων μαν τικὴν τίνων ἢ Τελμησέων ἀκούεις; Τὴν οἰωνιστικὴν δὲ τίνων; οὐκ ἄλλων ἢ Φρυγῶν, τῶν πρώτων περιεργασαμένων ὀρνίθων πτῆσίν τε καὶ κινήματα; Καὶ, ἵνα μὴ μακρολογῶ, πόθεν σοι τὸ καθ' ἕκαστον; οὐχ ἓν ἐξ ἑκάστων; ὧν πάντων εἰς ταυτὸ συνελθόν των, ἓν δεισιδαιμονίας συνέστη μυστήριον; Τί οὖν; δεξόμεθα, πάντων ἀποχωρησάντων εἰς τοὺς πρώτους τε καὶ τοὺς εὑρομένους, μηδὲν ἔχειν ἡμέτε ρον πλὴν τῆς κακίας, καὶ τῆς περὶ τὸ Θεῖον ταύτης καινοτομίας; Πρῶτος γὰρ Χριστιανῶν ἐπανάστασιν τῷ ∆εσπότῃ, καθάπερ οἱ δοῦλοί ποτε τοῖς Σκύθαις, ὥς φασιν, ἐπενόησας. Πολλοῦ μέντ' ἂν ἄξιον ἦν, εἴ σοι διελύθη τὸ πονηρὸν τοῦτο σύνταγμα, κατὰ τοὺς σοὺς ὅρους καὶ νόμους, ἵν' ἡμεῖς ἦμεν πραγμάτων ἀπηλλαγμένοι, καὶ πά λιν ἐπὶ τῆς ἀρχαίας εὐδαιμονίας τὴν Ῥωμαϊκὴν ἀρχὴν ὁρᾷν ὑπῆρχε, πάσης ἀπηλλαγμένην ἐμφυλίου στάσεως· ὃ τοῦ παρὰ τῶν ἔξωθεν πολέμου πολλῷ φευκτότερόν ἐστι καὶ φοβερώτερον, ὅσῳ τὰς οἰκείας δαπανᾷν σάρκας τῶν ἀλλοτρίων φευκτότερον. ΡΙʹ. Εἰ δὲ ταῦτά σοι κακουργίας εἶναι δοκεῖ τὸ 35.648 λεῖον ἠμφιεσμένης, καὶ πόῤῥω βασιλικῆς μεγαλοπρε πείας, φέρε, σοι παραστήσω καὶ τὰ τούτων ἔτι κερ δαλεώτερα. Ὁρῶν γὰρ τὸν ἡμέτερον λόγον μέγαν μὲν ὄντα τοῖς δόγμασι καὶ ταῖς ἄνωθεν μαρτυρίαις, τὸν αὐτὸν παλαιόν τε καὶ νέον· παλαιὸν μὲν ταῖς προῤῥήσεσι, καὶ τοῖς ὑπαστράπτουσι κινή μασι τῆς θεότητος· νέον δὲ τῇ τελευταίᾳ θεοφα νείᾳ, καὶ τοῖς ἐκ ταύτης τε καὶ περὶ ταύτην θαύμα σιν· ἔτι δὲ μείζω καὶ γνωριμώτερον τοῖς παραδεδο μένοις, καὶ εἰς τόδε τετηρημένοις τύποις τῆς Ἐκ κλησίας· ἵνα μηδὲ τοῦτο ἀκακούργητον μένῃ, τί μηχανᾶται, καὶ τί ποιεῖ; Μιμεῖται Ῥαψάκην τὸν Ἀσσύριον· ἐστρατήγει δὲ ἄρα τῷ βασιλεῖ τῶν Ἀσσυρίων Σεναχηρείμ. Οὗτος, ἐπὶ τὴν Ἰουδαίαν στρατεύσας, καὶ δυνάμει πολλῇ καὶ χειρὶ τὰ Ἱερο σόλυμα πολιορκῶν, καὶ τῇ πόλει προσκαθεζόμενος. ἐπειδὴ μήτε δυνάμει παραστήσασθαι τὴν πόλιν οἷός τε ἦν, μήτε τι τῶν ἔνδον αὐτῷ παρὰ τῶν προδο τῶν ἐνεδίδοτο, λόγοις ἡμέροις καὶ ὁμογλώσσοις ὑπο ποιεῖσθαι τὴν πόλιν ἐπιχειρεῖ. Ὃ δὴ συνέντας λέγεται τοὺς πολιορκουμένους, τοῦτο παραιτήσασθαι πρῶτον, Συριστὶ λαλεῖσθαι αὐτοῖς, ἀλλὰ μὴ Ἑβραϊστὶ κελεύσαντας, ὡς τάχα ἂν εἰς δουλείαν κλαπεῖσι τῷ ἡμέρῳ τῆς διαλέξεως.

ΡΙΑʹ. Τοῦτο δὴ καὶ οὗτος διανοηθεὶς, διδασκαλεῖα μὲν ἱδρύσασθαι κατὰ πᾶσαν πόλιν ἕτοιμος ἦν, βή ματά τε καὶ προεδρίας, καὶ ὑφεδρίας, Ἑλληνικῶν τε δογμάτων ἀναγνώσεις καὶ ἀναπτύξεις, ὅσαι τε ἦθος ῥυθμίζουσι, καὶ ὅσαι τῆς ἐπικρύψεως· εὐ χῶν τε τύπον ἐν μέρει, καὶ τῆς τῶν ἁμαρτανόντων κατὰ μέτρον